Περιεχόμενα - Εισαγωγή - Χαρακτήρες I-VIII - Χαρακτήρες IX-XVI - Χαρακτήρες XVII-XXIII - Χαρακτήρες XIV-XXX - Πίνακες
 
 
 

ΘΕΟΦΡΑΣΤΟΥ ΧΑΡΑΚΤΗΡΕΣ
I-VIII

 

Μετάφραση-Σχόλια: Εμμανουήλ Δαϋίδ

 
 
ΠΡΟΟΙΜΙΟΝ ΠΡΟΟΙΜΙΟΝ [1] 
 
       Ἤδη μὲν καὶ πρότερον πολλάκις ἐπιστήσας τὴν διάνοιαν ἐθαύμασα, ἴσως δὲ οὐδὲ παύσομαι θαυμάζων, τί γὰρ δήποτε, τῆς Ἑλλάδος ὑπὸ τὸν αὐτὸν ἀέρα κειμένης καὶ πάντων τῶν Ἑλλήνων ὁμοίως παιδευομένων, συμβέβηκεν ἡμῖν οὐ τὴν αὐτὴν τάξιν τῶν τρόπων ἔχειν. [2] ἐγὼ γάρ, ὦ Πολύκλεις, συνθεωρήσας ἐκ πολλοῦ χρόνου τὴν ἀνθρωπίνην φύσιν καὶ βεβιωκὼς ἔτη ἐνενήκοντα ἐννέα, ἔτι δὲ ὡμιληκὼς πολλαῖς τε καὶ παντοδαπαῖς φύσεσι καὶ παρατεθεαμένος ἐξ ἀκριβείας πολλῆς τούς τε ἀγαθοὺς τῶν ἀνθρώπων καὶ τοὺς φαύλους ὑπέλαβον δεῖν συγγράψαι, ἃ ἑκάτεροι αὐτῶν ἐπιτηδεύουσιν ἐν τῷ βίῳ. [3] ἐκθήσω δέ σοι κατὰ γένος, ὅσα τε τυγχάνει γένη τρόπων τούτοις προσκείμενα καὶ ὃν τρόπον τῇ οἰκονομίᾳ χρῶνται· ὑπολαμβάνω γάρ, ὦ Πολύκλεις, τοὺς υἱεῖς ἡμῶν βελτίους ἔσεσθαι, καταλειφθέντων αὐτοῖς ὑπομνημάτων τοιούτων, οἷς παραδείγμασι χρώμενοι αἱρήσονται τοῖς εὐσχημονεστάτοις συνεῖναί τε καὶ ὁμιλεῖν, ὅπως μὴ καταδεέστεροι ὦσιν αὐτῶν. [4] τρέψομαι δὲ ἤδη ἐπὶ τὸν λόγον· σὸν δὲ παρακολουθῆσαί τε [ὀρθῶς] καὶ εἰδῆσαι, εἰ ὀρθῶς λέγω. πρῶτον μὲν οὖν ποιήσομαι <τὸν λόγον ἀπὸ> τῶν τὴν εἰρωνείαν ἐζηλωκότων, ἀφεὶς τὸ προοιμιάζεσθαι καὶ πολλὰ περὶ τοῦ πράγματος λέγειν. [5] καὶ ἄρξομαι πρῶτον ἀπὸ τῆς εἰρωνείας καὶ ὁριοῦμαι αὐτήν, εἶθ' οὕτως τὸν εἴρωνα διέξειμι, ποῖός τίς ἐστι καὶ εἰς τίνα τρόπον κατενήνεκται· καὶ τὰ ἄλλα δὴ τῶν παθημάτων, ὥσπερ ὑπεθέμην, πειράσομαι κατὰ γένος φανερὰ καθιστάναι.        Καὶ προηγουμένως ἤδη πολλάκις ἐπέστησα τὴν προσοχήν μου καὶ ἠπόρησα, ἴσως δὲ καὶ δὲν θὰ παύσω νὰ ἀπορῶ, διατί ἆρά γε, ἐνῷ ἡ Ἑλλὰς εὑρίσκεται ὑπὸ τὸ αὐτὸ κλῖμα καὶ ἐνῷ ὅλοι οἱ Ἕλληνες λαμβάνουν τὴν ἰδίαν ἀγωγήν, συμβαίνει νὰ μὴ ἔχωμεν ὅλοι τὸν αὐτὸν χαρακτῆρα. Ἐγὼ λοιπόν, Πολυκλῆ, ἐπειδὴ ἐξήτασα πρὸ πολλοῦ τὴν ἀνθρωπίνην φύσιν καὶ ἔχω ζήσει ἐνενῆντα ἐννέα ἔτη, προσέτι δὲ ἔχω συναναστραφῆ πολλὰς καὶ διαφόρους φύσεις ἀνθρώπων καὶ ἔχω παρατηρήσει μὲ πολλὴν ἀκρίβειαν πολλοὺς καὶ καλοὺς καὶ κακούς, ἐνόμισα ὅτι ἔπρεπε νὰ περιγράψω τὴν συμπεριφορὰν ποὺ ἔχουν καὶ οἱ μὲν καὶ οἱ δὲ εἰς τὸν βίον των. Θὰ σοῦ ἐκθέσω δὲ χωριστὰ καὶ ὅσα γένη ἀνήκουν εἰς τοὺς χαρακτῆρας τούτους καὶ τὸν τρόπον, μὲ τὸν ὁποῖον τοὺς ἐφαρμόζουν εἰς τὴν καθημερινὴν ζωήν των. Διότι νομίζω, Πολυκλῆ, ὅτι οἱ υἱοί μας θὰ γίνουν καλύτεροι, ἂν ἀφήσωμεν εἰς αὐτοὺς τοιαύτας ὑποδείξεις, τὰς ὁποίας μεταχειριζόμενοι ὡς παραδείγματα θὰ προτιμοῦν νὰ συναναστρέφωνται τοὺς πάρα πολὺ ἀξιοπρεπεῖς, διὰ νὰ μὴ εἶναι κατώτεροί των. Καὶ τώρα θὰ ἔλθω εἰς τὸ προκείμενον, ἰδικόν σου δέ ἔργον εἶναι καὶ νὰ παρακολουθήσῃς ὀρθῶς καὶ νὰ ἴδῃς ἂν ὀρθῶς λέγω. Πρῶτον μὲν λοιπὸν θὰ ἀναφέρω ἐκείνους ποὺ ἐξασκοῦν μέ ζῆλον τὴν εἰρωνείαν, ἀφοῦ ἀφήσω κατὰ μέρος τὰ προοίμια καὶ τὴν πολυλογίαν περὶ τοῦ ζητήματος· θὰ ἀρχίσω πρῶτον ἀπὸ τὴν εἰρωνείαν καὶ θὰ δώσω εἰς αὐτὴν ὁρισμόν, ἔπειτα κατὰ τὸν ἑξῆς τρόπον θὰ περιγράψω τὸν εἴρωνα, τί λογῆς ἄνθρωπος εἶναι καὶ εἰς ποῖον χαρακτῆρα κατατάσσεται· καὶ τὰ ἄλλα δὲ πάθη (ἐλαττώματα ) θὰ προσπαθήσω νὰ τὰ καταστήσω φανερὰ εἰς κάθε γένος, καθὼς ὑπεσχέθην.
 
ΕΙΡΩΝΕΙΑΣ
Α'
I
ΕΙΡΩΝΕΙΑΣ
       Ἡ μὲν οὖν εἰρωνεία δόξειεν ἂν εἶναι, ὡς τύπῳ λαβεῖν, προσποίησις ἐπὶ [τὸ] χεῖρον πράξεων καὶ λόγων, ὁ δὲ εἴρων τοιοῦτός τις, [2] οἷος προσελθὼν τοῖς ἐχθροῖς ἐθέλειν λαλεῖν, οὐ μισεῖν· καὶ ἐπαινεῖν παρόντας, οἷς ἐπέθετο λάθρα, καὶ τούτοις συλλυπεῖσθαι ἡττωμένοις· καὶ συγγνώμην δὲ ἔχειν τοῖς αὑτὸν κακῶς λέγουσι καὶ ἐπὶ [πᾶσι] τοῖς καθ' ἑαυτοῦ λεγομένοις. [3] καὶ πρὸς τοὺς ἀδικουμένους καὶ ἀγανακτοῦντας πράως διαλέγεσθαι· καὶ τοῖς ἐντυγχάνειν κατὰ σπουδὴν βουλομένοις προστάξαι ἐπανελθεῖν. [4] καὶ μηδὲν ὧν πράττει ὁμολογῆσαι, ἀλλὰ φῆσαι βουλεύεσθαι καὶ προσποιήσασθαι ἄρτι παραγεγονέναι καὶ ὀψὲ γενέσθαι [αὐτὸν] καὶ μαλακισθῆναι. [5] καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας [εἰπεῖν ὡς οὐ πλουτεῖ· καὶ πωλῶν φῆσαι] ὡς οὐ πωλεῖ· καὶ μὴ πωλῶν φῆσαι πωλεῖν·        Ἡ εἰρωνεία, διὰ νὰ τὴν ὁρίσωμεν γενικῶς, ἠμπορεῖ νὰ φανῇ ὅτι εἶναι προσποιητὴ ἐλάττωσις πράξεων καὶ λόγων [1]. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ εἴρων. Πλησιάζει τοὺς ἐχθρούς του καὶ θέλει νά μὴ φανῇ ὅτι τοὺς μισεῖ·— ἐπαινεῖ, ὅταν εἶναι παρόντα, ἐκεῖνα τὰ πρόσωπα ποὺ κρυφὰ τὰ ἔχει προσβάλει·— ἐὰν ἔχουν χάσει δίκην εἰς τὸ δικαστήριον τοὺς συλλυπεῖται·— φαίνεται ὅτι συγχωρεῖ ἐκείνους ποὺ τὸν κακολογοῦν καὶ ὅτι δὲν θυμώνει δι' ὅσα λέγονται ἐναντίον του·—εἰς ἐκείνους που ἔχουν ἀδικηθῆ ἀπὸ αὐτὸν καὶ ἔρχονται νὰ παραπονεθοῦν ὁμιλεῖ μὲ πραότητα· —εἰς τοὺς ἐπιμένοντας νὰ τὸν ἶδουν ἀμέσως λέγει νὰ ἐπιστρέψουν ἀργότερα.—Διὰ τὰς ὑποθέσεις του δὲν φανερώνει τίποτε, ἀλλὰ λέγει ὅτι δὲν ἔλαβε ἀκόμη ἀπόφασιν καὶ προσποιεῖται ὅτι δὲν εἶναι πολὺς καιρὸς ποὺ ἐπανῆλθε, ὅτι ἔφθασε ἀργά, ὅτι ἦτο ἀσθενής·—εἰς ἐκείνους ποὺ ζητοῦν δανεικὰ χρήματα ἢ ἔρανον [2] ... .— Ὅταν εἰς τὴν ἀγορὰν πωλῇ κάτι, λέγει ὅτι δὲν πωλεῖ· ὅταν δὲ πάλιν δὲν πωλεῖ, λέγει ὅτι πωλεῖ.
καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑωρακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι· καὶ τὰ μὲν σκέψεσθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δ' ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. — Ἂν ἤκουσε κάτι, προσποιεῖται ὅτι δὲν ἤκουσε, ἂν εἶδεν, ὅτι δὲν εἶδεν, ἂν ἐσυμφώνησε, λέγει ὅτι δὲν ἐνθυμεῖται.— Ἄλλοτε λέγει ὅτι θὰ σκεφθῇ, ἄλλοτε ὅτι δὲν γνωρίζει, ἄλλοτε ὅτι ἀπορεῖ, ἄλλοτε ὅτι καὶ αὐτός ἔκαμε αὐτὴν τὴν σκέψιν.
[6] καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι· Οὐ πιστεύω· Οὐχ ὑπολαμβάνω· Ἐκπλήττομαι· καὶ· Λέγεις αὐτὸν ἕτερον γεγονέναι· Καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄει· Παράδοξόν μοι τὸ πρᾶγμα· Ἄλλῳ τινὶ λέγε· Ὅπως δὲ σοὶ ἀπιστήσω ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι· Ἀλλ' ὅρα, μὴ σὺ θᾶττον πιστεύεις. [7] —Καὶ ἐν γένει εἶναι ἄνθρωπος ποὺ μεταχειρίζεται μὲ ἰδιαιτέραν τέχνην τὰς φράσεις· “δὲν πιστεύω”, “δὲν νομίζω”, “θαυμάζω”, “φαίνεται κατὰ τὰ λόγια σου ὅτι αὐτὸς ἤλλαξε πολὺ”, “καὶ ὅμως δὲν μοῦ παρέστησε ἔτσι τὸ πρᾶγμα”, “μοῦ φαίνεται παράδοξον”, “εἰς ἄλλον νὰ τὰ πῇς”, “εὑρίσκομαι εἰς ἀπορίαν πῶς νὰ μὴ σὲ πιστεύσω ἢ νὰ καταδικάσω ἐκεῖνον”, “πρόσεξε μήπως εἶσαι εὐκολόπιστος”.
       [Τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἔστι τῶν εἰρώνων. τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ ἀλλ' ἐπίβουλα φυλάττεσθαι μᾶλλον δεῖ ἢ τοὺς ἔχεις.]        Αὐτὴ εἶναι ἡ γλῶσσα καὶ τὰ κλωθογυρίσματα καὶ αἱ ἀντιλογίαι ποὺ εὑρίσκει κανεὶς εἰς τὸν εἴρωνα· ἀπὸ αὐτοὺς λοιπὸν τοὺς ὄχι ἁπλοὺς ἀλλὰ πονηροὺς χαρακτῆρας πρέπει νὰ προφυλάττεσαι περισσότερον παρ' ὅσον ἀπὸ τὰς ἐχίδνας [3].
  
ΚΟΛΑΚΕΙΑΣ
Β'
II
ΚΟΛΑΚΕΙΑΣ
       Τὴν δὲ κολακείαν ὑπολάβοι ἄν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι, τὸν δὲ κόλακα τοιοῦτόν τινα, [2] ὥστε ἅμα πορευόμενον εἰπεῖν· Ἐνθυμῇ, ὡς ἀποβλέπουσι πρὸς σὲ οἱ ἄνθρωποι; τοῦτο δὲ οὐθενὶ τῶν ἐν τῇ πόλει γίνεται πλὴν σοί· ηὐδοκίμεις χθὲς ἐν τῇ στοᾷ· πλειόνων γὰρ ἢ τριάκοντα ἀνθρώπων καθημένων καὶ ἐμπεσόντος λόγου, τίς εἴη βέλτιστος, ἀπ' αὐτοῦ ἀρξαμένους πάντας ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι. [3] καὶ ἅμα τοιαῦτα λέγων ἀπὸ τοῦ ἱματίου ἀφελεῖν κροκύδα, καὶ ἐάν τι πρὸς τὸ τρίχωμα [τῆς κεφαλῆς] ὑπὸ πνεύματος προσενεχθῇ ἄχυρον, καρφολογῆσαι, καὶ ἐπιγελάσας δὲ εἰπεῖν· Ὁρᾶς; ὅτι δυεῖν σοι ἡμερῶν οὐκ ἐντετύχηκα, πολιῶν ἔσχηκας τὸν πώγωνα μεστόν, καίπερ εἴ τις καὶ ἄλλος πρὸς τὰ ἔτη ἔχεις μέλαιναν τὴν τρίχα. [4] καὶ λέγοντος δὲ αὐτοῦ τι τοὺς ἄλλους σιωπᾶν κελεῦσαι καὶ ἐπαινέσαι δὲ ἀκούοντος, καὶ ἐπισημήνασθαι δέ, εἰ παύεται, Ὀρθῶς, καὶ σκώψαντι ψυχρῶς ἐπιγελάσαι τό τε ἱμάτιον ὦσαι εἰς τὸ στόμα ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν γέλωτα. [5] καὶ τοὺς ἀπαντῶντας ἐπιστῆναι κελεῦσαι, ἕως ἂν αὐτὸς παρέλθῃ. [6] καὶ τοῖς παιδίοις μῆλα καὶ ἀπίους πριάμενος εἰσενέγκας δοῦναι ὁρῶντος αὐτοῦ, καὶ φιλήσας δὲ εἰπεῖν· Χρηστοῦ πατρὸς νεόττια. [7] καὶ συνωνούμενος ἐπικρηπῖδας τὸν πόδα φῆσαι εἶναι εὐρυθμότερον τοῦ ὑποδήματος. [8] καὶ πορευομένου πρός τινα τῶν φίλων προδραμὼν εἰπεῖν ὅτι Πρὸς σὲ ἔρχεται, καὶ ἀναστρέψας ὅτι Προσήγγελκά σε. [9] ἀμέλει δὲ καὶ τὰ ἐκ <τῆς> γυναικείας ἀγορᾶς διακονῆσαι δυνατὸς ἀπνευστί. [10] καὶ τῶν ἑστιωμένων πρῶτος ἐπαινέσαι τὸν οἶνον καὶ παραμένων εἰπεῖν· Ὡς μαλακῶς ἐσθίεις, καὶ ἄρας τι τῶν ἀπὸ τῆς τραπέζης φῆσαι· Τουτὶ ἄρα ὡς χρηστόν ἐστι· καὶ ἐρωτῆσαι, μὴ ῥιγοῖ, καὶ εἰ ἐπιβάλλεσθαι βούλεται, καὶ εἴ τι περιστείλῃ αὐτόν, καὶ μὴν ταῦτα λέγων πρὸς τὸ οὖς προσκύπτων διαψιθυρίζειν· καὶ εἰς ἐκεῖνον ἀποβλέπων τοῖς ἄλλοις λαλεῖν. [11] καὶ τοῦ παιδὸς ἐν τῷ θεάτρῳ ἀφελόμενος τὰ προσκεφάλαια αὐτὸς ὑποστρῶσαι. [12] καὶ τὴν οἰκίαν φῆσαι εὖ ἠρχιτεκτονῆσθαι καὶ τὸν ἀγρὸν εὖ πεφυτεῦσθαι καὶ τὴν εἰκόνα ὁμοίαν εἶναι.        Τὴν κολακείαν ἠμπορεῖ κανεὶς νὰ τὴν θεωρήσῃ ὡς ἐξευτελιστικὴν συναναστροφὴν ποὺ ὠφελεῖ τὸν κόλακα [1]. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι αὐτὁς· ὅταν εὑρίσκεται εἰς περίπατον μὲ ἐκεῖνον ποὺ κολακεύει, τοῦ λέγει “παρατηρεῖς ὅτι ὅλος ὁ κόσμος ἔχει τὰ βλέμματά του ἐπάνω σου; τοῦτο εἰς κανένα ἄλλον ἀπὸ τοὺς πολίτας δὲν γίνεται.— Χθὲς εἰς τὴν (Ποικίλην) στοὰν [2] ἤκουσα νὰ σὲ ἐπαινοῦν· ἐκάθηντο ἐκεῖ περισσότεροι ἀπὸ 30 ἄνθρωποι· ὅταν δὲ συνέπεσε λόγος, ποῖος εἶναι ὁ καλύτερος τῶν πολιτῶν, ὅλοι, ἀφοῦ ἔκαμα ἐγω τὴν ἀρχήν, ἐσυμφώνησαν εἰς τὁ ὄνομά σου”· καὶ ἐνῷ λέγει αὐτά, ἀφαιρεῖ ἀπὸ τὸ ἐπανωφόρι του νημάτιον ἢ συλλέγει ἀπὸ τὸ γένειόν του κανὲν ἄχυρον ποὺ ἐφύσησεν ἐκεῖ ὁ ἀέρας καὶ γελώντας λέγει· “βλέπεις; δυὸ ἡμέρας δὲν σὲ συνήντησα καὶ ἐγέμισαν τὰ γένεια σου ἀπὸ λευκὰς τρίχας, ἂν καὶ σχετικῶς μὲ τὴν ἡλικίαν σου ἔχεις μαῦρα τὰ μαλλιὰ περισσότερον ἀπὸ κάθε ἄλλον”· —ὅταν ἐκεῖνος (ὁ κολακευόμενος) ὁμιλῇ, ὁ κόλαξ προστάζει ὅλους τοὺς ἄλλους νὰ σιωπήσουν·—ὅταν τραγουδῇ, τὸν ἐπαινεῖ καὶ κάθε φορὰν ποὺ θὰ σταματήσῃ, ἐπικροτεῖ φωνάζων “εὗγε!” — ἂν κάμῃ κανένα ἄνοστο χωρατό, γελᾷ καὶ σπρώχνει τὸ φόρεμα του εἰς τὸ στόμα του, διότι τάχα δὲν ἠμπορεῖ νὰ κρατήσῃ τὰ γέλια.— Ὅσους συναντᾷ εἰς τὸν δρόμον προστάζει νὰ σταματήσουν, ἕως ὅτου περάσῃ ὁ κύριος [3].— Ἀφοῦ ἀγοράσῃ μῆλα καὶ ἀπίδια διὰ τὰ τέκνα τοῦ προσώπου ποὺ κολακεύει, τὰ φέρει εἰς τὸ σπίτι, τὰ προσφέρει εἰς αὐτὰ ἐμπρός του καὶ ἀφοῦ τὰ φιλήσῃ λέγει· “πουλάκια ἀπὸ καλὸν πατερα”·—ὅταν ἀγοραζῃ μαζί του ὑποδήματα, λέγει ὅτι τὸ πόδι του εἶναι κανονικώτερον ἀπὸ τὸ ὑπόδημα· — ὅταν ἐκεῖνος (ὁ κολακευόμενος) πηγαίνῃ να ἐπισκεφθῇ φίλον του, ὁ κόλαξ τρέχει πρωτύτερα καὶ λέγει “εἰς τὸ σπίτι σου ἔρχεται”, ἔπειτα ἐπιστρέφει καὶ του λέγει “τὸν εἰδοποίησα”.—Ἐννοεῖται ὅτι ὁ κόλαξ εἶναι ἱκανὸς νὰ μεταφέρῃ καὶ ἐκ τῆς γυναικείας ἀγορᾶς [4] τὰ ἀγορασθέντα χωρὶς νὰ πάρῃ τὴν ἀναπνοήν του·— ἀπὸ τοὺς παρευρισκομένους εἰς εὐωχίαν πρῶτος ἐπαινεῖ τὸ κρασὶ καὶ λέγει εἰς τὸν κολακευόμενον “πόσον ἀνόρεκτα τρώγεις”, ἀφοῦ δὲ πάρῃ κάτι ἀπὸ τα εὑρισκόμενα εἰς τὸ τραπέζι, τὸ προσφέρει εἰς αὐτὸν καὶ λέγει “κοίταξε τὶ λαμπρὸ κομμάτι!”— τὸν ἐρωτᾷ μήπως κρυώνει καὶ ἂν θέλει νὰ τοῦ δώσῃ τὸ ἐπανωφόρι του, λέγοντας δὲ αὐτὰ τὸ παίρνει καὶ τὸ ρίπτει εἰς τοὺς ὤμους του· προσέτι σκύπτει καὶ ψιθυρίζει συχνὰ κάτι εἰς το αὐτί του· -ἔχει πάντοτε τὸ βλέμμα του καρφωμένο ἐπάνω του, ἀκόμα καὶ ὅταν ὁμιλῇ εἰς τοὺς ἄλλους·— εἰς τὸ θέατρον [5] παίρνει ἀπὸ τὸν δοῦλον τὰ προσκέφαλα καὶ τὰ στρώνει ὁ ἴδιος·— διὰ τὸ σπίτι τοῦ ἀνθρώπου ποὺ κολακεύει λέγει ὅτι ἔχει ὡραῖον ἀρχιτεκτονικὸν σχέδιον, διὰ τὸν κῆπον του ὅτι εἶναι ὡραῖα φυτευμένος καὶ διὰ τὴν εἰκόνα του ὅτι τοῦ ὁμοιάζει πάρα πολύ [6].
       [13] [καὶ τὸ κεφάλαιον τὸν κόλακα ἔστι θεάσασθαι πάντα καὶ λέγοντα καὶ πράττοντα, ᾧ χαριεῖσθαι ὑπολαμβάνει.] (Καὶ ἐν γένει ἠμπορεῖ νὰ ἴδῃ κανεὶς ὅτι ὁ κόλαξ λέγει καὶ κάμνει ὅλα ἐκεῖνα, μὲ τὰ ὁποῖα νομίζει ὅτι θὰ γίνῃ εὐχάριστος).
  
ΑΔΟΛΕΣΧΙΑΣ
Γ'
III
ΑΔΟΛΕΣΧΙΑΣ
       Ἡ δὲ ἀδολεσχία ἐστὶ μὲν διήγησις λόγων μακρῶν καὶ ἀπροβουλεύτων, ὁ δὲ ἀδολέσχης τοιοῦτός ἐστιν, [2] οἷος, ὃν μὴ γινώσκει, τούτῳ παρακαθεζόμενος πλησίον πρῶτον μὲν τῆς αὑτοῦ γυναικὸς εἰπεῖν ἐγκώμιον· εἶτα ὃ τῆς νυκτὸς εἶδεν ἐνύπνιον, τοῦτο διηγήσασθαι· εἶθ' ὧν εἶχεν ἐπὶ τῷ δείπνῳ, τὰ καθ' ἕκαστα διεξελθεῖν. [3] εἶτα δὴ προχωροῦντος τοῦ πράγματος λέγειν, ὡς πολὺ πονηρότεροί εἰσιν οἱ νῦν ἄνθρωποι τῶν ἀρχαίων, καὶ ὡς ἄξιοι γεγόνασιν οἱ πυροὶ ἐν τῇ ἀγορᾷ, καὶ ὡς πολλοὶ ἐπιδημοῦσι ξένοι, καὶ τὴν θάλατταν ἐκ Διονυσίων πλόϊμον εἶναι, καὶ εἰ ποιήσειεν ὁ Ζεὺς ὕδωρ πλεῖον, τὰ ἐν τῇ γῇ βελτίω ἔσεσθαι, καὶ ὃ ἀγρὸν εἰς νέωτα γεωργήσει, καὶ ὡς χαλεπόν ἐστι τὸ ζῆν, καὶ ὡς Δάμιππος μυστηρίοις μεγίστην δᾷδα ἔστησεν, καὶ πόσοι εἰσὶ κίονες τοῦ Ὠιδείου, καὶ Χθὲς ἤμεσα, καὶ Τίς ἐστιν ἡμέρα τήμερον; [4] κἂν ὑπομένῃ τις αὐτόν, μὴ ἀφίστασθαι, [καὶ] ὡς Βοηδρομιῶνος μέν ἐστι τὰ μυστήρια, Πυανοψιῶνος δὲ τἀπατούρια, Ποσιδεῶνος δὲ [τὰ] κατ' ἀγροὺς Διονύσια. [5]        Ἀδολεσχία εἶναι ἡ μανία νὰ λέγῃ κανεὶς πολλὰ καὶ ἀπερίσκεπτα [1]. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ ἀδολέσχης. Καθίζει κοντὰ εἰς ἄγνωστον πρὁσωπον καὶ ἀρχίζει πρῶτον νὰ ἐγκωμιάζῃ τὴν γυναῖκά του, ἔπειτα τοῦ διηγεῖται τὸ ὄνειρον ποὺ εἶδε τὴν προηγουμένην νύκτα, κατόπιν περιγράφει τὸ δεῖπνόν του καὶ ἀναφέρει ἕνα ἕνα τὰ φαγητὰ ποὺ εἶχεν εἰς τὸ τραπέζι του, ἔπειτα ἀπὸ λόγο σὲ λόγο λέγει ὅτι οἱ σημερινοὶ ἄνθρωποι εἶναι περισσότερον πονηροὶ ἀπὸ τοὺς παλαιούς, ὅτι τὸ σιτάρι εἰς τὴν ἀγοραν εἶναι ἀκριβό, ὅτι πολλοὶ ξένοι εὑρίσκονται εἰς τὴν πόλιν, ὅτι μετὰ τὰ Διονύσια [2] εἶναι πλεύσιμος ἡ θάλασσα [3], ὅτι, ἂν βρέξῃ περισσότερον, θὰ γίνουν τὰ σπαρτὰ καλύτερα, ὅτι τὸν ἐρχόμενον χρόνο θὰ καλλιεργήσῃ τὸν ἀγρόν του, ὅτι ἡ ζωὴ κατήντησε δύσκολος, ὅτι ὁ Δάμιππος κατὰ τὰ μυστήρια [4] ἤναψε μεγίστην λαμπάδα· — προσέτι ἀναφέρει πόσαι εἶναι αἱ στῆλαι τοῦ ᾨδείου [5] καὶ ὅτι τὸν μῆνα Βοηδρομιῶνα τελοῦνται τὰ (Ἐλευσίνια) μυστήρια, τὸν Πυανοψιῶνα τὰ Ἀπατούρια [6], τὸν Ποσιδεῶνα τὰ κατ' ἀγροὺς Διονύσια· καὶ (ἐξακολουθεῖ) “χθὲς πῆρα ἐμετικόν” [7], “τί ἡμέρα εἶναι σήμερα;” καὶ ἂν κανεὶς ὑποφέρῃ τὴν φλυαρίαν του εἶναι ἱκανὸς νὰ μὴ ξεκολλήσῃ ἀπὸ κοντά του.
       [Παρασείσαντα δὴ δεῖ τοὺς τοιούτους τῶν ἀνθρώπων καὶ διαράμενον ἀπαλλάττεσθαι, ὅστις ἀπύρευτος βούλεται εἶναι· ἔργον γὰρ συναρκεῖσθαι τοῖς μήτε σχολὴν μήτε σπουδὴν διαγινώσκουσιν.]        (Πρέπει λοιπὸν νὰ φεύγῃ κανεὶς μὲ τα τέσσαρα [8] μακρυὰ ἀπὸ τοιούτους ἀνθρώπους, ἂν δὲν θέλῃ νὰ πάθῃ πυρετόν διότι δὲν εἶναι εὔκολον πρᾶγμα νὰ ὑποφέρῃ τὴν συναναστροφὴν ἀνθρώπων ποὺ δὲν διακρίνουν πότε ἔχεις ἐργασίαν καὶ πότε καιρὸν διαθέσιμον).
 
ΑΓΡΟΙΚΙΑΣ
Δ'
IV
ΑΓΡΟΙΚΙΑΣ
       Ἡ δὲ ἀγροικία δόξειεν ἂν εἶναι ἀμαθία ἀσχήμων, ὁ δὲ ἄγροικος τοιοῦτός τις, [2] οἷος κυκεῶνα πιὼν εἰς ἐκκλησίαν πορεύεσθαι. [3] καὶ τὸ μύρον φάσκειν οὐδὲν τοῦ θύμου ἥδιον ὄζειν. [4] καὶ μείζω τοῦ ποδὸς τὰ ὑποδήματα φορεῖν. [5] καὶ μεγάλῃ τῇ φωνῇ λαλεῖν. [6] καὶ τοῖς μὲν φίλοις καὶ οἰκείοις ἀπιστεῖν, πρὸς δὲ τοὺς αὑτοῦ οἰκέτας ἀνακοινοῦσθαι περὶ τῶν μεγίστων, καὶ τοῖς παρ' αὐτῷ ἐργαζομένοις μισθωτοῖς ἐν ἀγρῷ πάντα τὰ ἀπὸ τῆς ἐκκλησίας διηγεῖσθαι. [7] καὶ ἀναβεβλημένος ἄνω τοῦ γόνατος καθιζάνειν, ὥστε τὰ γυμνὰ αὐτοῦ φαίνεσθαι. [8] καὶ ἐπ' ἄλλῳ μὲν μηδενὶ <μήτε ἐφίστασθαι> μήτε ἐκπλήττεσθαι ἐν ταῖς ὁδοῖς, ὅταν δὲ ἴδῃ βοῦν ἢ ὄνον ἢ τράγον, ἑστηκὼς θεωρεῖν. [9] καὶ προαιρῶν δέ τι ἐκ τοῦ ταμιείου δεινὸς φαγεῖν, καὶ ζωρότερον πιεῖν. [10] καὶ τὴν σιτοποιὸν πειρῶν λαθεῖν, κᾆτ' ἀλέσαι μετ' αὐτῆς τοῖς ἔνδον πᾶσι καὶ αὑτῷ τὰ ἐπιτήδεια. [11] καὶ ἀριστῶν δὲ ἅμα τοῖς ὑποζυγίοις ἐμβαλεῖν. [12] καὶ τὴν θύραν ὑπακοῦσαι αὐτός, καὶ τὸν κύνα προσκαλεσάμενος καὶ ἐπιλαβόμενος τοῦ ῥύγχους εἰπεῖν· Οὗτος φυλάττει τὸ χωρίον καὶ τὴν οἰκίαν. [13] καὶ τὸ ἀργύριον δὲ παρά του λαβὼν ἀποδοκιμάζειν, λίαν γὰρ λέγων λεπτὸν [Duport: λεπρὸν, Foss: λυπρὸν] εἶναι, καὶ ἕτερον ἅμα ἀλλάττεσθαι. [14] καὶ εἰ τὸ ἄροτρον ἔχρησεν ἢ κόφινον ἢ δρέπανον ἢ θύλακον, [ἀπαιτῆσαι] ταῦτα τῆς νυκτὸς κατὰ ἀγρυπνίαν ἀναμιμνησκόμενος. [15] καὶ εἰς ἄστυ καταβαίνων ἐρωτῆσαι τὸν ἀπαντῶντα, πόσου ἦσαν αἱ διφθέραι καὶ τὸ τάριχος καὶ εἰ τήμερον [ὁ ἀγὼν] νουμηνίαν ἄγει, καὶ εἰπεῖν εὐθὺς ὅτι βούλεται καταβὰς ἀποκείρασθαι καὶ ἐν βαλανείῳ δὲ ᾆσαι καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλους ἐγκροῦσαι καὶ τῆς αὐτῆς ὁδοῦ παριὼν κομίσασθαι παρ' Ἀρχίου τοῦ ταρίχους. καὶ ἐν βαλανείῳ δὲ ᾆσαι· καὶ εἰς τὰ ὑποδήματα δὲ ἥλους ἐγκροῦσθαι.        Ἡ ἀγροικία [1] ἠμπορεῖ νὰ φανῇ ὅτι εἶναι χονδροειδὴς ἄγνοια τῶν καλῶν τρόπων. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ ἀγροῖκος. Πρὶν νὰ ὑπάγῃ εἰς τὴν ἐκκλησίαν τοῦ δήμου πίνει κυκεῶνα [2] καὶ <ὅταν οἱ παρακαθήμενοι ἐκεῖ στενοχωροῦνται διὰ τὴν ὀσμήν>, λέγει εἱς αὐτοὺς ὅτι δὲν ὑπάρχει καλύτερο μυρωδικὸ ἀπὸ τὸ θυμάρι· — φορεῖ ὑποδήματα μεγαλύτερα ἀπὸ τὰ πόδια του· — ὁμιλεῖ πολὺ δυνατά· — ἐνῷ δὲν πιστεύει εἰς φίλους καὶ ἰδικούς του, ἀνακοινώνει εἰς δούλους του τὰς σπουδαιοτέρας ὑποθέσεις του·-διηγεῖται εἰς τοὺς μισθωτοὺς ποὺ ἐργάζονται εἰς τὸν ἀγρόν του ὅλα, ὅσα ἤκουσεν εἰς τὴν ἐκκλησίαν τοῦ δήμου·— ὅταν κάθεται, σηκώνει τὸ φόρεμά του ὑψηλότερα ἀπὸ τὰ γόνατα, ὥστε φαίνονται τὰ ἀπόκρυφα μέλη του·— εἰς τὸν δρόμον, ἐνῷ τίποτε δὲν προκαλεῖ τὸν θαυμασμόν του οὔτε τοῦ προξενεῖ ἐντύπωσιν, ὅταν ἴδῃ βόδι ἢ ὄνον ἢ τράγον στέκει καὶ τὰ παρατηρεῖ. — Παίρνει κρυφὰ ἀπὸ τὴν ἀποθήκην τῶν τροφίμων κάτι καὶ τὸ τρώγει <ἐπὶ τόπου>· —πίνει κρασὶ χωρὶς νερό·— ἐρωτοτροπεῖ κρυφὰ μὲ τὴν ἀρτοποιόν, ἔπειτα τὴν βοηθεῖ νὰ ἑτοιμάσῃ τὰ ἀναγκαῖα τρόφιμα διὰ τὸν ἑαυτόν του καὶ ὅλους τοὺς σπιτικούς·— ἐνῷ προγευματίζει δίδει συγχρόνως χόρτον εἰς τὰ κτήνη του·— ὅταν κτυποῦν τὴν θύραν, ἀνοίγει ὁ ὶδιος, συγχρόνως δὲ ἀφοῦ καλέσῃ τὸν σκύλον κρατεῖ αὐτὸν ἀπὸ τὸ ρύγχος καὶ λέγει “αὐτὸς φυλάττει τὸ σπίτι καὶ τὁ χωράφι μου [3]”. — ὅταν λαμβάνῃ χρήματα ἀπὸ ὀφειλέτην δὲν τὰ δέχεται, διότι, λέγει, εἶναι πάρα πολὺ λεπτά, καὶ ζητεῖ νὰ τὰ ἀλλάξουν— ἂν δανείσῃ εἰς κάποιον τὸ ἄροτρόν του ἢ κοφίνι ἢ δρεπάνι ἢ σάκκον καὶ τὸ ἐνθυμηθῇ τὴν νύκτα, δὲν ἠμπορεῖ νὰ κοιμηθῇ καὶ σηκώνεται διὰ νὰ τὰ ζητήσῃ· ὅταν καταβαίνῃ εἰς τὴν πόλιν ἐρωτᾷ τὸν πρῶτον ποὺ συναντᾷ πόσο κοστίζουν τὰ δέρματα καὶ τὰ παστὰ καὶ ἂν σήμερον ὁ ἄρχων τελῇ τὴν ἑορτὴν τῆς νέας Σελήνης· ἔπειτα προσθέτει ὅτι, ὅταν καταβῇ εἰς τὴν πόλιν, θὰ κουρευθῇ καὶ ὅτι περνώντας ἀπὸ τὸ παντοπωλεῖον τοῦ Ἀρχίου, ποὺ εἶναι εἰς τὸν δρόμον του, θὰ ἀγοράσῃ τὰ παστά· — μέσα εἰς τό λουτρὸν τραγουδεῖ· — εἰς τὰ ὑποδήματά του ἔχει καρφιά.
   
ΑΡΕΣΚΕΙΑΣ
Ε'
V
ΑΡΕΣΚΕΙΑΣ
       Ἡ δὲ ἀρέσκειά ἐστι μέν, ὡς ὅρῳ περιλαβεῖν, ἔντευξις οὐκ ἐπὶ τῷ βελτίστῳ ἡδονῆς παρασκευαστική, ὁ δὲ ἄρεσκος ἀμέλει τοιοῦτός τις, [2] οἷος πόρρωθεν προσαγορεύσας καὶ ἄνδρα κράτιστον εἰπὼν καὶ θαυμάσας ἱκανῶς, ἀμφοτέραις ταῖς χερσὶ λαβόμενος μὴ ἀφιέναι καὶ μικρὸν ἔτι προπέμψας καὶ ἐρωτήσας, πότε αὐτὸν ὄψεται, ἐπαινῶν ἀπαλλάττεσθαι. [3] καὶ παρακληθεὶς δὲ πρὸς δίαιταν μὴ μόνον ᾧ πάρεστι βούλεσθαι ἀρέσκειν, ἀλλὰ καὶ τῷ ἀντιδίκῳ, ἵνα κοινός τις εἶναι δοκῇ. [4] καὶ τοὺς ξένους δὲ εἰπεῖν ὡς δικαιότερα λέγουσι τῶν πολιτῶν. [5] καὶ κεκλημένος δὲ ἐπὶ δεῖπνον κελεῦσαι καλέσαι τὰ παιδία τὸν ἑστιῶντα, καὶ εἰσιόντα φῆσαι σύκου ὁμοιότερα εἶναι τῷ πατρί, καὶ προσαγόμενος φιλῆσαι καὶ παρ' αὑτὸν καθίστασθαι, καὶ τοῖς μὲν συμπαίζειν αὐτὸς λέγων· Ἀσκός, πέλεκυς, τὰ δὲ ἐπὶ τῆς γαστρὸς ἐᾶν καθεύδειν ἅμα θλιβόμενος.        Ἡ ἀρέσκεια εἶναι, ἂν θέλῃ τις νὰ τὴν ὁρίσῃ, συνάντησις ἱκανὴ νὰ προξενήσῃ εὐχαρίστησιν ἀλλ' ὄχι μὲ εἰλικρίνειαν [1]. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ ἄρεσκος. Ὅταν ἴδῃ ἀπὸ μακρὰν ἕνα πρόσωπον, τὸ χαιρετᾷ μὲ τὸ ὄνομά του, τὸ ἐγκωμιάζει, τοῦ κάμνει ἀρκετὰς φιλοφρονήσεις, τὸ κρατεῖ μὲ τὰ δύο χέρια χωρὶς νὰ τὸ ἀφήνῃ καὶ, ἀφοῦ τὸ συνοδεύσῃ ὀλίγον καὶ τὸ ἐρωτήσῃ πότε θὰ τὸ ξαναδῇ, τὸ ἀφήνει τέλος ἐπαινώντας το ἀκόμη μίαν φοράν— ὅταν προσκληθῇ ὡς διαιτητής [2], προσπαθεῖ νὰ ἀρέσῃ ὄχι μόνον εἰς ἐκεῖνον ποὺ ἀντιπροσωπεύει ἀλλὰ καὶ εἰς τὸν ἀντίδικον, διὰ νὰ φανῇ ἀμερόληπτος·— εἰς τοὺς ξένους λέγει ὅτι ἔχουν περισσότερον δίκαιον ἀπὸ τοὺς συμπολίτας του·— ὅταν προσκληθῇ εἰς δεῖπνον, παρακαλεῖ τὸν οἰκοδεσπότην νὰ καλέσῃ τὰ τέκνα του [3], καὶ ὅταν εἰσέλθουν λέγει ὅτι εἶναι ἀπαράλλακτα μὲ τὸν πατέρα των (ὁμοιάζουν σὰν σῦκο μὲ σῦκο)· ἀφοῦ δὲ τὰ σύρῃ κοντά του, τὰ φιλεῖ καὶ τὰ τοποθετεῖ στὸ πλάγι του καὶ μὲ ἄλλα μὲν συμπαίζει λέγων 'ἀσκὸς ἢ πέλεκυς' [4], ἄλλα δὲ ἀφήνει νὰ κοιμηθοῦν ἐπάνω εἰς τὴν κοιλίαν του, ἂν καὶ πιέζεται [5].
   
ΑΠΟΝΟΙΑΣ
ΣΤ'
VI
ΑΠΟΝΟΙΑΣ
       Ἡ δὲ ἀπόνοιά ἐστιν ὑπομονὴ αἰσχρῶν ἔργων καὶ λόγων, ὁ δὲ ἀπονενοημένος τοιοῦτός τις, [2] οἷος ὀμόσαι ταχύ, κακῶς ἀκοῦσαι, λοιδορηθῆναι δυναμένοις, τῷ ἤθει ἀγοραῖός τις καὶ ἀνασεσυρμένος καὶ παντοποιός. [3] ἀμέλει δυνατὸς καὶ ὀρχεῖσθαι νήφων τὸν κόρδακα κοὐ προσωπεῖον ἔχων ἐν κωμαστικῷ χορῷ. [4] καὶ ἐν θαύμασι δὲ τοὺς χαλκοῦς ἐκλέγειν καθ' ἕκαστον παριὼν καὶ μάχεσθαι τούτοις τοῖς τὸ σύμβολον φέρουσι καὶ προῖκα θεωρεῖν ἀξιοῦσι. [5] δεινὸς δὲ καὶ πανδοκεῦσαι καὶ πορνοβοσκῆσαι καὶ τελωνῆσαι καὶ μηδεμίαν αἰσχρὰν ἐργασίαν ἀποδοκιμάσαι, ἀλλὰ κηρύττειν, μαγειρεύειν, κυβεύειν. [6] τὴν μητέρα μὴ τρέφειν, ἀπάγεσθαι κλοπῆς, τὸ δεσμωτήριον πλείω χρόνον οἰκεῖν ἢ τὴν αὑτοῦ οἰκίαν. [7] καὶ τούτων ἂν εἶναι δόξειε τῶν περιισταμένων τοὺς ὄχλους καὶ προσκαλούντων, μεγάλῃ τῇ φωνῇ καὶ παρερρωγυίᾳ λοιδορουμένων καὶ διαλεγομένων πρὸς αὐτούς, καὶ μεταξὺ οἱ μὲν προσίασιν, οἱ δὲ ἀπίασι πρὶν ἀκοῦσαι αὐτοῦ, ἀλλὰ τοῖς μὲν τὴν ἀρχήν, τοῖς δὲ συλλαβήν, τοῖς δὲ μέρος τοῦ πράγματος λέγει, οὐκ ἄλλως θεωρεῖσθαι ἀξιῶν τὴν ἀπόνοιαν αὐτοῦ, ἢ ὅταν ᾖ πανήγυρις. [8] ἱκανὸς δὲ καὶ δίκας τὰς μὲν φεύγειν, τὰς δὲ διώκειν, τὰς δὲ ἐξόμνυσθαι, ταῖς δὲ παρεῖναι ἔχων ἐχῖνον ἐν τῷ προκολπίῳ καὶ ὁρμαθοὺς γραμματιδίων ἐν ταῖς χερσίν. [9] οὐκ ἀποδοκιμάζει δὲ οὐδ' ἅμα πολλῶν ἀγοραίων στρατηγεῖν καὶ εὐθὺς τούτοις δανείζειν καὶ τῆς δραχμῆς τόκον τρία ἡμιωβόλια τῆς ἡμέρας πράττεσθαι καὶ ἐφοδεύειν τὰ μαγειρεῖα, τὰ ἰχθυοπώλια, τὰ ταριχοπώλια, καὶ τοὺς τόκους ἀπὸ τοῦ ἐμπολήματος εἰς τὴν γνάθον ἐκλέγειν. [10]        Ἡ ἀπόνοια εἶναι ἀνοχὴ αἰσχρῶν ἔργων καὶ λόγων. Ὁ ἄνθρωπος μὲ τοιοῦτον χαρακτῆρα [1] ἠμπορεῖ νὰ ὁρκισθῇ γρήγορα, νὰ κακολογηθῇ, νὰ ὑβρισθῇ, εἶναι χυδαῖος κατὰ τοὺς τρόπους καὶ ἀδιάντροπος καὶ ἱκανὸς δι' ὅλα·— δύναται νὰ χορεύσῃ καὶ τὸν κόρδακα [2] ἀμέθυστος καὶ χωρὶς προσωπεῖον εἰς κωμικὸν χορόν·— εἰς θεάματα ταχυδακτυλουργικὰ συλλέγει τὰ νομίσματα περιφερόμενος ἀπὸ τοὺς θεατὰς καὶ φιλονικεῖ μὲ ἐκείνους, ποὺ δὲν ἔχουν εἰσιτήριον καὶ ζητοῦν νὰ βλέπουν δωρεάν·— εἶναι ἰκανὸς νὰ γίνῃ καὶ ξενοδόχος [3] καὶ πορνοβοσκὸς καὶ τελώνης [4] καὶ καμμίαν αἰσχρὰν ἐργασίαν νὰ μὴ ἀποδοκιμάσῃ, ἀλλὰ καὶ αὐτὸ τὸ ἐπάγγελμα τοῦ κήρυκος [5], τοῦ μαγείρου [6], τοῦ χαρτοπαίκτου [7] νὰ ἐξασκήσῃ·— ἀφήνει τὴν μητέρα του νὰ ἀποθάνῃ ἀπὸ τὴν πεῖναν [8]·— καταμηνύεται εἰς τὸ δικαστήριον ὡς κλέπτης καὶ μένει περισσότερον καιρὸν εἰς τὴν φυλακὴν παρὰ εἰς τὸ σπίτι του·— ἠμπορεῖ νὰ θεωρηθῇ ἕνας ἀπὸ ἐκείνους ποὺ καλοῦν τὰ πλήθη γύρω των καὶ μὲ φωνὴν μεγάλην καὶ βραχνὴν ὑβρίζουν τοὺς διαβάτας καὶ συζητοῦν μαζί των, καὶ ἐν τῷ μεταξὺ ἄλλοι μὲν προσέρχονται, ἄλλοι δὲ ἀναχωροῦν πρὶν νὰ τὸν ἀκούσουν· ἀλλὰ εἰς ἄλλους μὲν λέγει τὴν ἀρχήν, εἰς ἄλλους τὸ σύνολον, εἰς ἄλλους μέρος τῆς ὑποθέσεως, διότι κρίνει ὀρθὸν νὰ ἐπιδεικνύῃ τὴν ἀδιαντροπίαν του μόνον ὅταν εἶναι πανήγυρις (συναγερμός)·— εἶναι ἀκόμη ἱκανὸς νὰ ἔχῃ δίκας πολλὰς εἰς τὸ δικαστήριον, ἄλλοτε ὡς κατηγορούμενος ἄλλοτε ὡς κατήγορος, καὶ ἄλλοτε μὲν νὰ διαφεύγῃ ἀρνούμενος μὲ ὅρκον ὅτι γνωρίζει τι, ἄλλοτε δὲ νὰ παρίσταται κρατῶν εἰς τὸν κόλπον του ἐχῖνον [9] καὶ δέσμας δικογράφων εἰς τὰς χεῖράς του·— εὑρίσκει ὀρθὸν καὶ τὸ νὰ εἶναι ἀρχηγὸς πολλῶν ἀνθρώπων τῆς ἀγορᾶς (χυδαίων) καὶ προθύμως νὰ τοὺς δανείζῃ καὶ νὰ λαμβάνῃ ἀπὸ αὐτοὺς τόκον τρία ἡμιωβόλια [10] διὰ κάθε δραχμὴν τὴν ἡμεραν·— ἐπιθεωρεῖ καθημέραν τὰ μαγειρεῖα, τὰ ἰχθυοπωλεῖα, τὰ ταριχοπωλεῖα [11] καὶ τοὺς τόκους ποὺ εἰσπράττει ἀπὸ τὸ ἐμπόρευμα αὐτὸ τοὺς θέτει εἰς τὸ στόμα του [12].
       [Ἐργώδεις δέ εἰσιν οἱ τὸ στόμα εὔλυτον ἔχοντες πρὸς λοιδορίαν καὶ φθεγγόμενοι μεγάλῃ τῇ φωνῇ, ὡς συνηχεῖν αὐτοῖς τὴν ἀγορὰν καὶ τὰ ἐργαστήρια.]        (Εἶναι πολὺ ὀχληροὶ) ἐκεῖνοι ποὺ ἔχουν τὴν γλῶσσαν εὐκίνητον εἰς ὕβρεις καὶ φωνάζουν τόσον δυνατά, ὥστε νὰ ἀντηχοῦν ἡ ἀγορὰ καὶ τὰ ἐργαστήρια ).
   
   
ΛΑΛΙΑΣ
Ζ'
VII
ΛΑΛΙΑΣ
       Ἡ δὲ λαλιά, εἴ τις αὐτὴν ὁρίζεσθαι βούλοιτο, εἶναι ἂν δόξειεν ἀκρασία τοῦ λόγου, ὁ δὲ λάλος τοιοῦτός τις, [2] οἷος τῷ ἐντυγχάνοντι εἰπεῖν, ἂν ὁτιοῦν πρὸς αὐτὸν φθέγξηται, ὅτι οὐθὲν λέγει καὶ ὅτι αὐτὸς πάντα οἶδεν καὶ, ἂν ἀκούῃ αὐτοῦ, μαθήσεται· καὶ μεταξὺ δὲ ἀποκρινομένῳ ἐπιβάλλειν εἴπας· Σὺ μὴ ἐπιλάθῃ, ὃ μέλλεις λέγειν, καὶ Εὖ γε, ὅτι με ὑπέμνησας, καὶ Τὸ λαλεῖν ὡς χρήσιμόν που, καὶ Ὃ παρέλιπον, καὶ Ταχύ γε συνῆκας τὸ πρᾶγμα, καὶ Πάλαι σε παρετήρουν, εἰ ἐπὶ τὸ αὐτὸ ἐμοὶ κατενεχθήσῃ· καὶ ἑτέρας ἀρχὰς τοιαύτας πορίσασθαι, ὥστε μηδὲ ἀναπνεῦσαι τὸν ἐντυγχάνοντα. [3] καὶ ὅταν γε τοὺς καθ' ἕνα ἀπογυμνώσῃ, δεινὸς καὶ ἐπὶ τοὺς ἀθρόους [καὶ] συνεστηκότας πορευθῆναι καὶ φυγεῖν ποιῆσαι μεταξὺ χρηματίζοντας. [4] καὶ εἰς τὰ διδασκαλεῖα δὲ καὶ εἰς τὰς παλαίστρας εἰσιὼν κωλύειν τοὺς παῖδας προμανθάνειν· τοσαῦτα καὶ προσλαλεῖν τοῖς παιδοτρίβαις καὶ διδασκάλοις. [5] καὶ τοὺς ἀπιέναι φάσκοντας δεινὸς προπέμψαι καὶ ἀποκαταστῆσαι εἰς τὴν οἰκίαν. [6] καὶ πυθόμενος [τὰ ἀπὸ] τῆς ἐκκλησίας ἀπαγγέλλειν, προσδιηγήσασθαι δὲ καὶ τὴν ἐπ' Ἀριστοφῶντος τότε γενομένην τῶν ῥητόρων μάχην [καὶ τὴν Λακεδαιμονίοις ὑπὸ Λυσάνδρου], καὶ οὕς ποτε λόγους αὐτὸς εἴπας εὐδοκίμησεν ἐν τῷ δήμῳ, καὶ κατὰ τῶν πληθῶν γε ἅμα διηγούμενος κατηγορίαν παρεμβαλεῖν, ὥστε τοὺς ἀκούοντας ἤτοι ἐπιλαθέσθαι ἢ νυστάξαι ἢ μεταξὺ καταλιπόντας ἀπαλλάττεσθαι. [7] καὶ συνδικάζων δὲ κωλῦσαι κρῖναι καὶ συνθεωρῶν θεάσασθαι καὶ συνδειπνῶν φαγεῖν λέγων, ὅτι χαλεπὸν τῷ λάλῳ ἐστὶ σιωπᾶν, καὶ ὡς ἐν ὑγρῷ ἐστιν ἡ γλῶττα, καὶ ὅτι οὐκ ἂν σιωπήσειεν, οὐδ' εἰ τῶν χελιδόνων δόξειεν εἶναι λαλίστερος. [8] καὶ σκωπτόμενος ὑπομεῖναι καὶ ὑπὸ τῶν αὑτοῦ παιδίων, ὅταν αὐτὸν ἤδη καθεύδειν βουλόμενα κελεύῃ λέγειν· Τάτα, λαλεῖν τι ἡμῖν, ὅπως ἂν ἡμᾶς ὕπνος λάβῃ.          Ἡ λαλιά [1], ἂν ἤθελε κανεὶς νὰ τὴν ὁρίσῃ, εἶναι ἀκράτεια λόγου (λογοδιάρροια ). Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι ὁ λάλος· ὅ,τιδήποτε νὰ τοῦ εἴπῃ ἐκεῖνος ποὺ συναντᾷ εἰς τὸν δρόμον, λέγει ἀμέσως “σὺ δὲν λέγεις τίποτε· ἐγὼ τὰ γνωρίζω ὅλα καὶ ἂν μὲ ἀκούσῃς θὰ μάθῃς”· ἂν ἐν τῷ μεταξὺ ἐκεῖνος ἀποκριθῇ τι, τὸν διακόπτει καὶ προσθέτει “σὺ μὴ λησμονῇς ἐκεῖνο ποὺ θὰ εἴπῃς” καὶ “καλὰ ἔκαμες καὶ μοῦ τὸ ἐνθύμισες” καὶ “πόσον βέβαια ὠφέλιμον εἶναι νὰ ὁμιλῇ κανεὶς” καὶ “αὐτὸ μὲ διέφυγε” καὶ “γρήγορα βέβαια κατάλαβες τὴν ὑπὁθεσιν” καὶ “τὸ περίμενα ὅτι θὰ καταλήξῃς εἰς τὸ αὐτὸ συμπέρασμα μὲ ἐμέ”· καὶ ἄλλας τοιαύτας αἰτίας εὑρίσκει, ὥστε ἐκεῖνος ποὺ ὁμιλεῖ μαζί του νὰ μὴ λάβῃ καιρὸν οὔτε νὰ ἀναπνεύσῃ. Καὶ ἀφοῦ ἔτσι καταπονέσῃ ἄτομα, εἶναι ἱκανὸς νὰ στραφῇ καὶ εἰς ὁμάδας καὶ νὰ ἀναγκάσῃ νὰ τραποῦν εἰς φυγὴν ἀνθρώπους ποὺ συνῆλθον νὰ συζητήσουν διὰ τὰς ὑποθέσεις των·— εἰσέρχεται εἰς τὰ διδασκαλεῖα καὶ εἰς τὰς παλαίστρας [2], καὶ ἐμποδίζει τὴν πρόοδον τῶν μαθητῶν· τόσον πολὺ ὁμιλεῖ μὲ τοὺς γυμναστὰς καὶ τοὺς διδασκάλους των.— Ἂν μερικοὶ εἴπουν ὅτι θὰ ἀναχωρήσουν δι' ἐργασίαν των, εἶναι ἰκανὸς νὰ τοὺς ἀκολουθήσῃ καὶ τοὺς συνοδεύσῃ ἕως εἰς τὰ σπίτια των· εἰς ἐκείνους ποὺ ἐρωτοῦν νὰ μάθουν, τί συνέβη εἰς τὴν ἐκκλησίαν τοῦ δήμου, δὲν περιορίζεται μόνον εἰς αὐτό, ἀλλὰ προσθέτει καὶ τὴν λογομαχίαν τῶν ρητόρων [3] ποὺ ἔγινε ἐπὶ τοῦ ἄρχοντος Ἀριστοφῶντος καὶ ... — καὶ τοὺς λόγους ποὺ αὐτὸς ἐξεφώνησε ποτε ἐνώπιον τοῦ δήμου καὶ ἐχειροκροτήθη· ἐνῷ δὲ διηγεῖται, παρεμβάλλει καὶ ὕβρεις κατὰ τοῦ πλήθους, ὥστε οἱ ἀκροαταὶ ἢ λησμονοῦν τοὺς λόγους του ἢ νυστάζουν ἢ τὸν ἀφήνουν καὶ φεύγουν·— ὅταν εἶναι μὲ ἄλλους δικαστὰς τοὺς ἐμποδίζει (μὲ τὴν φλυαρίαν τοὐ νὰ κρίνουν— ὅταν εὑρίσκεται μαζί μὲ ἄλλους εἰς τὸ θέατρον, τοὺς ἐμποδίζει νὰ βλέπουν καὶ ὅταν συντρώγει μὲ ἄλλους τοὺς ἐμποδίζει νὰ φάγουν, λέγων ὅτι εἶναι δύσκολον εἰς τὸν λάλον νὰ σιωπᾷ καὶ ὅτι ἡ γλῶσσα εἶναι εὐκίνητος (σὰν τὸ ψάρι στὸ νερό), καὶ ὅτι δὲν ἠμπορεῖ νὰ σιωπήσῃ καὶ ἂν ἀκόμη φανῇ ὅτι εἶναι περισσότερον λάλος παρὰ τὰ χελιδόνια· — ὑπομένει μάλιστα καὶ τὰ πειράγματα αὐτῶν τῶν παιδιῶν του, ποὺ ὅταν θέλουν νὰ κοιμηθοῦν τοῦ λέγουν “πάππα, πές μας κάτι, γιὰ νὰ μᾶς πάρῃ ὁ ὕπνος”.
   
   
ΛΟΓΟΠΟΙΙΑΣ
Η'
VIII
ΛΟΓΟΠΟΙΙΑΣ
       Ἡ δὲ λογοποιία ἐστὶ σύνθεσις ψευδῶν λόγων καὶ πράξεων, ὧν [πιστεύεσθαι] βούλεται ὁ λογοποιῶν, ὁ δὲ λογοποιὸς τοιοῦτός τις, [2] οἷος ἀπαντήσας τῷ φίλῳ εὐθὺς καταβαλὼν τὸ ἦθος καὶ μειδιάσας ἐρωτῆσαι· Πόθεν σύ; καὶ Λέγεις τι; [τί] καὶ πῶς; Ἔχεις περὶ τοῦδε εἰπεῖν καινόν; καὶ ὡς ἐπιβαλὼν ἐρωτᾶν· Μὴ λέγεταί τι καινότερον; καὶ μὴν ἀγαθά γέ ἐστι τὰ λεγόμενα. [3] καὶ οὐκ ἐάσας ἀποκρίνασθαι εἰπεῖν· Τί λέγεις; οὐθὲν ἀκήκοας; δοκῶ μοί σε εὐωχήσειν καινῶν λόγων. [4] καὶ ἔστιν αὐτῷ ἢ στρατιώτης [τις] ἢ παῖς Ἀστείου τοῦ αὐλητοῦ ἢ Λύκων ὁ ἐργολάβος παραγεγονὼς ἐξ αὐτῆς τῆς μάχης, οὗ φασιν ἀκηκοέναι· αἱ μὲν οὖν ἀναφοραὶ τῶν λόγων τοιαῦταί εἰσιν αὐτοῦ, ὧν οὐθεὶς ἂν ἔχοι ἐπιλαβέσθαι. [5] διηγεῖται δὲ τούτους φάσκων λέγειν, ὡς Πολυπέρχων καὶ ὁ βασιλεὺς μάχῃ νενίκηκε, καὶ Κάσανδρος ἐζώγρηται. [6] καὶ ἂν εἴπῃ τις αὐτῷ, Σὺ δὲ ταῦτα πιστεύεις; φήσει, τὸ πρᾶγμα βοᾶσθαι γὰρ ἐν τῇ πόλει, καὶ τὸν λόγον ἐπεντείνειν, καὶ πάντας συμφωνεῖν, ταὐτὰ γὰρ λέγειν περὶ τῆς μάχης, καὶ πολὺν τὸν ζωμὸν γεγονέναι. [7] εἶναι δ' ἑαυτῷ καὶ σημεῖον τὰ πρόσωπα τῶν ἐν τοῖς πράγμασιν· ὁρᾶν γὰρ αὐτῶν πάντων μεταβεβληκότα. λέγει δ', ὡς καὶ παρακήκοε παρὰ τούτοις κρυπτόμενόν τινα ἐν οἰκίᾳ, ἤδη πέμπτην ἡμέραν ἥκοντα ἐκ Μακεδονίας, ὃς πάντα ταῦτα οἶδε. [8] καὶ πάντα διεξιὼν πῶς οἴεσθε πιθανῶς σχετλιάζει λέγων· Δυστυχὴς Κάσανδρος· ὢ ταλαίπωρος· ἐνθυμῇ τὸ τῆς τύχης; ἄλλ<ως> οὖν ἰσχυρὸς γενόμενος· [9] καὶ Δεῖ δ' αὐτόν σε μόνον εἰδέναι. πᾶσι δὲ τοῖς ἐν τῇ πόλει προσδεδράμηκε λέγων. [10]        Ἡ λογοποιία [1] εἶναι διήγησις πλαστῶν λόγων καὶ πράξεων ποὺ ὁ λογοποιὸς θέλει νὰ τὰς κάμῃ πιστευτάς. Ἰδοὺ δὲ τί λογῆς ἄνθρωπος εἶναι αὐτός· ὅταν συναντήσῃ τὸν φίλον του, ἀφήνει ἀμέσως τὸ σοβαρὸν ὕφος καὶ μὲ χαμόγελο ἐρωτᾷ “ἀπὸ ποῦ ἔρχεσαι;” καὶ “τί λέγεις;” καὶ “πῶς δὲν γνωρίζεις τίποτε διὰ τὰ νέα τῆς ἡμέρας;” καὶ χωρὶς νὰ περιμένῃ ἀπάντησιν ἐξακολουθεῖ “μήπως λέγουν τίποτε νεώτερον; καὶ ὅμως καλὰ βεβαίως εἶναι τὰ λεγόμενα”· καὶ χωρὶς νὰ τὸν ἀφήσῃ νὰ ἀποκριθῇ, προσθέτει “πῶς δὲν ἤκουσες τίποτε; λοιπὸν θὰ σὲ χορτάσω μὲ σπουδαῖα νέα, πιστεύω”· καὶ τότε λέγει ὅτι τὰ ἔχει ἀκούσει ἀπὸ ἕνα στρατιώτην ἢ ἀπὸ τὸν δοῦλον τοῦ αὐλητοῦ Ἀστείου ἢ ἀπὸ τὸν ἐργολάβον Λύκωνα [2], ποὺ ἔχουν ἐπιστρέψει ἀπὸ τὴν μάχην· ἐκεῖνοι λοιπὸν εἰς τοὺς ὁποίους ἀναφέρονται οἱ λόγοι του εἶναι τοιοῦτοι, ποὺ δὲν ἠμπορεῖ κανεὶς νὰ ἐξακριβώσῃ τὴν ἀλήθειαν. Διηγεῖται λοιπόν, κατὰ τὴν μαρτυρίαν των, ὅτι ὁ Πολυπέρχων [3] καὶ ὁ βασιλεὺς ἔχουν νικήσει καὶ ὅτι ὁ Κάσσανδρος ἔχει συλληφθῆ αἰχμάλωτος· καὶ ἂν κανεὶς τὸν ἐρωτήσῃ “σὺ δὲ τὰ πιστεύεις;” θὰ ἀπαντήσῃ “τὸ πρᾶγμα εἶναι φανερόν, διότι τὸ συζητοῦν μεγαλοφώνως εἰς ὅλην τὴν πόλιν καὶ ὅτι ἡ φήμη διαδίδεται καὶ ὅλοι εἶναι σύμφωνοι, διότι δίδουν τὰς ἰδίας λεπτομερείας περὶ τῆς μάχης καὶ ὅτι ἔχει γίνει μεγάλη αἱματοχυσία. Ἀπόδειξις, λέγει, εἶναι καὶ τὰ πρόσωπα τῶν ἀρχόντων, διότι τὰ βλέπει ὅλων ἀλλαγμένα· προσθέτει δὲ ὅτι ἤκουσε κρυφὰ πὼς ἔχουν κρύψει εἰς ἕνα σπίτι κάποιον ποὺ ἦλθε πρὸ πέντε ἡμερῶν ἀπὸ τὴν Μακεδονίαν καὶ αὐτὸς τὰ γνωρίζει ὅλα· καὶ ἐνῷ τὰ διηγεῖται μὲ ὅσον τὸ δυνατὸν πειστικὸν τρόπον, ἐλεεινολογεῖ καὶ λέγει “δυστυχῆ, ταλαίπωρε Κάσσανδρε, συλλογίζεσαι τὴν μεταβολὴν τῆς τύχης; ἀλλ' ὅμως (συνελήφθη) ἀφοῦ ὑπῆρξε γενναῖος”· “αὐτὰ ποὺ σοῦ λέγω” λέγει εἰς τὸν φίλον του “πρέπει νὰ τὰ γνωρίζῃς μόνος”, ἀλλὰ εὐθὺς τρέχει καὶ τὰ διαδίδει εἰς ὅλην τὴν πόλιν.
       [Τῶν τοιούτων ἀνθρώπων τεθαύμακα, τί ποτε βούλονται λογοποιοῦντες· οὐ γὰρ μόνον ψεύδονται, ἀλλὰ καὶ [ἀ]λυσιτελῶς ἀπαλλάττουσι. [11] πολλάκις γὰρ αὐτῶν οἱ μὲν ἐν τοῖς βαλανείοις περιστάσεις ποιούμενοι τὰ ἱμάτια ἀποβεβλήκασιν, οἱ δ' [ἐν] τῇ στοᾷ πεζομαχίᾳ καὶ ναυμαχίᾳ νικῶντες ἐρήμους δίκας ὠφλήκασιν. [12] εἰσὶ δ' οἳ καὶ πόλεις τῷ λόγῳ κατὰ κράτος αἱροῦντες παρεδειπνήθησαν. [13] πάνυ δὴ ταλαίπωρον αὐτῶν ἐστι τὸ ἐπιτήδευμα. ποία γὰρ οὐ στοά, ποῖον δὲ ἐργαστήριον, ποῖον δὲ μέρος τῆς ἀγορᾶς, [οὗ] οὐ διημερεύουσιν ἀπαυδᾶν ποιοῦντες τοὺς ἀκούοντας. [14] οὕτως καὶ καταπονοῦσι ταῖς ψευδολογίαις.]        (Θαυμάζω διὰ τοὺς τοιούτους ἀνθρώπους, τί ἆρά γε ἐπιζητοῦν καὶ πλάττουν ψευδεῖς εἰδήσεις· διότι ὄχι μόνον ψεύδονται, ἀλλὰ καὶ δὲν κερδίζουν τίποτε. Πολλάκις μάλιστα ἄλλοι μὲν ἀπὸ αὐτούς, ἐνῷ συναθροίζουν πολλοὺς γύρω των εἰς τὸ λουτρόν, χάνουν τὰ φορέματά των [4], ἄλλοι δέ, ἐνῷ νικοῦν μάχας κατὰ ξηρὰν καὶ κατὰ θάλασσαν εἰς τὴν Στοάν, καταδικάζονται ἐρήμην εἰς τὸ δικαστήριον, ἄλλοι πάλιν, ἐνῷ μὲ τὰ λόγια κυριεύουν κατὰ κράτος πόλεις, ἔχασαν τὸ δεῖπνόν των. Εἶναι πραγματικῶς πάρα πολὺ ἐλεεινὸν τὸ ἐπάγγελμά των διότι ποία στοὰ καὶ ποῖον ἐργαστήριον καὶ ποῖον μέρος της ἀγορᾶς ὑπάρχει, ὅπου δὲν περνοῦν ὅλην τὴν ἡμέραν των ἐνοχλοῦντες τοὺς ἀκροατάς των; τόσον πολὺ κουράζουν μὲ τὰς ψευδολογίας των).-
 
[Αρχή Σελίδας]
 
 
ΣΗΜΕΙΩΣΕΙΣ
[Οἱ ἐντὸς τοῦ κειμένου ἀριθμοὶ ἀντιστοιχοῦν πρὸς τοὺς ἀριθμοὺς τῶν ἑρμηνευτικῶν σημειώσεων.]


       [1] Τὸ προοίμιον τοῦτο, ὡς εἴπομεν ἤδη (ἴδε εἰσαγωγήν), δὲν προέρχεται ἐξ αὐτοῦ του Θεοφράστου. Οἱ κυριώτεροι λόγοι κατὰ τῆς γνησιότητός του εἶναι οἱ ἑπόμενοι· 1) Πῶς εἶναι δυνατὸν ὁ πολυμαθέστατος καὶ ὀξυδερκὴς μαθητὴς τοῦ Ἀριστοτέλους νὰ διατυπώσῃ τὴν γνώμην, ὅτι ἡ Ἑλλὰς εὑρίσκεται ὑπὸ τὸ αὐτὸ κλῖμα καὶ ὅτι ὅλοι οἱ Ἕλληνες λαμβάνουν τὴν αὐτὴν ἀνατροφήν; 2) Ὁ Διογένης Λαέρτιος λέγει, ὅτι ὁ Θεόφραστος ἀπέθανεν εἰς ἡλικίαν 85 ἐτῶν, ἐνῷ εἰς τὸ προοίμιον ἀναφέρεται ὅτι ἦτο 99. 3) Ὁ Θεόφραστος τοῦ προοιμίου γράφων πρὸς τὸν φίλον του Πολυκλῆ λέγει, ὅτι συνέγραψε τοὺς χαρακτῆρας ὡς ὑπομνήματα διὰ τοὺς υἱούς των, ἐνῷ ὁ πραγματικὸς Θεόφραστος εἶναι γνωστὸν ὅτι ἦτο ἄγαμος. 4) Εἰς τὸ προοίμιον γίνεται λόγος περὶ ἀγαθῶν καὶ φαύλων χαρακτήρων, ἐνῷ τὸ ἔργον τοῦ Θεοφράστου περιέχει μόνον φαύλους. 5) Τὸ ὕφος του προοιμίου διαφέρει καὶ κατὰ τὸ λεκτικὸν καὶ κατὰ τὴν σύνταξιν τοῦ γνωστοῦ ὕφους τοῦ Θεοφράστου.

       Ὡς πρὸς τὸν χρόνον κατὰ τὸν ὁποῖον συνετάχθη τὸ προοίμιον διαφωνοῦν οἱ κριτικοί· τινὲς παραδέχονται ὅτι ἐγράφη κατὰ τὸν τρίτον αἰῶνα μ.Χ. ὑπό τινος γραμματικοῦ τῆς Ἀλεξανδρείας, ἄλλοι δε ὑπὸ βυζαντινοῦ κατὰ τὸν ἕκτον αἰῶνα μ.Χ.

Ι

       [1]. Ὁ ὁρισμὸς τοῦ Θεοφράστου στηρίζεται ἐπὶ τοῦ ὁρισμοῦ τοῦ Ἀριστοτέλους, ὁ ὁποῖος ἔχει ὡς ἐξῆς· “ἡ μεσότης ἀλήθεια λεγέσθω· ἡ δὲ προσποίησις ἐπὶ μὲν τὸ μεῖζον ἀλαζονεία, ἐπὶ δὲ τὸ ἔλαττον εἰρωνεία” (Ἠθικ. Νικ. Β, 7, 12) καὶ “ὁ μὲν γὰρ ἐπὶ τὰ χείρω καθ' ἑαυτοῦ ψευδόμενος μὴ ἀγνοῶν εἴρων, ὁ δὲ ἐπὶ τὰ βελτίω ἀλαζών” (Ἠθικ. Εὐδ. 37).

       Κατὰ τὸν ὁρισμόν λοιπὸν τοῦτον ἡ εἰρωνεία δὲν ὁμοιάζει μὲ τὴν λεγομένην Σωκρατικήν· ὁ εἴρων τοῦ Θεοφράστου εὐχαριστεῖται ἄλλα λέγων καὶ ἄλλα φρονῶν νὰ ἐμπαίζῃ τοὺς ἄλλους.

       [2]. Ἡ λέξις ἔρανος (ἐξ ἧς καὶ ρῆμα ἐρανίζω) σημαίνει· 1) συνεισφοράν, 2) δεῖπνον διὰ συνεισφορᾶς, 3) σύλλογον τοῦ ὁποίου τὰ μέλη καταβάλλουν ποσόν τι κατὰ μῆνα διὰ κοινὸν δεῖπνον, 4) σωματεῖον τοῦ ὁποίου τὰ μέλη συνεισφέρουν πρὸς βοήθειαν καὶ ὑποστήριξιν φίλου ποὺ δυστυχεῖ· τὴν βοήθειαν ὅμως ταύτην ὤφειλεν οὗτος νὰ ἀποδώση, ὅταν ἐβελτιοῦτο ἡ θέσις του, ἄλλως ἐτιμωρεῖτο δικαστικῶς, 5) συνεισφορὰν ὑπὲρ τῶν ἀναγκῶν τῆς πόλεως. Τὸ χωρίον τοῦτο παρουσιάζει εἰς τὰ χειρόγραφα χάσμα, τὸ ὁποῖον ὁ Naνarre συμπληροῖ ὡς ἐξῆς “καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας [λέγειν δοὺς ὅτι λαθεῖν βούλεται”, καὶ ἄλλοι ἄλλως.

       [3]. Ὁ ἐπίλογος ἐνταῦθα, ὡς καὶ εἰς ἄλλους τινὰς χαρακτῆρας, εἶναι προσθήκη μεταγενεστέρα καὶ ἀποδεικνύει, ὅτι οἱ Χαρακτῆρες τοῦ Θεοφράστου εἶχον εἰσαχθῆ κατὰ τὴν Βυζαντινὴν ἐποχὴν ὡς βιβλίον ἠθικῆς διδασκαλίας εἰς τὰ σχολεῖα.

ΙΙ

        [1]. Ὁ Ἀριστστέλης ὁρίζει τὴν κολακείαν ὡς ἑξῆς· “ἐν τῷ βίῳ ὁ μὲν ὡς δεῖ ἡδὺς ὢν φίλος καὶ ἡ μεσότης φιλία· ὁ δὲ ὑπερβάλλων, εἰ μὲν οὐδενὸς ἕνεκα ἄρεσκος, εἰ δ' ὠφελείας τῆς αὐτοῦ κόλαξ, ὁ δὲ ἐλλείπων καὶ ἐν πᾶσιν ἀήθης, δύσερίς τις καὶ δύσκολος (Ἠθικ. Νικ. Β. 7, 13). Συμφώνως λοιπὸν πρὸς τὸν ὁρισμὸν τοῦτον καὶ ὁ Θεόφραστος διακρίνει εἰς τὴν κολακείαν δύο τύπους, τὸν κόλακα, ποὺ ἀποβλέπει εἰς τὸ συμφέρον του, καὶ τὸν ἄρεσκον, ποὺ θέλει νὰ εὐχαριστῇ ὅλους.

       Οἱ κωμικοὶ ποιηταὶ πρὸ τοῦ Θεοφράστου εἶχον ἤδη εὶσαγάγει τὸν τύπον του κόλακος εἰς τὰ ἔργα των. Κατὰ τὁν 6ον αἰῶνα π.Χ. ὁ ποιητὴς Ἐπίχαρμος περιέγραφε ἕνα τοιοῦτον τύπον εἰς τὸ ἔργον του Ἐλπὶς ἢ Πλοῦτος· κατὰ τὸν 5ον αἰῶνα ὁ Εὔπολις παρέστησε κωμῳδίαν ὑπὸ τὸν τίτλον Κόλακες (421). Ὑπὸ τὸν τίτλον Κόλαξ ἔγραψεν ἐπίσης κωμῳδίαν ὁ Μένανδρος· ἀλλὰ κατὰ κόρον ἐχρησιμοποίησε τὸν χαρακτῆρα τοῦτον ἡ Μέση καὶ Νέα κωμῳδία. Φαίνεται ὅτι ὁ κόλαξ ἢ παράσιτος δὲν ἦτο φυτὸν σπάνιον εἰς τὰς αὐλὰς τῶν τυράννων καὶ τὰς οἰκίας τῶν πλουσίων.

       [2]. Εἰς τὰς Ἀθήνας ὑπῆρχον πολλαὶ στοαὶ, τῶν ὁποίων ἐπισημοτέρα ἦτο ἡ Ποικίλη, διότι οἱ τοῖχοι αὐτῆς ἐκαλύπτοντο μὲ εἰκόνας τῶν περιφημοτέρων ζωγράφων. Εἰς τὰς στοὰς συνηθροίζοντο οἱ ἄεργοι καὶ συνεζήτουν· εἰς δὲ τὴν Ποικίλην ἐδίδασκεν ὁ φιλόσοφος Ζήνων τοὺς μαθητάς του, διὰ τοῦτο οἱ ὀπαδοὶ τοῦ φιλοσοφικοῦ του συστήματος ὠνομάσθησαν Στωϊκοί.

       [3]. Οἱ δοῦλοι κατὰ τὴν ἀρχαίαν ἐποχὴν κατωνόμαζον τοὺς κυρίους των μὲ τὴν λέξιν αὐτὸς (=κύριος)· ὁμοίως οἱ μαθηταὶ τοῦ Πυθαγόρου ὁμιλοῦντες περὶ τοῦ διδασκάλου των ἔλεγον “αὐτὸς ἔφα”.

       [4]. Εἰς τὴν ἀγοράν, ὅπου ἐπωλοῦντο γυναικεῖα εἴδη, ἡ ἐμφάνισις ἀνδρὸς ἦτο ἀσυνήθης· ὁ κόλαξ ὅμως χάριν τῆς συζύγου τοῦ κολακευομένου μεταφέρει ὁ ἵδιος τὰ ἀγορασθέντα.

       [5]. Ἐπειδὴ τὰ καθίσματα τοῦ θεάτρου ἦσαν λίθινα, οἱ δοῦλοι τῶν πλουσίων ἔφερον ἐκεῖ προσκεφάλαια καὶ τὰ ἔστρωναν εἰς τὰς θέσεις τῶν κυρίων των.

       [6]. Οἱ ζωγράφοι κατεσκεύαζον συνήθως τὰς εἰκόνας ὡραιοτέρας ἀπὸ τὸ πρότυπον· ἐκ τούτου ἐξηγεῖται ἡ φιλοφρόνησις τοῦ κόλακος.

ΙΙΙ

       [1]. Ὁ Ἀριστοτέλης περὶ τοῦ χαρακτῆρος τούτου λέγει· “ἀδολέσχους λέγομεν τοὺς φιλομύθους καὶ διηγητικοὺς καὶ περὶ τῶν τυχόντων κατατρίβοντας την ἡμέραν” (Ἠθικ Νικ. Γ' 10,2)· ὁ Θεόφραστος διακρίνει τέσσαρα εἴδη φλυαρίας, τὴν ἀδολεσχίαν, τὴν λαλιάν, τὴν λογοποιΐαν καὶ τὴν κακολογίαν· ὁ ἀδολέσχης ἢ ἀδόλεσχος λέγει ὅ,τι τύχη καὶ ἀσυνάρτητα, ὁ λάλος νομίζει ὅτι εἶναι γνώστης ὅλων καὶ ὁμιλεῖ πολλά, ἀλλὰ μὲ κάποιον συνειρμόν, ὁ λογοποιὸς πλάττει καὶ διαδίδει ψευδεῖς εἰδήσεις καὶ ὁ κακολόγος ἀγαπᾷ νὰ κακολογῇ ὅλους. Ὁ Πλούταρχος εἰς τὸ ἔργον του “περὶ ἀδολεσχίας” ὀνομάζει ἀδολέσχους ὅλους τοὺς φλυάρους.

       [2]. Πρὸς τιμὴν τοῦ Διονύσου ἢ Βάκχου ὑπῆρχον εἰς τὰς Ἀθήνας πολλαὶ ἑορταί· αἱ ἐπισημότεραι ἦσαν τὰ μεγάλα Διονύσια ἢ τὰ ἐν ἄστει κατὰ τὸν μῆνα Ἐλαφηρολιῶνα (Μαρτ.—Ἀπριλ.) καὶ τὰ μικρὰ ἢ κατ' ἀγροὺς Διονύσια κατὰ τὸν μῆνα Ποσιδεῶνα (Δεκέμβ.—Ἰανουάρ.)

       [3]. Ἡ ναυσιπλοΐα διεκόπτετο κατὰ τοὺς μῆνας τοῦ χειμῶνος καὶ ἤρχιζε πάλιν περὶ τὰ τέλη τοῦ Φεβρουαρίου.

       [4]. Τὰ Ἐλευσίνια Μυστήρια ἐτελοῦντο πρὸς τιμὴν τῆς Δήμητρος κατὰ τὸν μῆνα Βοηδρομιῶνα (Σεπτ.—Ὀκτωβρ.) καὶ διήρκουν ἐννέα ἡμέρας· κατὰ τὴν πέμπτην ἡμέραν ἄνδρες καὶ γυναῖκες ἤναπτον τὴν νύκτα πρὸ τῶν θυρῶν λαμπάδας εἰς ἀνάμνησιν τῆς Δήμητρος, ἡ ὁποία κατὰ τὴν μυθολογίαν ἤναψε λαμπάδα ἀπὸ τὴν Αἴτναν πρὸς ἀναζήτησιν τῆς θυγατρός της Περσεφόνης ποὺ ἥρπασεν ὁ Πλούτων.

       [5]. Τὸ ᾨδεῖον ἦτο θέατρον κλειστὸν διὰ μουσικοὺς ἀγῶνας, τὸ ὁποῖον ἔκτισεν ὁ Περικλῆς. Ἦτο κυκλοτερὲς οἰκοδόμημα μὲ θόλον στηριζόμενον εἰς στήλας· λέγεται ὅτι κατεσκευάσθη κατα' ἀπομίμησιν τῆς σκηνῆς τοῦ Ξερξου.

       [6]. Τὰ Ἀπατούρια πρὸς τιμὴν τῆς Ἀθηνᾶς καὶ τοῦ Ἡφαίστου ἐτελοῦντο κατὰ τὸν μῆνα Πυανοψιῶνα (Ὀκτ.—Νοέμβρ.) καὶ ἦσαν ἑορτὴ οἰκογενειακὴ κατὰ τὴν ὁποίαν ἀντήλλασσον ἐπισκέψεις· διἥρκουν δὲ τρεῖς ἡμέρας ἐκ τῶν ὁποίων ἡ τρίτη ὠνομάζετο κουρεῶτις, διότι κατ' αὐτὴν οἱ πολῖται ἔκοπτον τὴν κόμην τῶν υἱῶν των, ἐὰν εἰσήρχοντο εἰς τὴν ἐφηβικὴν ἡλικίαν, καὶ ἀφιέρωνον αὐτὴν εἴς τινα θεὸν ἢ ἥρωα.

       [7]. Οἱ ἀρχαῖοι (ἰδίως χωρικοὶ) ἐλάμβανον ἐμετικὰ εἰς διαφόρους ἐποχὰς τοῦ ἔτους ὡς μέσον προφυλακτικόν, ὅπως καὶ σήμερον κατὰ τὸν Μάϊον πολλοὶ ὑφίστανται ἀφαιμάξεις (παίρνουν αἷμα ) διὰ τὸν αὐτὸν σκοπόν.

       [8]. Ἡ φράσις τοῦ ἀρχαίου κειμένου “παρασείσαντα καὶ.. . διαράμενον” (=ἀφοῦ κινήσῃ τὰ χέρια καὶ ἀνοίξῃ τὰ πόδια ) ἀντιστοιχεῖ, νομίζω, πρὸς τὴν σημερινὴν “τρέχω μὲ τὰ τέσσερα”.

IV

       [1]. Ὁ Ἀριστοτέλης θεωρεῖ ὡς μεσότητα, δηλ. ἀρετήν, τὴν εὐτραπελίαν, ὡς ἀκρότητας δέ, δηλ. ἐλαττωματα, τὴν βωμολοχίαν καὶ τὴν ἀγροκίαν· “περὶ δὲ τὸ ἡδὺ τὸ ἐν παιδιᾷ ὁ μὲν μέσος εὐτράπελος καὶ ἡ διάθεσις εὐτραπελία, ἡ δὲ ὑπερρολὴ βωμολοχία καὶ ὁ ἔχων βωμολόχος, ὁ δὲ ἐλλείπων ἀγροῖκός τις καὶ ἡ ἕξις ἀγροικία” (Ἠθικ. Νικ. Β', 7, 13). Ἀγροῖκος εἶναι 1) ὁ κατοικῶν εἰς τοὺς ἀγρούς, χωρικός, καὶ 2) ὁ ἀνάγωγος, χωριάτης· καὶ τὰς δύο ταύτας ἰδιότητας ἔχει ἐνταῦθα. Οἱ κωμικοὶ ποιηταὶ πολλάκις ἐχρησιμοποίησαν καὶ τὸ πρόσωπον τοῦ ἀγροίκου εἰς τὰ ἔργα των ὁ Ἀναξανδρίδης, Φιλήμων καὶ Μένανδρος ἔγραψαν κωμῳδίας ὑπὸ τὸν τίτλον Ἄγροικοι ἢ Ἀγροικος.

       [2]. Ὁ κυκεὼν (=μῖγμα, κρᾶμα ) ἦτο εἶδος ζωμοῦ ποὺ περιεῖχε διαφόρους οὐσίας (κρασὶ, μέλι, γάλα, κριθάλευρον, θυμάρι κλπ.)· τροφὴ πολὺ συνήθης καὶ ἀρεστὴ εἰς τοὺς χωρικοὺς τῆς Ἀττικῆς.

       [3]. Ἡ ἀγροικία εἰς τὴν σκηνὴν αὐτὴν φαίνεται ἐκ τῶν ἑττομένων· 1) πηγαίνει νὰ ἀνοίξῃ ὁ ἶδιος τὴν θύραν, ἐνῷ τοῦτο ἦτο ἔργον τῶν δούλων 2) ἔχει μαζί του καὶ τὸν σκύλον του 3) τὸν κρατεῖ ἀπὸ τὸ ρύγχος, χειρονομία χυδαία 4) πρῶτοι λόγοι του πρὸς τὸν ἐπισκέπτην ὁμοιάζουν μὲ ἀπειλήν.

V

       [1]. Ὁ ὁρισμὸς της ἀρεσκείας εἶναι ἐλλιπής· ὁ ἄρεσκος (=ὑποχρεωτικός, περιποιητικὸς) σχετίζεται μὲ τὸν κόλακα, ὡς φαίνεται εἰς τὸν ὁρισμὸν τῆς κολακείας (3).

       [2]. Δίαιτα λέγεται ἡ ἰδιωτικὴ δίκη, τὴν ὁποίαν ἐδίκαζον δύο ἐκλεγόμενοι ὑπὸ τῶν διαφερομένων καὶ λεγόμενοι διαιτηταί, μαζὶ τους δὲ καὶ τρίτος, ὁ ἐπιδιαιτητής· αἱ δίκαι αὐταὶ ἐγίνοντο συνήθως μέσα εἰς ναούς, αἱ δὲ ἀποφάσεις τῶν διαιτητῶν ἦσαν ἀνέκκλητοι. Οἱ διαιτηταὶ ἦσαν αἱρετοὶ καὶ κληρωτοί· οἱ πρῶτοι ἐχρησίμευον μᾶλλον ὡς διαλλακταί, οἱ δεύτεροι ἀπετέλουν ἕνα εἶδος πρωτοδικείου.

       [3]. Αἱ γυναῖκες καὶ τὰ παιδία δὲν παρευρίσκοντο εἰς τὸ δεῖπνον.

       [4]. Εἶναι ἀκόμη ἄλυτον πρόβλημα τί σημαίνουν ἐδῶ αἱ λέξεις ἀσκὸς — πέλεκυς. Ἀπὸ τὰς πολλὰς διορθώσεις καὶ ἑρμηνείας παραθέτω τὰς κυριωτέρας. Ὁ Casaubon, τὸν ὁποῖον ἀκολουθεῖ καὶ ὁ Fischer, ὑποθέτει ὅτι πρόκειται περὶ μικροσκοπικῶν ἀθυρμάτων τὰ ὁποῖα οἱ ἀρχαῖοι συνήθιζον, ὡς καὶ σήμερον συμβαίνει, νὰ κρεμοῦν ὡς περιδέραιον εἰς τὸν λαιμὸν τῶν μικρὼν παιδίων, καὶ ἐκ τῶν ὁποίων μερικὰ εἶχον τὸ σχῆμα ἀσκοῦ ἢ πελέκεως· Ὁ Groningen νομίζει ὅτι πρόκειται περὶ ὑποκοριστικῶν τῶν λέξεων ἄρτος καὶ πέλιξ (= ποτήριον), τὰς ὁποίας τὰ μικρὰ παιδιὰ εἰς τὴν γλῶσσάν των προφέρουν μὲ φθορὰν (ἄρτος - ἀρτίσκος - ἀσκὸς - ἄσκος) μεταχειρίζεται δὲ αὐτὰς καὶ ὁ ἄρεσκος παίζων μαζί των. Ὁ Σ. Κουγέας (Hermes XLI, 1906, p. 248) ἔχων ὑπ' ὅψιν τὰς φράσεις τῆς νέας Ἑλληνικῆς “πλέει σὰν ἀσκί” καὶ εἰρωνικῶς “πλέει σὰν τὸ τσικοῦρι” ἑρμηνεύει τὰς λέξεις ὡς ἑξῆς· ὁ ἄρεσκος σηκώνει τὸ παιδὶ ὑψηλὰ καὶ ὑποκρινόμενος ὅτι τὸ εὑρίσκει ἐλαφρὸν λέγει “ἀσκός”, ἔπειτα τὸ καταβιβάζει καὶ ὑποκρινόμενος πάλιν ὅτι τὸ εὑρίσκει βαρὺ προσθέτει “πέλεκυς”. Τὸ πιθανώτερον εἶναι ὅτι πρόκειται περὶ παιδιᾶς ποὺ ἔπαιζον τὰ μικρὰ παιδία μὲ τὰ χέρια, ὡς συμβαίνει καὶ σήμερον, μιμεῖται δὲ αὐτὴν καὶ ὁ ἄρεσκος.

       [5]. Τὰ χειρόγραφα ἔχουν καὶ συνέχειαν ἡ ὁποία δὲν ἁρμόζει εἰς τὸν χαρακτῆρα τοῦτον καὶ ὀρθῶς μετετέθη ὑπὸ τῶν ἐκδοτῶν εὶς τὸν Χαρακτῆρα μικροφιλοτιμίας (21).

VI

       [1]. Ὁ ἔχων τὸν Χαρακτῆρα τοῦτον εἶναι ἀνόητος, ἀλόγιστος, ἀσυνείδητος, διὰ τοῦτο ἀνέχεται ὅλα τὰ αἰσχρά· ὁμοιάζει κάπως μὲ τὸν ἀναίσχυντον καὶ βδελυρόν, ἀλλ' ὁ μὲν ἀναίσχυντος ὠθεῖται εἰς τὰς αἰσχρὰς πράξεις ἕνεκα κέρδους, ὁ δὲ βδελυρὸς ἀπὸ κακὴν ἀνατροφήν, ἐνῷ ὁ ἀπονενοημένος εὑρίσκει εὐχαρίστησιν νὰ προσβάλῃ τὴν ἀξιοπρέπειάν του.

       [2]. Ὁ κόρδαξ ἦτο ἄσεμνος χορὸς τῆς κωμῳδίας, ὁ ὁποῖος εἰσήχθη καὶ εἰς τὰ συμπόσια, ἀλλ' ἐχορεύετο ἀπὸ τοὺς συμπότας μόνον εἰς κατάστασιν μέθης.

       [3]. Τὰ πανδοχεῖα (ξενῶνες), ὅπου κατέλυον ἄνθρωποι κατωτέρας κοινωνικῆς τάξεως, εἶχον κακὴν φήμην καὶ ἐθεωροῦντο μέρη διαφθορᾶς· “πάντα τὰ περὶ τὴν καπηλίαν καὶ ἐμπορίαν καὶ πανδοκείαν γένη διαβέβληται καὶ ἐν αἰσχροῖς γέγονεν ὀνείδεσι” (Πλάτ. Νομ. XI, 918d).

       [4]. Oἱ περισσότεροι φόροι εἰς τὰς Ἀθήνας κατεκυροῦντο κατ' ἔτος εἰς ἰδιῶτας, τοὺς τελώνας λεγομένους· οὗτοι ἕνεκα τῆς ἀδικίας των καὶ τῆς βίας, τὴν ὁποίαν ἐξήσκουν κατὰ τὴν εἴσπραξιν, περιεφρονοῦντο καὶ ἐμισοῦντο γενικῶς.

       [5]. Κήρυκες ὑπῆρχον διαφόρων κατηγοριῶν· ἐδῶ πρόκειται περὶ τῶν κηρύκων τῆς ἀγορᾶς ποὺ διεφήμιζον τὰ ἐμπορεύματα μὲ τὴν ἠχηρὰν φωνήν των.

       [6]. Οἱ ἀρχαῖοι δὲν εἶχον μαγείρους· τὰ φαγητὰ παρεσκεύαζον αἱ γυναῖκες τοῦ σπιτιοῦ· ἐξ ἐπαγγέλματος μάγειροι ἐχρησιμοποιοῦντο μόνον εἰς ἐπίσημα γεύματα· ἀλλὰ κατὰ τὴν Ἀλεξανδρινὴν ἐποχὴν οἱ πλούσιοι ἤρχισαν νὰ προσλαμβάνουν μαγείρους· ὁ μάγειρος συνήθης τύπος τῆς μέσης κωμῳδίας παριστάνεται ὡς ἀπατεών, λαίμαργος καὶ κλέπτης.

       [7]. Τὸ πάθος τῆς κυβείας ἦτο πολὺ διαδεδομένον εἰς ὅλας τὰς τάξεις, διὰ τοῦτο καὶ πολλὰ κυβεῖα ὑπῆρχον. Ἡ μανία αὐτὴ ἔδωσε ἀφορμὴν καὶ ὕλην εἰς τὴν μέσην κωμῳδίαν· κωμῳδίαι τινὲς ἔφερον τὸν τίτλον κυβευταί.

       [8]. Ἡ ἐγκατάλειψις τῶν γονέων ἐθεωρεῖτο ἔγκλημα καὶ ἐτιμωρεῖτο διὰ νόμου τοῦ Σόλωνος.

       [9]. Ὁ ἐχῖνος ἦτο θήκη ποὺ εἶχε τὴν μορφὴν τοῦ γνωστοῦ ζῴου· μέσα εἰς αὐτὴν ἔθεταν μαρτυρίας καὶ ἄλλα δικαστικὰ ἔγγραφα, τὰ ὁποῖα ἐσφράγιζον καὶ κατέθεταν εἰς τὸ δικαστήριον διὰ νὰ χρησιμοποιηθοῦν κατὰ τὴν δίκην.

       [10]. Δηλαδὴ 25 %, ἐνῷ ὁ νόμιμος τόκος εἰς τὰς Ἀθήνας ἦτο 16-18%.

       [11]. Ἦτο συνήθεια τῶν μικροπωλητῶν, τὴν ὁποίαν συχνὰ ἀναφέρουν οἱ κωμικοὶ ποιηταί, νὰ θέτουν εἰς τὸ στόμα των μικρὰ νομίσματα· ἡ συνήθεια αὕτη παρατηρεῖται καὶ σήμερον ἀκόμη.

       [12]. Τὰ μαγειρεῖα, ἰχθυοπωλεῖα, ταριχοπωλεῖα ἦσαν μέρη ὅπου ἐσύχναζον ἄνθρωποι κατωτέρας κοινωνικῆς τάξεως.

VII

       [1]. Ἡ λαλιὰ διαφέρει τῆς ἀδολεσχίας κατὰ ποιόν ὄχι κατὰ ποσόν. Ὁ λάλος λέγει πολλά, ἀλλ' ὑπάρχει κάποιος συνειρμὸς εἰς τοὺς λόγους του, ἐνῷ ὁ ἀδολέσχης εἶναι ἀσυνάρτητος (ἴδε ὁρισμὸν ἀδολεσχίας 3).

       [2]. Φαίνεται ὅτι κατὰ τὴν ἐποχὴν τοῦ Θεοφράστου δὲν ἴσχυε ὁ νόμος τοῦ Σόλωνος ποὺ ἀπηγόρευε μὲ ποινὴν θανάτου τὴν εἴσοδον εἰς τὰ γυμναστήρια καὶ διδασκαλεῖα.

       [3]. Ταῦτα ἀναφέρονται εἰς τὴν δίκην περὶ Στεφάνου ἐπὶ ἄρχοντος Ἀριστοφῶντος 330 π.Χ. Οἱ ρήτορες λοιπόν, περὶ τῶν ὁποίων γίνεται λόγος, εἶναι ὁ Δημοσθένης καὶ ὁ Αἰσχίνης. Εἰς τὴν ἑπομένην ἐλλιπῆ φράσιν φαίνεται ὅτι πρόκειται περὶ τῆς περιφήμου ἐκκλησίας τοῦ δήμου, ὅτε ὑπὸ τὴν πίεσιν τοῦ Λυσάνδρου οἱ Ἀθηναῖοι ἐδέχθησαν τὴν ὁλιγαρχίαν τῶν 30 τυράννων. Ὁ Κοραῆς ὅμως νομίζει, ὅτι πρόκειται περὶ τῆς μάχης μεταξὺ Λακεδαιμονίων ὑπὸ τὴν ἀρχηγίαν τοῦ Ἄγιδος καὶ τῶν Μακεδόνων ὑπὸ τὴν ἀρχηγίαν τοῦ Ἀντιπάτρου ἐπὶ ἄρχοντος Ἀριστοφῶντος. Τὸ πιθανώτερον εἶναι, ὅτι δὲν ἀναφέρονται εἰς πραγματικὴν μάχην ἀλλὰ εἰς λογομαχίαν ρητόρων.

 
 

VIII

       [1]. Ἡ λέξις λογοποιὸς σημαίνει ἐπὶ καλοῦ τὸν ἱστοριογράφον, λογογράφον, ἐπὶ κακοῦ δὲ ἄνθρωπον ποὺ πλάττει καὶ διαδίδει ψευδεῖς εἰδήσεις καὶ σχετίζεται μὲ τὸν ἀδολέσχην, τοῦ ὁποίου ἴδε τὸν ὁρισμὸν (3). Οἱ λογοποιοὶ φαίνεται ὅτι εἶχον εἰς τὰς Ἀθήνας κατάλληλον ἔδαφος πρὸς ἀνάπτυξιν τοῦ χαρακτῆρός των. Ὁ Ἀριστοφάνης (Ἱππεῖς 1262) ὀνομάζει αὐτὰς Κεχηναίων πόλιν, ὁ δε Δημοσθένης περιγράφει τοιούτους λογοποιοὺς εἰς τὸν Α' Φιλιππικὸν (49) λέγων· “ἡμων δὲ οἱ μὲν περιιόντες μετὰ Λακεδαιμονίων φασὶ Φίλιππον πράττειν τὴν Θηβαίων κατάλυσιν καὶ τὰς πολιτείας διασπᾶν, οἱ δὲ ὡς πρέσβεις πέπομφεν ὡς βασιλέα, οἱ δὲ ἐν Ἰλλυριοῖς πόλεις τειχίζειν, οἱ δὲ — λόγους πλάττοντες περιερχόμεθα— ἀνοητότατοι γάρ εἰσιν οἱ λογοποιοῦντες”. Ἡ τάσις αὕτη τῶν Ἀθηναίων ἐξηκολούθει καὶ κατὰ τοὺς μεταγενεστέρους χρόνους, ὡς φαίνεται ἐκ τῶν Πράξεων τῶν Ἀποστόλων (XVII, 21) “Ἀθηναῖοι δὲ πάντες εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον”

       [2]. Αὐλητὴς τοῦ στρατοῦ ἦτο ὁ συνοδεύων μὲ τὸν αὐλὸν τὰς ἱεροτελεστίας πρὸ καὶ μετὰ τὴν μάχην. Οἱ Λακεδαιμόνιοι μόνον ἐχρησιμοποίουν αὐλητὰς καὶ διὰ τὰ στρατιωτικὰ ἐμβατήρια κατὰ τὰς ἐξόδους. Ἐργολάβος δὲ ὁ προμηθεύων διάφορα στρατιωτικὰ εἴδη ἢ ἀναλαμβάνων τὴν κατασκευὴν διαφόρων ἔργων κατὰ τὰς πολιορκίας.

       [3]. Ὁ Πολυπέρχων, στρατηγὸς τοῦ Μ. Ἀλεξάνδρου καὶ διοικητὴς τῆς Μακεδονίας μετὰ τὸν Ἀντίπατρον, περιῆλθεν εἰς πόλεμον πρὸς τὸν Κάσσανδρον, υἱὸν τοῦ Ἀντιπάτρου, ἐπὶ 10 ἔτη (319-309 π.Χ.). Ἐκ τῶν τριῶν βασιλέων ποὺ κατεῖχον κατ' ὄνομα μόνον τὸν θρόνον τῆς Μακεδονίας κατὰ τὴν περίοδον ταύτην, ἤτοι Ἀλεξάνδρου Δ', Ἡρακλέους υἱοῦ τοῦ Μ. Ἀλεξάνδρου, καὶ Φιλίππου Ἀρριδαίου, εἶναι δύσκολον νὰ ὁρισθῇ ποῖος ἦτο ὁ σύμμαχος τοῦ Πολυπέρχοντος· πιθανῶς πρόκειται περὶ τοῦ τελευταίου· ἡ ἀναφερομένη ἐδῶ μάχη ὑπὸ τοῦ λογοποιοῦ καὶ ἡ αἰχμαλωσία τοῦ Κασσάνδρου ἐννοεῖται ὅτι εἶναι πλασταί.

       [4]. Εἰς τὰ ἀποδυτήρια τῶν δημοσίων λουτρῶν ὑπῆρχον ὑπηρέται πρὸς φύλαξιν τῶν ἐνδυμάτων τῶν λουομένων, ἀλλ' ὅμως κλοπαὶ φορεμάτων ἐγίνοντο συχνότατα, ἂν καὶ αὐστηρότατα ἐτιμωροῦντο οἱ δρᾶσται, τοὺς ὁποίους ὠνόμαζον λωποδύτας (ἐκ τοῦ λῶπος = ἱμάτιον καὶ δύτης) δηλ. βουτηχτὰς ξένων φορεμάτων. Ἡ λέξις εἶναι καὶ σήμερον εὔχρηστος ἐπὶ τῶν ἀφαιρούντων ἐπιτηδείως ὄχι μόνον ἱμάτια ἀλλὰ καὶ βαλλάντια.— Χαρακτηριστικὸν εἶναι τὸ ἀνέκδοτον τοῦ φιλοσόφου Διογένους, ὁ ὁποῖος παρατηρήσας μίαν φορὰν κάποιον πρόσωπον ὕποπτον νὰ εἰσέρχεται εἰς τὸ ἀποδυτήριον τοῦ λουτροῦ τὸν ἠρώτησεν εἰρωνικῶς μὲ τὸ λογοπαίγνιον “ποῖ πορεύη; ἐπ' ἀλλειμμάτιον ἢ ἐπ' ἀλλ' ἱμάτιον;

[Αρχή Σελίδας]
 
 
·

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάιος 2001