<<<
>>>

Λουκιανοῦ

“Πῶς δεῖ ἱστορίαν συγγράφειν”

Μετάφραση Ἰωάννου Κονδυλάκη



 
 
 
 
 
 
 
 

 17. Εἰ δέ με δεῖ καὶ σοφοῦ ἀνδρὸς μνησθῆναι, τὸ μὲν ὄνομα ἐν ἀφανεῖ κείσθω, τὴν γνώμην δὲ ἐρῶ καὶ τὰ πρῴην ἐν Κορινθῳ συγγράμματα, κρείττω πάσης ἐλπίδος· [26] ἐν ἀρχῇ μὲν γὰρ εὐθὺς ἐν τῇ πρώτῃ τοῦ φροιμίου περιόδῳ συνηρώτησε τοὺς ἀναγινώσκοντας λόγον πάνσοφον δεῖξαι σπεύδων, ὡς μόνω ἂν τῶ σοφῶ πρέποι ἱστορίαν συγγράφειν. Εἶτα μετὰ μικρὸν ἄλλος συλλογισμός, εἶτα ἄλλος· καὶ ὅλως ἐν ἅπαντι σχήματι συνηρώτητο αὐτῷ τὸ προοίμιον. Τὸ τῆς κολακείας ἐς κόρον, καὶ τὰ ἐγκώμια φορτικὰ καὶ κομιδῇ βωμολοχικά, οὐκ ἀσυλλόγιστα μέντοι, ἀλλὰ συνηρωτημένα κἀκεῖνα.    17. Ἐὰν δὲ πρέπῃ ν᾽ ἀναφέρω καὶ ἕνα σοφὸν μεταξὺ τῶν σημερινῶν ἱστορικῶν, τὸ μὲν ὄνομά του ἂς ἀποσιωπήσωμεν· θὰ ὁμιλήσω δὲ μόνον περὶ τῶν ἰδεῶν καὶ τῶν ἔργων, τὰ ὁποῖα ἐπ᾽ ἐσχάτων συνέγραψεν εἰς τὴν Κόρινθον καὶ τὰ ὁποῖα ὑπερβαίνουν πᾶσαν προσδοκίαν. Εὐθὺς ἐν ἀρχῇ καὶ εἰς τὴν πρώτην περίοδον τοῦ προοιμίου του ἀπευθύνει πρὸς τοὺς ἀναγνώστας του σοφώτατον συλλογισμόν, μὲ τὸν ὁποῖον θέλει ν᾽ ἀποδείξῃ ὅτι μόνον εἰς φιλόσοφον ἁρμόζει νὰ γράφῃ ἱστορίαν. Ἀκολουθεῖ μετ᾽ ὀλίγον ἄλλος συλλογισμὸς καὶ ἔπειτα ἄλλος· καὶ ἐν γένει τὸ προοίμιόν του γέμει συλλογισμῶν παντὸς εἴδους· καὶ ἡ κολακεία εἶνε ἄφθονος εἰς τὸ ἔργον καὶ τὰ ἐγκώμια φορτικὰ καὶ πολὺ ταπεινά, ὄχι ὅμως ἀσυλλόγιστα, ἀλλὰ μὲ συλλογισμοὺς καὶ αὐτὰ.
Καὶ μὴν κἀκεῖνο φορτικὸν ἔδοξέ μοι καὶ ἥκιστα σοφῷ ἀνδρὶ καὶ πώγωνι πολιῷ καὶ βαθεῖ πρέπον, τὸ ἐν τῷ προοιμίῳ εἰπεῖν, ὡς ἐξαίρετον τοῦτο ἕξει ὁ ἡμέτερος ἄρχων, οὗ γε τὰς πράξεις καὶ φιλόσοφοι ἤδη συγγράφειν ἀξιοῦσι· τὸ γὰρ τοιοῦτον, εἴπερ ἄρα, ἡμῖν ἔδει καταλιπεῖν λογίζεσθαι ἢ αὐτὸν εἰπεῖν.      Ἀλλ᾽ ὅ,τι μοῦ ἐφάνη ἄτοπον καὶ πολὺ ὀλίγον ἁρμόζον εἰς ἄνδρα σοφὸν καὶ μὲ γενειάδα μεγάλην καὶ λευκὴν εἶνε τὸ λεγόμενον εἰς τὸ προοίμιόν του, ὅτι ὁ ἡμέτερος ἡγεμὼν ἔχει τὴν ἐξαιρετικὴν τύχην ὅτι καὶ φιλόσοφοι δὲν θεωροῦν ἀνάξιον αὐτῶν νὰ ἱστοροῦν τὰς πράξεις του· διότι τὸ τοιοῦτον ἔπρεπε μᾶλλον εἰς ἡμᾶς ν᾽ ἀφήσῃ νὰ τὸ σκεφθῶμεν παρὰ νὰ τὸ εἴπῃ ὁ ἴδιος.
   
18. Καὶ μὴν οὐδ᾽ ἐκείνου ὅσιον ἀμνημονῆσαι, ὃς τοιάνδε ἀρχὴν ἤρξατο· “Ἔρχομαι ἐρέων περὶ Ῥωμαίων καὶ Περσέων,” καὶ μικρὸν ὕστερον· “ἔδεε γὰρ Πέρσῃσι γενέσθαι κακῶς”, καὶ πάλιν “ἦν Ὀσρόης, τὸν οἱ Ἕλληνες Ὀξυρόην ὀνυμέουσι”, καὶ ἄλλα πολλὰ τοιαῦτα. ὁρᾷς; [27] ὅμοιος αὐτὸς ἐκείνῳ, παρ᾽ ὅσον ὁ μὲν Θουκυδίδης, οὗτος δὲ Ἡροδότω εὖ μάλα ἐῴκει.   18. Ἀλλ᾽ ουδ᾽ ἐκεῖνον πρέπει νὰ παραλείψωμεν ν᾽ ἀναφέρωμεν, ὅστις ἤρχισεν ὡς ἐξῆς τὴν ἱστορίαν του· “Ἔρχομαι ἐρέων περὶ Ῥωμαίων καὶ Περσέων”· καὶ ὀλίγον κατωτέρω· “ἔδεε γὰρ Πέρσῃσι γενέσθαι κακῶς” καὶ ἔπειτα πάλιν· “ἧν Ὀσρόης, τὸν οἱ Ἕλληνες Ὀξυρόην ὀνυμέουσι”, καὶ πολλὰ ἄλλα παρόμοια. Βλέπεις ὅτι οὗτος δὲν διαφέρει ἀπὸ τον ἄλλον ἐκεῖνον παρὰ μόνον κατὰ τοῦτο, ὅτι ὁ μὲν μιμεῖται τὸν Θουκυδίδην, ὁ δὲ τὸν Ἡρόδοτον.
   
19. Ἄλλος τις ἀοίδιμος ἐπὶ λόγων δυνάμει Θουκυδίδῃ καὶ αὐτὸς ὅμοιος ἢ ὀλίγῳ ἀμείνων αὐτοῦ, πάσας πόλεις καὶ πάντα ὄρη καὶ πεδία καὶ ποταμοὺς ἑρμηνεύσας πρὸς τὸ σαφέστατον καὶ ἰσχυρότατον, ὡς ᾤετο· τὸ δὲ ἐς ἐχθρῶν κεφαλὰς ὁ ἀλεξίκακος τρέψειε· τοσαύτη ψυχρότης ἐνῆν ὑπὲρ τὴν Κασπίαν χιόνα καὶ τὸν κρύσταλλον τὸν Κελτικόν. Ἡ γοῦν ἀσπὶς ἡ τοῦ αὐτοκράτορος ὅλῳ βιβλίῳ μόγις ἐξηρμηνεύθη αὐτῶ, καὶ Γοργὼν ἐπὶ τοῦ ὀμφαλοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ἐκ κυανοῦ καὶ λευκοῦ καὶ μέλανος καὶ ζώνη ἰριοειδὴς καὶ δράκοντες ἑλικηδὸν καὶ βοστρυχηδόν. Ἡ μὲν γὰρ Οὐολογέσου ἀναξυρὶς ἢ ὁ χαλινὸς τοῦ ἵππου, Ἡράκλεις, ὅσαι μυριάδες ἐπῶν ἕκαστον τούτων, καὶ οἵα ἦν ἡ Ὀσρόου κόμη, διανέοντος τὸν Τίγρητα, καὶ ἐς οἷον ἄντρον κατέφυγε, κιττοῦ καὶ μυρρίνης καὶ δάφνης ἐς ταὐτὸ συμπεφυκότων καὶ σύσκιον ἀκριβῶς ποιούντων αὐτό. Σκόπει ὡς ἀναγκαῖα τῇ ἱστορίαι ταῦτα, [28] καὶ ὧν ἄνευ οὐκ ἂν ᾔδειμέν τι τῶν ἐκεῖ πραχθέντων. 20. Ὑπὸ γὰρ ἀσθενείας τῆς ἐν τοῖς χρησίμοις ἢ ἀγνοίας τῶν λεκτέων ἐπὶ τὰς τοιαύτας τῶν χωρίων καὶ ἄντρων ἐκφράσεις τρέπονται, καὶ ὁπόταν ἐς πολλὰ καὶ μεγάλα πράγματα ἐμπέσωσιν, ἐοίκασιν οἰκέτῃ νεοπλούτῳ, ἄρτι κληρονομήσαντι τοῦ δεσπότου, ὃς οὔτε τὴν ἐσθῆτα οἶδεν ὡς χρὴ περιβαλέσθαι οὔτε δειπνῆσαι κατὰ νόμον, ἀλλ᾽ ἐμπηδήσας, πολλάκις ὀρνίθων καὶ συείων καὶ λαγῴων προκειμένων, ὐπερεμπίπλαται ἔτνους τινὸς ἢ ταρίχους, ἔστ᾽ ἂν διαρραγῇ ἐσθίων. Οὗτος δ᾽ οὖν, ὃν προεῖπον, καὶ τραύματα συνέγραψε πάνυ ἀπίθανα καὶ θανάτους ἀλλοκότους, ὡς εἰς δάκτυλον τοῦ ποδὸς τὸν μέγαν τρωθείς τις αὐτίκα ἐτελεύτησε, καὶ ὡς ἐμβοήσαντος μόνον Πρίσκου τοῦ στρατηγοῦ ἑπτὰ καὶ εἴκοσι τῶν πολεμίων ἐξέθανον. Ἔτι δὲ καὶ ἐν τῷ τῶν νεκρῶν ἀριθμῷ, τοῦτο μὲν καὶ παρὰ τὰ γεγραμμένα ἐν ταῖς τῶν ἀρχόντων ἐπιστολαῖς ἐψεύσατο· [29] ἐπὶ γὰρ Εὐρώπῳ τῶν μὲν πολεμίων ἀποθανεῖν μυριάδας ἑπτὰ καὶ τριάκοντα καὶ ἓξ πρὸς τοῖς διακοσίοις, Ῥωμαίων δὲ μόνους δύο, καὶ τραυματίας γενέσθαι ἐννέα.    19. Κἄποιος ἄλλος περίφημος διὰ τὴν συγγραφικήν του δύναμιν, ὁ ὁποῖος ἐπίσης ὁμοιάζει μὲ τὸν Θουκυδίδην, ἂν δὲν εἶνε ὀλίγον καλλίτερος, ἀφοῦ περιγράφει ὅλας τὰς πόλεις, ὅλα τὰ ὄρη, τὰς πεδιάδας καὶ τοὺς ποταμοὺς μὲ τὴν μεγαλειτέραν ἀκρίβειαν καὶ δύναμιν, ὡς νομίζει τοὐλάχιστον, λέγει· εἴθε ὁ ἀποτρέπων τὰ δυστυχήματα θεὸς νὰ ρίψῃ πάντα ταῦτα ἐπὶ τῶν κεφαλῶν τῶν ἐχθρῶν μας· καὶ ἡ ψυχρότης του εἶνε ἀνωτέρα τῆς Κασπίας χιόνος καὶ του Κελτικοῦ πάγου. Ὁλόκληρον κεφάλαιον μόλις τοῦ ἀρκεῖ διὰ τὴν περιγραφὴν τῆς ἀσπίδας τοῦ αὐτοκράτορος μὲ τὴν Γοργόνα, τὴν ὁποίαν ἔχει εἰς τὸ κέντρον, καὶ τοὺς κυανολεύκους ὀφθαλμούς της καὶ τὸν γῦρον τὸν μιμούμενον τὸ οὐράνιον τόξον καὶ τοὺς δράκοντας τοὺς συμπεπλεγμένους καὶ στρεφομένους ὡς βόστρυχοι. Καὶ διὰ τὴν ἀναξυρίδα τοῦ Οὐολογέσου ἢ τὸν χαλινὸν τοῦ ἵππου του, ὦ θεέ μου, πόσος χείμαρρος λόγων ἐχρειάσθη· καὶ πῶς ἦτον ἡ κόμη τοῦ Ὀσρόου ἐνῷ διέβαινε κολυμβῶν τὸν Τίγρητα, καὶ εἰς ποῖον σπήλαιον κατέφυγεν, ὅπου ὁ κισσός, ἡ μυρτιὰ καὶ ἡ δάφνη ἐφύοντο ὁμοῦ καὶ ἐσχημάτιζον πυκνὴν σκιάν. Βλέπεις πόσον ἀναγκαῖα εἰς τὴν ἱστορίαν εἶνε ὅλα αὐτὰ καὶ πῶς χωρὶς αὐτὰ δὲν θὰ ἐγνωρίζαμεν τίποτε ἀπὸ τὰ γενόμενα ἐκεῖ. 20. Ἀπὸ άδυναμίαν νὰ ἐκλέξουν τὰ χρήσιμα ἢ διότι δὲν γνωρίζουν τὶ νὰ γράψουν, ρίπτονται εἰς τὰς τοιαύτας μικρολόγους περιγραφὰς· ὅταν δὲ συναντήσουν πολλὰ καὶ σπουδαῖα γεγονότα, ὁμοιάζουν μὲ δοῦλον νεόπλουτον, ὅστις πρὸ ὀλίγου καιροῦ ἐκληρονόμησε τὸν αὐθέντην του καὶ οὔτε νὰ ἐνδυθῇ ὅπως πρέπει γνωρίζει, οὔτε νὰ δειπνήσῃ κατὰ τὴν τάξιν, ἀλλ᾽ ἐνῶ πολλάκις εἰς τὴν τράπεζαν ἔχουν παρατεθῆ πτηνὰ καὶ χοιρίδια καὶ λαγοί, αὐτὸς ἀρχίζει ἀπὸ κάποιον χυλὸν ὀσπρίων ἢ παστόψαρον καὶ τρώγει, τρώγει μέχρι σκασμοῦ. Ἐκεῖνος λοιπόν, τὸν ὁποῖον ἀνέφερα, περιέγραψε καὶ τραύματα λίαν παράδοξα καὶ θανάτους ἀλλοκότους, ὡς λ.χ. ὅτι κἄποιος πληγωθεὶς εἰς τὸν μεγάλον δάκτυλον τοῦ ποδὸς ἀμέσως ἀπέθανε καὶ ὅτι μόνον διότι ἐφώναξεν ὁ στρατηγὸς Πρίσκος εἴκοσι ἑπτὰ ἐκ τῶν ἐχθρῶν ἀπέθαναν. Ἀκόμη δὲ καὶ εἰς τὸν ἀριθμὸν τῶν νεκρῶν καὶ παρὰ τὰς ἐπισήμους ἐκθέσεις ἐψεύσθη. Διότι εἰς τὴν Εὔρωπον λέγει ὅτι ἐκ τῶν ἐχθρῶν ἐφονεύθησαν τριάκοντα ἑπτὰ μυριάδες καὶ διακόσιοι ἕξ, ἐκ δὲ τῶν Ῥωμαίων μόνον δύο καὶ ἐννέα τραυματίαι.
Ταῦτα οὐκ οἶδα εἴ τις ἂν εὐ φρονῶν ἀνάσχοιτο. 
21. Καὶ μὴν κἀκεῖνο λεκτέον, οὐ μικρὸν ὄν· ὑπὸ γὰρ τοῦ κομιδῇ Ἀττικὸς εἶναι καὶ ἀποκεκαθάρθαι τὴν φωνὴν ἐς τὸ ἀκριβέστατον ἠξίωσεν οὗτος καὶ τὰ ὀνόματα μεταποιῆσαι τὰ Ρωμαίων καὶ μετεγγράψαι ἐς τὸ Ἑλληνικὸν, ὡς Κρόνιον μὲν Σατουρνῖνον λέγειν, Φρόντιν δὲ τὸν Φρόντωνα, Τιτάνιον δὲ τὸν Τιτιανὸν καὶ ἄλλα πολλῷ γελοιότερα, ἔτι ὁ αὐτὸς οὗτος περὶ τῆς Σευηριανοῦ τελευτῆς ἔγραψεν ὡς οἱ μὲν ἄλλοι ἅπαντες ἐξηπάτηνται οἰόμενοι ξίφει τεθνάναι αὐτόν, ἀποθάνοι δὲ ὁ άνὴρ σιτίων ἀποσχόμενος· τοῦτον γὰρ αὐτῷ ἀλυπότατον δόξαι τὸν θάνατον· οὐκ εἰδὼς [30] ὅτι τὸ μὲν πάθος ἐκεῖνο πᾶν τριῶν οἶμαι ἡμερῶν ἐγένετο, ἀπόσιτοι δὲ καὶ ἐς ἑβδόμην διαρκοῦσιν οἱ πολλοί, ἐκτὸς εἰ μὴ τοῦθ᾽ ὑπολάβοι τις, ὡς Ὀσρόης τις εἱστήκει περιμένων, ἔστ᾽ ἂν Σευηριανὸς λιμῷ ἀπόληται, καὶ διὰ τοῦτο οὐκ ἐπῆγε διὰ τῆς ἑβδόμης.
     Αὐτὰ δὲν γνωρίζω ἂν δύναται νὰ τὰ παραδεχθῇ καὶ τὰ ὑποφέρῃ κανεὶς ἄνθρωπος μὲ τὸν κοινὸν νοῦν. 21. Ἀλλὰ πρέπει ν᾽ ἀναφέρω καὶ κἄτι τι ἄλλο, τὸ ὁποῖον δὲν εἶνε ἀσημαντον. Ἐπειδὴ φιλοδοξεῖ νὰ φαίνεται ὅτι μεταχειρίζεται τὴν καθαρὰν καὶ ἀκριβεστάτην Ἀττικὴν γλῶσσαν, ἔφθασε μέχρι τοῦ νὰ μεταποιήσῃ καὶ τὰ ὀνόματα τῶν Ῥωμαίων καὶ δώσῃ εἰς αὐτὰ Ἑλληνικὴν μορφὴν· οὕτω δὲ λέγει Κρόνιον τὸν Σατουρνῖνον, Φρόντιν τὸν Φρόντωνα, Τιτάνιον τὸν Τιτιανὸν καὶ ἄλλα πολὺ κωμικώτερα. Ὁ ἴδιος προσέτι ἔγραψε περὶ τοῦ θανάτου τοῦ Σευηριανοῦ ὅτι ὅλοι οἱ ἄλλοι ἔσφαλαν νομίζοντες ὅτι ἐφονεύθη διὰ ξίφους, ἐνῷ αὐτὸς ἀπέθανεν ἐξ ἑκουσίας ἀσιτίας· διότι τοῦτον τὸν θάνατον ἐθεώρησεν ὡς τὸν πλέον ἀνώδυνον. Ἀλλ᾽ ὁ ἱστορικὸς οὗτος ἠγνόει ὅτι ὁ Σευηριανὸς ὑπέφερεν ἀσιτίαν ἐπὶ τρεῖς, νομίζω, ἡμέρας, ἐνῷ ὅσοι στεροῦνται τροφῆς δύνανται νὰ ζήσουν καὶ ἑπτὰ ἡμέρας οἱ πλεῖστοι, ἐκτὸς ἐὰν ὑποθέσωμεν ὅτι ὁ Ὀσρόης παρέμεινε πλησίον τοῦ Σευηριανοῦ ἂν ὑποθέσωμεν ὅτι ὁ Ὀσρόης παρέμεινε πλησίον τοῦ Σευηριανοῦ δὲν ἔφθασε τὴν ἑβδόμην.
   
  22. Τοὺς δὲ καὶ ποιητικοῖς ὀνόμασιν, ὦ καλὲ Φίλων, ἐν ἱστορίαι χρωμένους ποῦ δ᾽ ἄν τις θείη, τοὺς λέγοντας, “ἐλέλιξε μὲν ἡ μηχανὴ, τὸ τεῖχος δὲ πεσὸν μεγάλως ἐδούπησε,” καὶ πάλιν ἐν ἑτέρω μέρει τῆς καλῆς ἱστορίας· “Ἔδεσσα μὲν δὴ οὕτω τοῖς ὅπλοις περιεσμαραγεῖτο καὶ ὄτοβος ἦν καὶ κόναβος ἅπαντα ἐκεῖνα,” καὶ “ὁ στρατηγὸς ἐμερμήριζεν ᾧ τρόπω μάλιστα προσαγάγοι πρὸς τὸ τεῖχος.” Εἶτα μεταξὺ οὕτως εὐτελῆ ὀνόματα καὶ δημοτικὰ καὶ πτωχικὰ πολλὰ παρενεβέβυστο, τό “ἐπέστειλεν ὁ στρατοπεδάρχης τῷ κυρίῳ,” καί “οἱ στρατιῶται ἠγόραζον τὰ ἐγχρῄζοντα,” καί “ἤδη λελουμένοι περὶ αὐτοὺς ἐγίγνοντο,” καὶ τὰ τοιαῦτα· [31] ὥστε τὸ πρᾶγμα ἐοικὸς εἶναι τραγῳδῷ τὸν ἕτερον μὲν πόδα ἐπ᾽ ἐμβάτου ὑψηλοῦ βεβηκότι, θάτερον δὲ σανδάλῳ ὑποδεδεμένῳ.    22. Ποῦ δὲ νὰ κατατάξῃ κανείς, ἀγαπητὲ Φίλων, τοὺς μεταχειριζομένους εἰς τὴν ἱστορίαν ποιητικὰς λέξεις καὶ ἐκφράσεις, ἐκείνους λ.χ. οἴτινες γράφουν "ἐλέλιξε μὲν ἡ μηχανή, τὸ δὲ τεῖχος πεσὸν μεγάλως ἐδούπησε"; Εἰς ἄλλο μέρος τῆς λαμπρᾶς αὐτῆς ἱστορίας ἀναγινώσκομεν: "Ἔδεσσα μὲν δὴ οὕτω τοῖς ὅπλοις περιεσμαραγεῖτο καὶ ὄτοβος ἤν καὶ κόναβος ἅπαντα ἐκεῖνα" καὶ "ὁ στρατηγὸς ἐμερμήριζεν, ὧ τρόπῳ μάλιστα προσαγάγοι πρὸς τὸ τεῖχος". Ἔπειτα μεταξὺ τῶν ποιητικῶν τούτων λέξεων συναντῶνται πολλαὶ πρόστυχοι, χυδαῖοι καὶ ταπειναὶ λέξεις, ὡς λ.χ. "ἀπέστειλεν ὁ στρατοπεδάρχης τῷ κυρίω"· "οἱ στρατιῶται ἠγόραζον τὰ ἐγχρήζοντα"· καὶ "ἤδη λελούμενοι περὶ αὐτοὺς ἐγίγνοντο". Οὕτω ὁ ἱστορικὸς ὁμοιάζει μὲ ἠθοποιόν, ὁ ὁποῖος εἰς μὲν τὸν ἕνα πόδα φορεῖ κόθορνον ὑψηλόν, εἰς δὲ τὸν ἄλλον σάνδαλον.
   
23. Καὶ μὴν καὶ ἄλλους ἴδοις ἂν τὰ μὲν προοίμια λαμπρὰ καὶ τραγικὰ καὶ εἰς ὑπερβολὴν μακρὰ συγγράφοντας, ὡς ἐλπίσαι θαυμαστὰ ἡλίκα τὰ μετὰ ταῦτα πάντως ἀκούσεσθαι, τὸ σῶμα δὲ αὐτὸ τὸ τῆς ἱστορίας μικρόν τι καὶ ἀγεννὲς ἐπαγαγόντας, ὡς καὶ τοῦτο ἐοικέναι παιδίῳ, εἴ που Ἔρωτα εἶδες παίζοντα, προσωπεῖων Ἡρακλέους πάμμεγα ἢ Τιτᾶνος περικείμενον· εὐθὺς γοῦν οἱ ἀκούσαντες ἐπιφθέγγονται αὐτοῖς τό, Ὤδινεν ὄρος. Χρὴ δὲ οἶμαι μὴ οὕτως, ἀλλ᾽ ὅμοια τὰ πάντα καὶ ὁμόχροα εἶναι καὶ συνᾷδον τῇ κεφαλῇ τὸ ἄλλο σῶμα, ὡς μὴ χρυσοῦν μὲν τὸ κράνος εἴη, θώραξ δὲ πάνυ γελοῖος ἐκ ῥακῶν ποθεν ἢ ἐκ δερμάτων σαπρῶν συγκεκαττυμένος καὶ ἡ ἀσπὶς οἰσυΐνη καὶ χοιρίνη περὶ ταῖς κνήμαις. [32] Ἴδοις γὰρ ἂν ἀφθόνους τοιούτους συγγραφέας, τοῦ Ῥοδίου κολοσσοῦ τὴν κεφαλὴν ναννώδει σώματι ἐπιτιθέντας· ἄλλους αὖ ἔμπαλιν ἀκέφαλα τὰ σώματα εἰσάγοντας, ἀπροοιμίαστα καὶ εὐθὺς ἐπὶ τῶν πραγμάτων, οἳ καὶ προσεταιρίζονται τὸν Ξενοφῶντα οὕτως ἀρξάμενον “Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο”, καὶ ἄλλους τῶν παλαιῶν, οὐκ εἰδότες ὡς δυνάμει τινὰ προοίμιά ἐστι λεληθότα τοὺς πολλούς, ὡς ἐν ἄλλοις δείξομεν.   23. Ἀλλὰ θὰ συναντήσῃς καὶ ἄλλους, οἱ ὁποῖοι γράφουν τὰ προοίμια των πομπώδη, μεγαλοπρεπῆ καὶ ὑπερβολικῶς ἐκτενῆ, οὕτως ὥστε νὰ ἐλπίζῃ ὁ άναγνώστης ὅτι τὰ κατόπιν θα εἶνε πάντως θαυμαστὰ ἐξ ἴσου· ἀλλ᾽ ἀντὶ τούτου τὸ κύριον μέρος τῆς ἱστορίας εἶνε συνοπτικὸν καὶ εὐτελές, οὕτως ὥστε τὸ ὅλον νὰ ὁμοιάζῃ πρὸς παιδίον, πρὸς ἔρωτα π.χ. ὁ ὁποῖος φορεῖ, διὰ νὰ παίζη, προσωπίδα τεραστίαν Ἡρακλέους ἤ Τιτᾶνος· καὶ εὐθὺς ἔρχεται εἰς τἡν μνήμην τοῦ ἀναγνώστου ἡ παροιμία "ὤδινεν ὄρος". Νομίζω δὲ ὅτι δὲν πρέπει νὰ γίνεται οὕτω, ἀλλὰ ὅλα τὰ μέρη νὰ εἶνε εἰς τὸ αὐτὸ ὕφος καὶ τὸ ἄλλο σῶμα ν᾽ ἀναλογῇ πρὸς τὴν κεφαλήν, νὰ μὴ εἶνε δὲ χρυσῆ ἡ περικεφαλαία, ὁ δὲ θώραξ γελοῖος, σχηματισμένος ἀπὸ ράκη καὶ σαπρὰ δέρματα, ἡ ἀσπὶς πλεκτὴ ἀπὸ λυγαριάν, αἱ δὲ περικνημῖδες ἀπὸ δέρμα χοίρου. Εἶνε δὲ πολλοὶ τοιοῦτοι συγγραφεῖς, οἱ οποῖοι θέτουν τὴν κεφαλὴν τοῦ Ῥοδίου κολοσσοῦ ἐπὶ σώματος νάνου. Ἄλλοι ἐξ ἐναντίας παρουσιάζουν ἀκέφαλα τὰ σώματα, καὶ χωρὶς προοίμιον εἰσέρχεται ἀμέσως εἰς τὴν διήγησιν. Οὗτοι νομίζουν ὅτι ἀκολουθοῦν τὸ παράδειγμα τοῦ Ξενοφῶντος ὅστις ἤρχισεν οὕτω· "Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο", καὶ ἄλλων ἀρχαίων. Ἀγνοοῦν ὅτι ἡ διήγησις πολλάκις ἔχει καὶ δύναμιν προοιμίου, ἥτις διαφεύγει τὴν ἀντίληψιν τῶν πολλῶν.
   
  24. Καίτοι ταῦτα πάντα φορητὰ ἔτι, ὅσα ἢ ἑρμηνείας ἢ τῆς ἄλλης διατάξεως ἁμαρτήματά ἐστι, τὸ δὲ καὶ περὶ τοὺς τόπους αὐτοὺς ψεύδεσθαι, οὐ παρασάγγας μόνον, ἀλλὰ καὶ σταθμοὺς ὅλους, τίνι τῶν καλῶν ἔοικεν; εἷς γοῦν οὕτω ῥᾳθύμως συνήγαγε τὰ πράγματα, οὔτε Σύρῳ τινὶ ἐντυχὼν οὔτε τὸ λεγόμενον δὴ τοῦτο τῶν ἐπὶ κουρείων τὰ τοιαῦτα μυθολογούντων ἀκούσας, [33] ὥστε περὶ Εὐρώπου λέγων οὕτως ἔφη· “Ἡ δὲ Εὔρωπος κεῖται μὲν ἐν τῇ Μεσοποταμίᾳ σταθμοὺς δύο τοῦ Εὐφράτου ἀπέχουσα, ἀπῴκισαν δὲ αὐτὴν Ἐδεσσαῖοι”. Καὶ οὐδὲ τοῦτο ἀπέχρησεν αὐτῷ, ἀλλὰ καὶ τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα ὁ αὐτὸς ἐν τῷ αὐτῷ βιβλίῳ ἀράμενος ὁ γενναῖος αὐτῇ ἀκροπόλει καὶ τείχεσι μετέθηκεν εἰς τὴν Μεσοποταμίαν, ὡς περιρρεῖσθαι αὐτὴν ὑπ᾽ ἀμφοτέρων τῶν ποταμῶν, ἑκατέρωθεν ἐν χρῷ παραμειβομένων καὶ μονονουχὶ τοῦ τείχους ψαυόντων. Τὸ δὲ καὶ γελοῖον, εἴ σοι νῦν, ὦ Φίλων, ἀπολογοίμην, ὡς οὐ Παρθυαίων οὐδὲ Μεσοποταμίτης σοι ἐγώ, οἷ με φέρων ὁ θαυμαστὸς συγγραφεὺς ἀπῴκισε.   24. Ἀλλὰ πάντα ταῦτα τὰ ἐλαττώματα, εἴτε τῆς ἐκφράσεως εἴτε τῆς συνθέσεως εἶνε ὑποφερτά. Ἀλλ᾽ ἐκεῖνοι οἵτινες ψεύδονται εἰς τὴν γεωγραφίαν ὄχι κατὰ παρασάγγας, ἀλλὰ κατὰ σταθμούς ὁλοκλήρους πῶς δύνανται νὰ δικαιολογηθοῦν; Εἷς ἐκ τούτων μετὰ τόσης ἀμελείας συνέλεξε τὰς πληροφορίας του, χωρὶς νὰ εὕρῃ κανένα Σύρον καὶ τὸν ἐρωτήσῃ, οὔτε κἂν ν᾽ ἀκούσῃ τὰ παραμύθια τὰ ὁποῖα λέγονται εἰς τὰ κουρεῖα, ὥστε γράφων περὶ τῆς Εὐρώπου, λέγει τὰ ἐξῆς: “Ἡ Εὔρωπος εὑρίσκεται εἰς τήν Μεσοποταμίαν καὶ ἀπέχει τοῦ Εὐφράτου δύο σταθμούς· εἶνε δὲ ἀποικία τῶν Ἐδεσσαίων”. Καὶ δὲν ἠρκέσθη εἰς τοῦτο μόνον, ἀλλὰ καὶ τὴν πατρίδα μου τὰ Σαμόσατα εἰς τὸ αὐτὸ βιβλίον ἐσήκωσεν ὁ γενναῖος καὶ ὁμοῦ μὲ τήν ἀκρόπολιν καὶ τὰ τείχη της μετέφερεν εἰς τὴν Μεσοποταμίαν, οὕτως ὥστε νὰ τὴν περιρρέουν οἱ δύο ποταμοί, νὰ διέρχωνται ἐγγύτατα αὐτῆς ἑκατέρωθεν καὶ σχεδὸν νὰ γλύφουν τὰ τείχη της. Θὰ ἦτο δὲ γελοῖον, ἀγαπητὲ Φίλων, ἐὰν τώρα ἐπεχείρουν νὰ σοῦ ἀποδείξω ὅτι δὲν εἶμαι Πάρθος, οὔτε ἐκ Μεσοποταμίας, ὅπου μ᾽ ἔφερε καὶ μὲ ἀπώκισεν ὁ θαυμαστὸς συγγραφεύς.
   
25. Νὴ Δία κἀκεῖνο κομιδῇ πιθανὸν περὶ τοῦ Σευηριανοῦ ὁ αὐτὸς οὗτος εἶπεν ἐπομοσάμενος, ἦ μὴν ἀκοῦσαί τινος τῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαφυγόντων· [34] οὔτε γὰρ ξίφει ἐθελῆσαι αὐτὸν ἀποθανεῖν οὔτε φαρμάκου πιεῖν οὔτε βρόχου ἅψασθαι, ἀλλά τινα θάνατον ἐπινοῆσαι τραγικὸν καὶ τῇ τόλμῃ ξενίζοντα· τυχεῖν μὲν γὰρ αὐτὸν ἔχοντα παμμεγέθη ἐκπώματα ὑάλινα τῆς καλλίστης ὑάλου· ἐπεὶ δὲ πάντως ἀποθανεῖν ἔγνωστο, κατάξαντα τὸν μέγιστον τῶν σκύφων ἑνὶ τῶν θραυσμάτων χρήσασθαι εἰς τὴν σφαγὴν ἐντεμόντα τῆ ὑάλῳ τὸν λαιμόν. Οὕτως οὐ ξιφίδιον, οὐ λογχάριον εὗρεν, ὡς ἀνδρεῖός γε αὐτῷ καὶ ἡρωϊκὸς ὁ θάνατος γένοιτο. 26. Εἶτ᾽ ἐπειδὴ Θουκυδίδης ἐπιτάφιόν τινα εἶπε τοῖς πρώτοις τοῦ πολέμου ἐκείνου νεκροῖς, καὶ αὐτὸς ἡγήσατο χρῆναι ἐπειπεῖν τῷ Σευηριανῷ· ἅπασι γὰρ αὐτοῖς πρὸς τὸν οὐδὲν αἴτιον τῶν ἐν Ἀρμενίᾳ κακῶν, τὸν Θουκυδίδην, ἡ ἅμιλλα. Θάψας οὖν τὸν Σευηριανὸν μεγαλοπρεπῶς ἀναβιβάζεται ἐπὶ τὸν τάφον Ἀφράνιόν τινα Σίλωνα ἑκατόνταρχον, ἀνταγωνιστὴν Περικλέους, ὃς τοιαῦτα καὶ τοσαῦτα ἐπερρητόρευσεν αὐτῷ, ὥστε με νὴ τὰς Χάριτας πολλὰ πάνυ δακρῦσαι ὑπὸ τοῦ γέλωτος, καὶ μάλιστα ὁπότε ὁ ῥήτωρ ὁ Ἀφράνιος ἐπὶ τέλει τοῦ λόγου δακρύων ἅμα σὺν οἰμωγῇ περιπαθεῖ ἐμέμνητο τῶν πολυτελῶν ἐκείνων δείπνων καὶ προπόσεων, εἶτα ἐπέθηκεν Αἰάντειόν τινα τὴν κορωνίδα σπασάμενος γὰρ τὸ ξίφος, [35] εὐγενῶς πάνυ καὶ ὡς Ἀφράνιον εἰκὸς ἦν, πάντων ὁρώντων ἀπέσφαξεν ἑαυτὸν ἐν τῷ τάφῳ, οὐκ ἀνάξιος ὢν μὰ τὸν Ἐνυάλιον πρὸ πολλοῦ ἀποθανεῖν ἢ τοιαῦτα ἐρρητόρευε. Καὶ τοῦτο ἔφη ἰδόντας τοὺς παρόντος ἅπαντας θαυμάσαι καὶ ὑπερεπαινέσαι τὸν Ἀφράνιον. Ἐγὼ δὲ καὶ τὰ ἄλλα μὲν αὐτοῦ κατεγίγνωσκον, μονονουχὶ ζωμῶν καὶ λοπάδων μεμνημένου καὶ ἐπιδακρύοντος τῇ τῶν πλακούντων μνήμῃ, τοῦτο δὲ μάλιστα ᾐτιασάμην, ὅτι μὴ τὸν συγγραφέα καὶ διδάσκαλον τοῦ δράματος προαποσφάξας ἀπέθανε.   25. Ἀλλὰ καὶ ἐκεῖνο τὸ ὁποῖον λέγει ὁ αὐτὸς συγγραφεὺς περὶ τοῦ Σευηριανοῦ, ὁρκιζόμενος ὅτι τὸ ἤκουσεν ἀπὸ κάποιον ἐκ τῶν ἐπανελθόντων ἀπὸ τὸν πόλεμον, εἶνε πολὺ πιθανόν· οὔτε μὲ ξίφος ἐφονεύθη, οὔτε δηλητήριον ἔπιεν, οὔτε ἐκρεμάσθη, ἀλλ᾽ ἐπενόησεν ἕνα θάνατον τραγικὸν καὶ πρωτοφανῆ διὰ τὴν τόλμην· ἔτυχε νὰ ἔχῃ ὑπερμεγέθῃ ποτήρια ὑάλινα ἀπὸ τήν καλλιτέραν ὕαλον· ὅταν δὲ ἐνόησεν ὅτι δὲν ἠδύνατο ν᾽ ἀποφύγῃ τὸν θάνατον, ἔθραυσε τὸ μεγαλείτερον ἐξ αὐτῶν καὶ ἕν ἐκ τῶν συντριμμάτων μετεχειρίσθη διὰ νὰ σφαγῇ, κόψας δι᾽ αὐτοῦ τὸν λαιμόν του. Οὔτε ἐγχειρίδιον, οὔτε λόγχην εὗρε διὰ ν᾽ ἀποθάνῃ μὲ εὐγενῆ καὶ ἡρωικὸν θάνατον. 26. Ἔπειτα, ἐπειδὴ ὁ Θουκυδίδης παρεισάγει ἕνα ἐπιτάφιον τῶν πρώτων τοῦ Πελοποννησιακοῦ πολέμου νεκρῶν, ἐνόμισε καὶ αὐτὸς ὅτι δὲν ἔπρεπε νὰ μείνῃ χωρὶς ἐπιτάφιον ὁ Σευηριανός· διότι ὅλοι αὐτοῦ τοῦ εἴδους οἱ ἱστορικοὶ ἁμιλλῶνται πρὸς τὸν οὐδόλως πταίοντα διὰ τὰς ἐν Ἀρμενίᾳ συμφορὰς Θουκυδίδην. Ἀφοῦ λοιπὸν ἔθαψε τὸν Σευηριανὸν μεγαλοπρεπῶς, ἀναβιβάζει ἐπὶ τοῦ τάφου κάποιον Ἀφράνιον Σίλωνα ἑκατόνταρχον, ἀνταγωνιστὴν τοῦ Περικλέους, ὅστις τοιαῦτα καὶ τοσαῦτα ρητορεύει, ὥστε μά τὰς Χάριτας πολὺ ἐδάκρυσα ἀπὸ τὸν γέλωτα, μάλιστα ὅταν ὁ ρήτωρ Ἀφράνιος εἰς τὸ τέλος τοῦ λόγου, δακρύων καὶ στενάζων μὲ περιπάθειαν ἀνέφερε τὰ πολυτελῆ γεύματα, εἰς τὰ ὁποῖα εἶχε παρακαθήσει μὲ τὸν κηδευθέντα, καὶ τὰς προπόσεις, αἵτινες ἔγιναν εἰς αὐτά. Ἐπέστεψε δὲ τὸν ἐπιτάφιον κατὰ τρόπον Αἰάντειον· διότι ἀνελκύσας τὸ ξίφος του μὲ πολλὴν γενναιότητα καὶ ὡς ἥρμοζεν εἰς ἕνα Ἀφράνιον ἐσφάγη ἐπὶ τοῦ τάφου καὶ ἐνώπιον ὅλων. Ἀλλ᾽ ἔπρεπε πρὸ πολλοῦ, μὰ τὸν Ἄρην, νὰ ἔχῃ σφαγῆ, διὰ νὰ μὴ ἐκφωνήσῃ τοιοῦτον λόγον. Ὁ ἱστορικὸς λέγει προσέτι ὅτι οἱ παρόντες ὅλοι ἐθαύμασαν καὶ πολὺ ἐπήνεσαν τὸν Ἀφράνιον. Ἐγὼ δὲ καὶ διὰ τὰ ἄλλα τὸν κατέκρινα, διότι παρ᾽ ὀλίγον ν᾽ ἀναμίξῃ εἰς τὸν λόγον του ζωμοὺς καὶ πινάκια καὶ ἐδάκρυεν εἰς τὴν ἀνάμνησιν τῶν τηγανιτῶν· ἀλλ᾽ ἐκεῖνο διὰ τὸ ὁποῖον πρὸ πάντων τὸν ἐθεώρησα ἀσυγχώρητον εἶνε ὅτι πρὶν ἢ αὐτοκτονήσῃ δὲν ἔσφαξε καὶ τὸν συγγραφέα.

6.  ”ἧν Ὀσρόης, τὸν οἱ Ἕλληνες Ὀξυρόην ὀνυμέουσι”: Οὗτος ἀντιγράφει τὸν Ἡρόδοτον.

7. βόστρυχοι: Ὁ ἱστορικος ἐκεῖνος ἀπεμιμεῖτο τὴν περιγραφὴν τῶν ὅπλων τοῦ Ἀγαμέμνονος εἰς τὴν Ἰλιάδα.

8. "Ἐλέλιξε καὶ ἐδούπησεν", Ὁμηρικαὶ λέξεις σημαίνουσαι ἡ μὲν "ἐσείσθη" ἡ δὲ "ἐκρότησε".

9. Περιεσμαραγεῖτο (περιεβάλλετο ὑπὸ τοῦ θορύβου τῶν ὅπλων), ποιητικὴ λέξις, ὅπως καὶ αἱ κατόπιν, ὄτοβος (θόρυβος) καὶ κόναβος (κρότος) καὶ ἐμερμήριζεν (ἐσκέπτετο).

10. Παρασάγγης, Περσικὸν μέτρον ῖσον με 30 στάδια· σταθμός, διάστημα ὅσον δύναταί τις νὰ διατρέξη εἰς μὶαν ἡμέραν.

 


 
 
 
<<<
[ Αρχή Σελίδας ]

 

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000