<<<
>>>

Λουκιανοῦ

“Πῶς δεῖ ἱστορίαν συγγράφειν”

Μετάφραση Ἰωάννου Κονδυλάκη



 
 
 
 
 
 

   
  27. Πολλοὺς δὲ καὶ ἄλλους ὁμοίους τούτοις ἔχων σοι, ὦ ἑταῖρε, καταριθμήσασθαι, ὀλίγων ὅμως ἐπιμνησθεὶς ἐπὶ τὴν ἑτέραν ὑπόσχεσιν ἤδη μετελεύσομαι, τὴν συμβουλὴν ὅπως ἂν ἂμεινον συγγράφοι τις· εἰσὶ γὰρ τινες, οἳ τὰ μεγάλα μὲν τῶν πεπραγμένων καὶ ἀξιομνημόνευτα παραλείπουσιν ἢ παραθέουσιν, ὑπὸ δὲ ἰδιωτείας καὶ ἀπειροκαλίας καὶ ἀγνοίας τῶν λεκτέων ἢ σιωπητέων τὰ μικρότατα πάνυ λιπαρῶς καὶ φιλοπόνως ἑρμηνεύουσιν ἐμβραδύνοντες, ὥσπερ ἂν εἴ τις τοῦ Διὸς τοῦ ἐν Ὀλυμπίᾳ τὸ μὲν ὅλον κάλλος τοσοῦτον καὶ τοιοῦτον ὂν μὴ βλέποι μηδὲ ἐπαινοίη μηδὲ τοῖς οὐκ εἰδόσιν ἐξηγοῖτο, τοῦ ὑποποδίου δὲ τό τε εὐθυεργὲς καὶ τὸ εὔξεστον θαυμάζοι καὶ τῆς κρηπῖδος τὸ εὔρυθμον, [36] καὶ ταῦτα πάνυ μετὰ πολλῆς φροντίδος διεξιών. 28. Ἐγὼ γοῦν ἤκουσά τινος τὴν μὲν ἐπ᾽ Εὐρώπῳ μάχην ἐν οὐδ᾽ ὅλοις ἑπτὰ ἔπεσι παραδραμόντος, εἴκοσι δὲ μέτρα ἢ ἔτι πλείω ὕδατος ἀναλωκότος ἐς ψυχρὰν καὶ οὐδὲν ἡμῖν προσήκουσαν διήγησιν, ὡς Μαῦρος τις ἱππεὺς Μαυσάκας τοὔνομα ὑπὸ δίψους πλανώμενος ἀνὰ τὰ ὄρη καταλάβοι Σύρους τινὰς τῶν ἀγροίκων, ἄριστον παρατιθεμένους, καὶ ὅτι τὰ μὲν πρῶτα ἐκεῖνοι φοβηθεῖεν αὐτόν, εἶτα μέντοι μαθόντες ὡς τῶν φίλων εἴη κατεδέξαντο καὶ εἱστίασαν· καὶ γάρ τινα τυχεῖν αὐτῶν ἀποδεδημηκότα καὶ αὐτὸν ἐς τὴν τῶν Μαύρων, ἀδελφοῦ αὐτῷ ἐν τῇ γῇ στρατευομένου. Μῦθοι τὸ μετὰ τοῦτο μακροὶ καὶ διηγήσεις, ὡς θηράσειεν αὐτὸς ἐν τῇ Μαυρουσίᾳ [37] καὶ ὡς ἴδοι τοὺς ἐλέφαντας πολλοὺς ἐν τῷ αὐτῷ συννεμομένους καὶ ὡς ὑπὸ λέοντος ὀλίγου δεῖν καταβρωθείη, καὶ ἡλίκους ἰχθῦς ἐπρίατο ἐν Καισαρείᾳ· καὶ ὁ θαυμαστὸς συγγραφεὺς ἀφεὶς τὰς ἐν Εὐρώπῳ γιγνομένας σφαγὰς τοσαύτας καὶ ἐπελάσεις καὶ σπονδὰς ἀναγκαίας καὶ φυλακὰς καὶ ἀντιφυλακὰς ἄχρι βαθείας ἑσπέρας ἐφειστήκει ὁρῶν Μαλχίωνα τὸν Σύρον ἐν Καισαρείᾳ σκάρους παμμεγέθεις ἀξίους ὠνούμενον· εἰ δὲ μὴ νὺξ κατέλαβε, τάχ᾽ ἂν καὶ συνεδείπνει μετ᾽ αὐτοῦ ἤδη τῶν σκάρων ἐσκευασμένων. Ἅπερ εἰ μὴ ἐνεγέγραπτο ἐπιμελῶς τῇ ἱστορίᾳ, μεγάλα ἂν ἡμεῖς ἠγνοηκότες ἦμεν, καὶ ἡ ζημία Ῥωμαίοις ἀφόρητος, εἰ Μαυσάκας ὁ Μαῦρος διψῶν μὴ εὗρε πιεῖν, ἀλλ᾽ ἄδειπνος ἐπανῆλθεν ἐπὶ τὸ στρατόπεδον. [38] Καίτοι πόσα ἄλλα μακρῷ ἀναγκαιότερα ἑκὼν ἐγὼ νῦν παρίημι; ὡς καὶ αὐλητρὶς ἧκεν ἐκ τῆς πλησίον κώμης αὐτοῖς καὶ ὡς δῶρα ἀλλήλοις ἀντέδοσαν, ὁ Μαῦρος μὲν τῷ Μαλχίωνι λόγχην, ὁ δὲ τῷ Μαυσάκᾳ πόρπην, καὶ ἄλλα πολλὰ τοιαῦτα τῆς ἐπ᾽ Εὐρώπῳ μάχης αὐτὰ δὴ τὰ κεφάλαια, τοιγάρτοι εἰκότως ἄν τις εἴποι τοὺς τοιούτους τὸ μὲν ῥόδον αὐτὸ μὴ βλέπειν, τὰς ἀκάνθας δὲ αὐτοῦ τὰς παρὰ τὴν ῥίζαν ἀκριβῶς ἐπισκοπεῖν.   27. Εἶχα καὶ ἄλλους πολλοὺς ὁμοίους συγγραφεῖς νὰ σοῦ ἀναφέρω, φίλε μου, ἀλλ᾽ ἀρκούμενος εἰς τοὺς εἰρημένους ὀλίγους, θὰ μεταβῶ τώρα εἰς τὴν ἄλλην ὑπόσχεσίν μου, τὴν συμβουλὴν περὶ τοῦ πῶς δύναται τις νὰ συγγράφῃ καλλίτερα. Τινὲς ἐκ τῶν ἱστορικῶν τὰ μὲν μεγάλα καὶ ἀξιομνημόνευτα γεγονότα παραλείπουν ἢ παρατρέχουν, ἀπὸ ἀμάθειαν δὲ καὶ ἀπειροκαλίαν καὶ ἄγνοιαν ἐκείνων τὰ ὁποῖα πρέπει ν᾽ ἀποσιωπῶνται, περιγράφουν μὲ πολλήν ἐπιμέλειαν καὶ χρονοτριβὴν τὰ πλέον ἀσήμαντα. Ὁμοιάζουν δηλαδὴ μ᾽ ἐκεῖνον ὅστις τὸ μεν ὅλον κάλλος τοῦ Διὸς τῆς Ὀλυμπίας, τὸ ὁποῖον εἶνε τόσον μέγα καὶ ἐξαίσιον, δὲν θὰ ἔβλεπεν, οὔτε θὰ ἐθαύμαζεν, οὔτε εἰς τοὺς μὴ γνωρίζοντας θὰ ἐξήγει, θὰ ἐθαύμαζε δὲ τοῦ ὑποποδίου τὴν καλὴν καὶ τεχνικὴν κατεργασίαν καὶ τοῦ βάθρου τὴν εὐρυθμίαν καὶ αὐτὰ ὅλα θὰ τὰ ἐξήγει μὲ πολλὴν ἐπιμέλειαν καὶ λεπτολογίαν. 28. Ἀνέγνωσα τὸ ἔργον ἑνός, ὅστις τὴν μάχην τῆς Εὐρώπου μόλις εἰς ἑπτὰ γραμμας ἀναφέρει, καταναλίσκει δὲ εἴκοσι καὶ πλέον μέτρα νεροῦ εἰς ψυχρὰν διήγησιν, ἥτις οὐδόλως μᾶς ἐνδιαφέρει, πῶς Μαῦρος τις ἱππεὺς Μαυσάκας ὀνομαζόμενος, ἀναγκασθεὶς ὑπὸ τῆς δίψης νὰ πλανηθῇ εἰς τὰ ὄρη, συνήντησε Σύρους χωρικοὺς ἑτοιμαζομένους νὰ προγευματίσουν· καὶ ὅτι κατ᾽ ἀρχὰς μὲν τὸν ἐφοβήθησαν, ἔπειτα ὅμως μαθόντες ὅτι ἦτο ἐκ τῶν φίλων, τὸν ἐφιλοξένησαν καὶ τοῦ ἔδωκαν νὰ φάγῃ· διότι καὶ ἐξ αὐτῶν κἄποιος εἶχε μεταβῇ εἰς τὴν χώραν τῶν Μαύρων ὡς στρατιώτης. Ἀκολουθοῦν δὲ μῦθοι μακροὶ καὶ διηγήσεις· ὅτι καὶ αὐτὸς ὁ Σύρος ἐκυνήγησεν εἰς τὴν Μαυρουσίαν, ὅτι εἶδε πολλοὺς ἐλέφαντας ὁμοῦ βόσκοντας καὶ ὅτι παρ᾽ ὀλίγον νὰ καταφαγωθῇ ὑπὸ λέοντος καὶ πόσα ψάρια ἠγόρασεν εἰς τὴν Καισάρειαν. Καὶ ὁ παράδοξος συγγραφεὺς, ἀφήσας τὴν τόσην αἱματοχυσίαν, ἥτις ἔγινεν εἰς τὴν Εὔρωπον, τὰς ἐπελάσεις καὶ τὰς ἀναγκαίας ἀνακωχάς, τὰς φυλακὰς καὶ ἀντιφυλακάς, ἐκάθητο μέχρι βαθείας ἑσπέρας καὶ ἔβλεπε τὸν Σύρον Μαλχίωνα ν᾽ ἀγοράζῃ εἰς τὴν Καισάρειαν εἰς μικρὰν τιμὴν σκάρους ὑπερμεγέθεις· καὶ ἂν δὲν ἐνύκτωνεν, ἴσως καὶ θὰ ἐπερίμενε νὰ ψηθοῦν οἱ σκάροι, διὰ νὰ δειπνήσῃ μετ᾽ αὐτοῦ. Ἄν αὐτὰ δὲν ἀνεφέροντο λεπτομερῶς εἰς τὴν ἱστορίαν, θὰ ἐχάναμεν σπουδαῖα γεγονότα καὶ ἡ ζημία τῶν Ῥωμαίων θὰ ἦτο ὑπερβολική, ἐὰν ὁ Μαυσάκας ὁ Μαῦρος διψῶν δὲν εὕρισκε νὰ πίῃ καὶ νηστικὸς ἐπέστρεφεν εἰς τὸ στρατόπεδον. Ἀλλὰ καὶ πόσας ἄλλας λεπτομερείας τοῦ ἐπεισοδίου πολὺ ἀναγκαιοτέρας παρέλειψα ἐγὼ ἑκουσίως· ὥς λ.χ. ὅτι καὶ μίαν αὐλητρίδα ἔφεραν ἐκ τοῦ πλησίον χωρίου καὶ ὅτι ἀντήλλαξαν δῶρα καὶ ὁ μὲν Μαῦρος ἔδωκεν εἰς τὸν Μαλχίωνα μίαν λόγχην, ὁ δὲ Μαλχίων πρὸς τὸν Μαῦρον μίαν πόρπην, καὶ ἄλλα πολλὰ τοιαῦτα σπουδαῖα συμβάντα της μάχης τῆς Εὐρώπου. Ἀληθῶς δύναταί τις νὰ εἴπῃ περὶ τῶν τοιούτων ἱστορικῶν ὅτι δὲν βλέπουν τὸ ρόδον, ἀλλὰ μετὰ προσοχῆς παρατηροῦν τὰς ἀκάνθας τοῦ στελέχους του.
   
29. Ἄλλος, ὦ Φίλων, μάλα καὶ οὗτος γελοῖος, οὐδὲ τὸν ἕτερον πόδα ἐκ Κορίνθου πώποτε προβεβηκὼς οὐδ᾽ ἄχρι Κεγχρεῶν ἀποδημήσας, οὔτι γε Συρίαν ἢ Ἀρμενίαν ἰδών, ὧδε ἤρξατο — μέμνημαι γάρ — “Ὦτα ὀφθαλμῶν ἀπιστότερα. [39] Γράφω τοίνυν ἃ εἶδον, οὐχ ἃ ἤκουσα.” Καὶ οὕτως ἀκριβῶς ἅπαντα ἑωράκει, ὥστε τοὺς δράκοντας ἔφη τῶν Παρθυαίων — σημεῖον δὲ πλήθους τοῦτο αὐτοῖς· χιλίους γὰρ οἶμαι ὁ δράκων ἄγει — ζῶντας δράκοντας παμμεγέθεις εἶναι γεννωμένους ἐν τῇ Περσίδι μικρὸν ὑπὲρ τὴν Ἰβηρίαν, τούτους δὲ τέως μὲν ἐπὶ κοντῶν μεγάλων ἐκδεδεμένους ὑψηλοὺς αἰωρεῖσθαι καὶ πόρρωθεν ἐπελαυνόντων δέος ἐμποιεῖν, ἐν αὐτῷ δὲ τῷ ἔργῳ ἐπειδὰν ὁμοῦ ἴωσι, λύσαντες αὐτοὺς ἐπαφιᾶσι τοῖς πολεμίοις· ἀμέλει πολλοὺς τῶν ἡμετέρων οὕτω καταποθῆναι καὶ ἄλλους περισπειραθέντων αὐτοῖς, ἀποπνιγῆναι καὶ συγκλασθῆναι· [40] ταῦτα δὲ ἐφεστὼς ὁρᾶν αὐτός, ἐν ἀσφαλεῖ μέντοι ἀπὸ δένδρου ὑψηλοῦ ποιούμενος τὴν σκοπήν. Καὶ εὖ γε ἐποίησε μὴ ὁμόσε χωρήσας τοῖς θηρίοις, ἐπεὶ οὐκ ἂν ἡμεῖς οὕτω θαυμαστὸν συγγραφέα νῦν εἴχομεν καὶ ἀπὸ χειρὸς αὐτὸν μεγάλα καὶ λαμπρὰ ἐν τῷ πολέμῳ τούτῳ ἐργασάμενον· καὶ γὰρ ἐκινδύνευσε πολλὰ καὶ ἐτρώθη περὶ Σοῦραν, ἀπὸ τοῦ Κρανείου δῆλον ὅτι βαδίζων ἐπὶ τὴν Λέρναν. Καὶ ταῦτα Κορινθίων ἀκουόντων ἀνεγίγνωσκε τῶν ἀκριβῶς εἰδότων, ὅτι μηδὲ κατὰ τοίχου γεγραμμένον πόλεμον ἑωράκει. Ἀλλ᾽ οὐδὲ ὅπλα ἐκεῖνός γε ᾔδει οὐδὲ μηχανήματα οἷα ἐστιν οὐδὲ τάξεων ἢ καταλοχισμῶν ὀνόματα· πάνυ γοῦν ἔμελεν αὐτῷ πλαγίαν μὲν τὴν φάλαγγα, ἐπὶ κέρως δὲ λέγειν τὸ ἐπὶ μετώπου ἄγειν.   29. Ἄλλος, Φίλων, πολὺ γελοῖος καὶ οὗτος, ὅστις οὐδέποτε ἀπεμακρύνθη ἀπὸ τὴν Κόρινθον καὶ οὔτε μέχρι Κεγχρεῶν ἐταξείδευσε καὶ οὔτε τὴν Συρίαν ἢ τὴν Ἀρμενίαν εἶδεν, ἤρχισεν ὡς ἑξῆς τὴν ἱστορίαν τοῦ πολέμου, ὡς αὐτολεξεὶ ἐνθυμοῦμαι· "Εἰς τὰ ὦτά του πρέπει νὰ δυσπιστῇ τις περισσότερον παρὰ εἰς τοὺς ὀφθαλμούς. Γράφω λοιπὸν ὅσα εἶδα, ὄχι ὅσα ἤκουσα". Καὶ μὲ τόσην ἀκρίβειαν εἶδε τὰ πάντα, ὥστε λέγει ὅτι οἱ δράκοντες τῶν Πάρθων — εἶνε δὲ οἱ δράκοντες σήματα στρατιωτικῶν μονάδων καὶ ἕκαστος δράκων, νομίζω, εὑρίσκεται ἐπὶ κεφαλῆς μιᾶς χιλιάδος— εἶνε πραγματικοὶ δράκοντες ὑπερμεγέθεις, οἵτινες ζοῦν εἰς τὴν Περσίαν ὀλίγον ὑψηλότερα τῆς Ἰβηρίας. Τοὺς ὄφεις τούτους ἔχουν δεμένους εἰς μεγάλα κοντάρια καὶ κρατοῦν ὑψηλά, οὕτως ὥστε, ὅταν ἐφορμοῦν, καὶ ἐκ μακρᾶς ἀποστάσεως προξενοῦν φόβον· ὅταν δὲ συμπλέκωνται μὲ τοὺς ἀντιπάλους, τοὺς ἐξαπολύουν κατὰ τῶν ἐχθρῶν· πάρα πολλοὶ δὲ ἐκ τῶν ἡμετέρων κατεπόθησαν οὕτω ὑπ᾽ αὐτῶν καὶ ἄλλοι περισφιχθέντες ὑπ᾽ αὐτῶν ἀπεπνίγησαν καὶ συνετρίβησαν τὰ κόκκαλα των. Αὐτα δὲ παριστάμενος ἔβλεπεν ὁ συγγραφεύς, ὁ ὁποῖος ὅμως πρὸς ἀσφάλειαν εἶχεν ἀνέλθει εἰς δένδρον ὑψηλόν. Καὶ καλῶς ἔπραξε νἀποφύγῃ τὴν συνάντησιν τῶν θηρίων, διότι ἄλλως δὲν θὰ εἴχαμεν τώρα ἕνα τόσον θαυμάσιον συγγραφέα, ὅστις καὶ ώς μαχητὴς ἔπραξε μεγάλα καὶ ἔνδοξα εἰς τὸν πόλεμον ἐκεῖνον· διότι καὶ κινδύνους πολλοὺς διέτρεξε καὶ ἐπληγώθη παρὰ τὴν Σοῦραν, δηλαδὴ ἐνῷ μετέβαινεν ἀπὸ τοῦ Κρανείου εἰς Λέρναν. Καὶ ἀνέγνωσε ταῦτα εἰς ἐπήκοον τῶν Κορινθίων, οἵτινες καλῶς ἐγνώριζαν ὅτι μήτε εἰς τοιχογραφίαν εἶχεν ἰδεῖ πόλεμον. Ἀλλ᾽ οὔτε τὰ ὅπλα ἐγνώριζεν, οὔτε πῶς εἶνε τὰ πολιορκητικὰ μηχανήματα, οὔτε τὰ ὀνόματα τῶν διαφόρων παρατάξεων καὶ διαιρέσεων τῶν στρατευμάτων· διὰ τοῦτο καὶ πάντοτε λέγει πλαγίαν τήν εὐθεῖαν φάλαγγα, κατὰ κέρως δὲ τὴν κατὰ μέτωπον προσβολήν.
30. [41] Εἷς δέ τις βέλτιστος ἅπαντα ἐξ ἀρχῆς ἐς τέλος τὰ πεπραγμένα, ὅσα ἐν Ἀρμενίᾳ, ὅσα ἐν Συρίᾳ, ὅσα ἐν Μεσοποταμίᾳ, τὰ ἐπὶ τῷ Τίγρητι, τὰ ἐν Μηδίᾳ, πεντακοσίοις οὐδ᾽ ὅλοις ἔπεσι περιλαβὼν συνέτριψε καὶ τοῦτο ποιήσας ἱστορίαν συγγεγραφέναι φησί. Τὴν μέντοι ἐπιγραφὴν ὀλίγου δεῖν μακροτέραν τοῦ βιβλίου ἐπέγραψεν, “Ἀντιοχιανοῦ τοῦ Ἀπόλλωνος ἱερονίκου” — δόλιχον γάρ που οἶμαι ἐν παισὶ νενίκηκε — “τῶν ἐν Ἀρμενίᾳ καὶ Μεσοποταμίᾳ καὶ ἐν Μηδίᾳ νῦν Ῥωμαίοις πραχθέντων ἀφήγησις”.   30. Ἄλλος δέ τις, ἐπίσης ἐξαίρετος συγγραφεύς, περιέλαβε καὶ ἀνεκάτωσεν εἰς πεντακοσίας καὶ ἴσως ὀλιγοτέρας γραμμὰς ὅλα ὅσα συνέβησαν ἐξ ἀρχῆς τοῦ πολέμου εἰς τὴν Ἀρμενίαν, τὴν Συρίαν καὶ τὴν Μεσοποταμίαν, ὅσα συνέβησαν εἰς τὸν Τίγρητα καὶ εἰς τὴν Μηδίαν καὶ ἀφοῦ ἔπραξε τοῦτο λέγει ὅτι ἔγραψεν ἱστορίαν. Παρ᾽ ὀλίγον δὲ νὰ κάμῃ μακρότερον τοῦ ὅλου βιβλίου τὸν τίτλον του· "Ἀντιοχιανοῦ, νικητοῦ εἰς τοὺς ἱεροὺς ἀγῶνας τοῦ Ἀπόλλωνος (θὰ εἶχε νικήσει ἴσως δόλιχον κατὰ τοὺς παιδικούς του χρόνους) , διήγησις τῶν ἐπ᾽ ἐσχάτων πολεμικῶν πράξεων τῶν Ῥωμαίων ἐν Ἀρμενίᾳ καὶ Μεσοποταμίᾳ καὶ ἐν Μηδίᾳ".
   
31. Ἤδη δ᾽ ἐγώ τινος καὶ τὰ μέλλοντα συγγεγραφότος ἤκουσα, καὶ τὴν λῆψιν τὴν Οὐολογέσου καὶ τὴν Ὀσρόου σφαγήν, ὡς παραβληθήσεται τῷ λέοντι, καὶ ἐπὶ πᾶσι τὸν τριπόθητον ἡμῖν θρίαμβον. [42] Οὕτω μαντικῶς ἅμα ἔχων ἔσπευδεν ἤδη πρὸς τὸ τέλος τῆς γραφῆς, ἀλλὰ καὶ πόλιν ἤδη ἐν τῇ Μεσοποταμίᾳ ᾤκισε μεγέθει τε μεγίστην καὶ κάλλει καλλίστην· ἔτι μέντοι ἐπισκοπεῖ καὶ διαβουλεύεται εἴτε Νίκαιαν αὐτὴν ἀπὸ τῆς νίκης χρὴ ὀνομάζεσθαι εἴτε Ὁμόνοιαν εἴτε Εἰρηνίαν. Καὶ τοῦτο μὲν ἔτι ἄκριτον καὶ ἀνώνυμος ἡμῖν ἡ καλὴ πόλις ἐκείνη, λήρου πολλοῦ καὶ κορύζης συγγραφικῆς γέμουσα· τὰ δ᾽ ἐν Ἰνδοῖς πραχθησόμενα ὑπέσχετο ἤδη γράψειν καὶ τὸν περίπλουν τῆς ἔξω θαλάττης, καὶ οὐχ ὑπόσχεσις ταῦτα μόνον, ἀλλὰ καὶ τὸ προοίμιον τῆς Ἰνδικῆς ἤδη συντέτακται, καὶ τὸ τρίτον τάγμα καὶ οἱ Κελτοὶ καὶ Μαύρων μοῖρα ὀλίγη σὺν Κασσίῳ πάντες οὗτοι ἐπεραιώθησαν τὸν Ἰνδὸν ποταμόν· ὅ τι δὲ καὶ πράξουσιν ἢ πῶς δέξονται τὴν τῶν ἐλεφάντων ἐπέλασιν, [43] οὐκ εἰς μακρὰν ἡμῖν ὁ θαυμαστὸς συγγραφεὺς ἀπὸ Μουζίριδος ἢ ἀπ᾽ Ὀξυδρακῶν ἐπιστελεῖ.   31. Ἀλλ᾽ ἀνέγνωσα καὶ τήν ἱστορίον ἑνὸς ἄλλου, ὅστις ἔγραφε τα γεγονότα προφητικῶς, δηλαδὴ ὡς μέλλοντα· καὶ προανήγγειλε τήν σύλληψιν τοῦ Οὐολογέσου καὶ τὸν θάνατον τοῦ Ὀσρόου, λέγων ὅτι θὰ παρεδίδετο εἰς τοὺς λέοντας, καὶ ἐπέστεψε τὸ ὅλον ἔργον του μὲ τὸν περιπόθητον εἰς ἡμᾶς θρίαμβον. Οὕτω μαντικῶς ἐπροχώρει πρὸς τὸ τέλος μὲ σπουδήν, ἀλλ᾽ ἀνεκόπη εἰς τὸν δρόμον του, διὰ νὰ κτίσῃ εἰς τὴν Μεσοποταμίαν μίαν πόλιν ἐκ τῶν μεγαλειτέρων καὶ ὡραιοτέρων· ἀκόμη δὲ σκέπτεται καὶ ἐξετάζει ἂν πρέπει νὰ ὀνομασθῇ Νίκαια ἐκ τῆς νίκης ἢ Ὁμόνοια ἢ Εἰρηνία. Καὶ τὸ μὲν ζήτημα τοῦτο μένει ἄλυτον, μένει δὲ ἀνώνυμος ἡ πόλις καὶ πλήρης φλυαρίας καὶ μωρολογίας· ὑπεσχέθη δὲ ἤδη νὰ γράψῃ και περὶ τῶν μελλόντων νὰ γίνουν εἰς τὰς Ἰνδίας καὶ νὰ περιγράψῃ τὸν περίπλουν εἰς τὸν Ἰνδικὸν ὠκεανόν· καὶ δὲν περιωρίσθη μόνον εἰς τὴν ὑπόσχεσιν, ἀλλὰ συνέταξεν ἤδη καὶ τὸ προοίμιον τῆς Ἰνδικῆς ἐκστρατείας καὶ ἡ τρίτη λεγεών, οἱ Κελτοὶ καὶ μέρος τῶν Μαύρων μετὰ τοῦ Κασσίου διέβησαν τὸν Ἰνδὸν ποταμόν. Πᾶν ὅ,τι δὲ θὰ πράξουν καὶ πῶς θὰ δεχθοῦν τὴν ἔφοδον τῶν ἐλεφάντων, δὲν θὰ βραδύνῃ νὰ μᾶς τὰ γράψῃ ὁ θαυμαστὸς ἱστορικὸς ἀπὸ τὴν Μουζίριδα ἢ τὴν χώραν τῶν Ὀξυδρακῶν.
   
32. Τοιαῦτα πολλὰ ὑπὸ ἀπαιδευσίας ληροῦσι, τὰ μὲν ἀξιόρατα οὔτε ὁρῶντες οὔτ᾽, εἰ βλέποιεν, κατ᾽ ἀξίαν εἰπεῖν δυνάμενοι, ἐπινοοῦντες δὲ καὶ ἀναπλάττοντες, ὅ τι κεν ἐπ᾽ ἀκαιρίμαν γλῶσσαν, φασίν, ἔλθῃ, καὶ ἐπὶ τῷ ἀριθμῷ τῶν βιβλίων ἔτι σεμνυνόμενοι, καὶ μάλιστα ἐπὶ ταῖς ἐπιγραφαῖς· καὶ γὰρ αὖ καὶ αὗται παγγέλοιοι· τοῦ δεῖνος Παρθικῶν νικῶν τοσάδε· καὶ αὖ· Παρθίδος πρῶτον, δεύτερον, ὡς Ἀτθίδος δῆλον ὅτι. Ἄλλος ἀστειότερον παρὰ πολύ — ἀνέγνων γάρ — Δημητρίου Σαγαλασσέως Παρθονικικά· οὐδ᾽ ὡς ἐν γέλωτι ποιήσασθαι καὶ ἐπισκῶψαι τὰς ἱστορίας οὕτω καλὰς οὔσας, ἀλλὰ τοῦ χρησίμου ἕνεκα **· ὡς ὅστις ἀν ταῦτα καὶ τὰ τοιαῦτα φεύγῃ, πολὺ μέρος ἤδη ἐς τὸ ὀρθῶς συγγράφειν οὗτος προείληφε, [44] μᾶλλον δὲ ὀλίγων ἔτι προσδεῖται, εἴ γε ἀληθὲς ἐκεῖνό φησιν ἡ διαλεκτική, ὡς τῶν ἀμέσων ἡ θατέρου ἄρσις τὸ ἕτερον πάντως ἀντεισάγει.   32. Πολλὰς τοιαύτας μωρολογίας γράφουν ἐξ ἀμαθείας καὶ τὰ μὲν ἀξιοπαρατήρητα εἴτε δὲν βλέπουν, εἴτε καὶ ἂν βλέπουν δὲν δύνανται νὰ τὰ περιγράψουν ὅπως πρέπει· ἀντλοῦντες δὲ ἀπὸ τήν φαντασίαν των καὶ πλάττοντες μύθους, γράφουν ὅ,τι φθάσουν, κατὰ τὸ λεγόμενον, καὶ ὑπερηφανεύονται διὰ τὸν ἀριθμὸν τῶν βιβλίων των καὶ μάλιστα διὰ τὰς ἐπιγραφὰς αὐτῶν, αἵτινες ἐπίσης εἶνε γελοιωδέσταται, ὡς λ.χ. "τοῦ δεῖνα Παρθικῶν νικῶν βιβλία τόσα"· καὶ ἔπειτα· “Παρθίδος πρῶτον, δεύτερον” δηλαδὴ ὅπως Ἀτθίδος. Ἄλλος ἔγραψεν ἔτι ἀμαθέστερον τίτλον εἰς τὸ βιβλίον του, τὸν ὁποῖον ἀνέγνωσα· “Δημητρίου Σαγαλασσέως Παρθονικικά”. Δὲν ἀναφέρω δὲ ταῦτα, διὰ νὰ ἐμπαίξω τοὺς συγγραφεῖς ἐκείνους καὶ γελάσω μὲ τὰς ἱστορίας των, αἱ ὁποῖαι εἶνε τόσον διασκεδαστικαί, ἀλλὰ διὰ νὰ δώσω μίαν χρήσιμον συμβουλήν, ὅτι, ὅστις κατορθώνει ν᾽ ἀποφεύγῃ τὰ τοιαῦτα, ἀπέκτησεν ἤδη κατὰ μέγα μέρος τὴν ἀρετὴν νὰ συγγράφῃ ὀρθῶς καὶ πολὺ ὀλίγα στοιχεῖα τοῦ λείπουν ἀκόμη, ἐὰν ἀληθεύῃ ἐκεῖνο τὸ ὁποῖον διδάσκει ἡ διαλεκτική, ὅτι μεταξὺ δύο ἀντιθέτων καὶ ἀσχέτων ἐὰν ἀπορρίψωμεν τὸ ἓν, δεχόμεθα κατ᾽ ἀνάγκην τὸ ἄλλο.
   
33. Καὶ δὴ τὸ χωρίον σοι, φαίη τις ἄν, ἀκριβῶς ἀνακεκάθαρται καὶ αἵ τε ἄκανθαι, ὁπόσαι ἦσαν, καὶ βάτοι ἐκκεκομμέναι εἰσί, τὰ δὲ τῶν ἄλλων ἐρείπια ἤδη ἐκπεφόρηται, καὶ εἴ τι τραχύ, ἤδη καὶ τοῦτο λεῖόν ἐστιν, ὥστε οἰκοδόμει τι ἤδη καὶ αὐτός, ὡς δείξῃς οὐκ ἀνατρέψαι μόνον τὸ των ἄλλων γεννάδας ὤν, ἀλλά τι καὶ αὐτὸς ἐπινοῆσαι δεξιὸν καὶ ὃ οὐδεὶς ἄν, ἀλλ᾽ οὐδ᾽ ὁ Μῶμος μωμήσασθαι δύναιτο.   33. Τώρα, θὰ μοῦ εἴπῃ κανείς, ἐκαθάρισες ἐντελῶς τὸ γήπεδον, ἄκανθαι δὲ καὶ βάτοι ὅσαι ὑπῆρχον εἰς αὐτὸ ἐξερριζώθησαν καὶ τῶν ἄλλων τὰ ἐρείπια ἀπεκομίσθησαν καὶ πᾶσα ἀνωμαλία ἰσοπεδώθη· ὥστε καιρὸς νὰ οἰκοδομήσῃς καὶ σύ, διὰ νὰ δείξῃς ὅτι δὲ εἶσαι ἱκανος μόνον νὰ καταρρίπτῃς τὰ οἰκοδομήματα τῶν ἄλλων, ἀλλ᾽ ὅτι καὶ κἄτι δύνασαι νὰ δημιουργήσῃς καλῶς καὶ τοιοῦτον ὥστε οὐδεὶς οὐδ᾽ αὐτὸς ὁ Μῶμος νὰ δύναται νὰ τὸ κατηγορήση.
   
34. Φημὶ τοίνυν τὸν ἄριστα ἱστορίαν συγγράφοντα [45] δύο μὲν ταῦτα κορυφαιότατα οἴκοθεν ἔχοντα ἥκειν, σύνεσίν τε πολιτικὴν καὶ δύναμιν ἑρμηνευτικήν, τὴν μὲν ἀδίδακτόν τι τῆς φύσεως δῶρον, ἡ δύναμις δὲ πολλῇ τῇ ἀσκήσει καὶ συνεχεῖ τῷ πόνῳ καὶ ζήλῳ τῶν ἀρχαίων προσγεγενημένη ἔστω. Ταῦτα μὲν οὖν ἄτεχνα καὶ οὐδὲν ἐμοῦ συμβούλου δεόμενα· οὐ γὰρ συνετοὺς καὶ ὀξεῖς ἀποφαίνειν τοὺς μὴ παρὰ τῆς φύσεως τοιούτους φησὶ τοῦτο ἡμῖν τὸ βιβλίον ἐπεὶ πολλοῦ [ἄν], μᾶλλον δὲ τοῦ παντὸς ἦν ἄξιον, εἰ μεταπλάσαι καὶ μετακοσμῆσαι τὰ τηλικαῦτα ἠδύνατο ἢ ἐκ μολύβδου χρυσὸν ἀποφῆναι ἢ ἄργυρον ἐκ κασσιτέρου ἢ ἀπὸ Κόνωνος Τίτορμον ἢ ἀπὸ Λεωτροφίδου Μίλωνα ἐξεργάσασθαι.   34. Λέγω λοιπὸν ὅτι, διὰ νὰ δύναται τις νὰ γράφῃ εἰς τὴν ἐντέλειαν ἱστορίαν, πρέπει νὰ ἔχῃ ἐκ φύσεως δύο κυρίως ἀρετὰς, πολιτικὸν νοῦν καὶ δύναμιν περιγραφικήν. Ἀλλ᾽ ἐξ αὐτῶν ἡ μὲν πρώτη εἶνε δῶρον τῆς φύσεως καὶ δὲν διδάσκεται, ἡ δὲ ἄλλη ἀποκτᾶται διὰ πολλῆς ἀσκήσεως καὶ συνεχοῦς ἐργασίας καὶ μιμήσεως τῶν ἀρχαίων. Ἀλλὰ καὶ ταῦτα δὲν εἶνε τέχνη καὶ εἰς οὐδὲν δύνανται αἱ συμβουλαί μου νὰ συντελέσουν δι᾽ αὐτά· διότι τὸ βιβλίον μου δὲν ὑπόσχεται ὅτι θὰ καταστήσῃ νοήμονας καὶ εὐφυεῖς ἐκείνους, οἱ ὁποῖοι δεν εἶνε ἐκ φύσεως τοιοῦτοι. Θὰ ἦτο μέγα χάρισμα ἢ μᾶλλον τὸ πολυτιμότατον τῶν χαρισμάτων, ἂν ἠδύνατο τις νὰ κάμνῃ τοιαύτας μεταβολὰς ἢ νὰ κατασκευάζῃ χρυσὸν ἐκ μολύβδου ἢ ἄργυρον ἐκ κασσιτέρου ἢ ἕνα Τίτορμον ἐκ τοῦ Κόνωνος ἢ ἐκ τοῦ Λεωτροφίδου ἕνα Μίλωνα.
   
  35. [46] Ἀλλὰ ποῦ τὸ τῆς τέχνης καὶ τὸ τῆς συμβουλῆς χρήσιμον; οὐκ ἐς ποίησιν τῶν προσόντων, ἀλλ᾽ ἐς χρῆσιν αὐτῶν τὴν προσήκουσαν· οἷόν τι ἀμέλει καὶ Ἴκκος καὶ Ἡρόδικος καὶ Θέων καὶ εἴ τις ἄλλος γυμναστής, οὐχ ὑπόσχοιντο ἀν σοί που τὸν Περδίκκαν παραλαβόντες [47] — εἰ δὴ οὗτός ἐστιν ὁ τῆς μητρυιᾶς ἐρασθεὶς καὶ διὰ ταῦτα κατεσκληκώς, ἀλλὰ μὴ Ἀντίοχος ὁ τοῦ Σελεύκου [Στρατονίκης ἐκείνης] — ἀποφαίνειν Ὀλυμπιονίκην καὶ Θεαγένει τῷ Θασίῳ ἢ Πολυδάμαντι τῷ Σκοτουσσαίῳ ἀντίπαλον, [48] ἀλλὰ τὴν δοθεῖσαν ὑπόθεσιν εὐφυᾶ πρὸς ὑποδοχὴν τῆς γυμναστικῆς παρὰ πολὺ ἀμείνω ἀποφαίνειν μετὰ τῆς τέχνης. Ὥστε ἀπέστω καὶ ἡμῶν τὸ ἐπιφθονον τοῦτο τῆς ὑποσχέσεως, εἰ τέχνην φαμὲν ἐφ᾽ οὕτω μεγάλῳ καὶ χαλεπῷ τῷ πράγματι εὑρηκέναι· οὐ γὰρ ὁντινοῦν παραλαβόντες ἀποφαίνειν συγγραφέα φαμέν, ἀλλὰ τῷ φύσει συνετῷ καὶ ἄριστα πρὸς λόγους ἠσκημένῳ ὑποδείξειν ὁδούς τινας ὀρθάς, εἰ δὴ τοιοῦτοι φαίνονται, αἷς χρώμενος θᾶττον ἂν καὶ εὐμαρέστερον τελέσειεν ἄχρι πρὸς τὸν σκοπόν. 36. Καίτοι οὐ γὰρ ἂν φαίης ἀπροσδεῆ τὸν συνετὸν εἶναι τῆς τέχνης καὶ διδασκαλίας ὧν ἀγνοεῖ· ἐπεὶ κἂν ἐκιθάριζε μὴ μαθὼν καὶ ηὔλει καὶ πάντα ἂν ἠπίστατο. Νῦν δὲ μὴ μαθὼν οὐκ ἄν τι αὐτῶν χειρουργήσειεν, [49] ὑποδείξαντος δέ τινος ῥαῖστά τε ἂν μάθοι καὶ εὖ μεταχειρίσαιτο ἐφ᾽ αὑτοῦ.   35. Ἀλλ᾽ εἰς τί λοιπὸν θὰ χρησιμεύσουν ἡ τέχνη καὶ αἱ συμβουλαί σου; Δὲν θὰ δημιουργήσουν προσόντα μὴ ὑπάρχοντα, ἀλλὰ θὰ ὁδηγήσουν εἰς τὴν πρέπουσαν χρῆσιν τῶν ὑπαρχόντων. Ὁμοίως ὁ Ἴκκος, ὁ Ἡρόδικος, ὁ Θέων καὶ οἱοσδήποτε ἄλλος γυμναστὴς δὲν θὰ σοῦ ἔδιδον ὑπόσχεσιν ὅτι, ἂν παραλάβουν τὸν Περδίκκαν —ἐὰν ἀληθῶς αὐτὸς εἶνε, καὶ ὄχι ὁ Ἀντίοχος τοῦ Σελεύκου, ὁ ἐρασθεις τὴν μητρυιάν τοῦ Στρατονίκην καὶ καταντήσας εἰς τὴν ἐσχάτην ἐξασθένησιν— θὰ τὸν καταστήσουν ἱκανὸν νὰ νικήσῃ εἰς τοὺς Ὀλυμπιακοὺς ἀγῶνας καὶ νὰ γίνῃ ἀντίπαλος Θεαγένους τοῦ Θασίου ἢ Πολυδάμαντος τοῦ Σκοτουσσαίου· ἀλλὰ τὸ πρόσωπον τὸ ὁποῖον θὰ παραδοθῇ εἰς αὐτούς, ἐὰν εἶνε κατάλληλον διὰ τὴν γυμναστικήν, θὰ τὸ καταστήσουν πολὺ καλλίτερον μὲ τὴν τέχνην των. Ὥστε οὕτω πρέπει νὰ ἐννοηθῇ καὶ ἡ ἐπαγγελία ἡμῶν, ὅταν λέγωμεν ὅτι εὑρήκαμεν τέχνην δι᾽ ἔργον τόσο μέγα καὶ δύσκολον· διότι δὲν λέγομεν ὅτι οἱονδήποτε ἂν παραλάβωμεν θὰ τὸν ἀναδείξωμεν συγγραφέα, ἀλλ᾽ εἰς τὸν φύσει νοήμονα καὶ ἐξησκημένον εἰς τὸ νὰ γράφῃ καλὰ δυνάμεθα νὰ ὑποδείξωμεν ὁδούς τινας εὐθείας, τὰς ὁποίας ἀκολουθῶν θὰ φθάσῃ ταχύτερα καὶ εὐκολώτερα εἰς τὸν σκοπόν. 36. Διότι δὲν δύνασαι βέβαια νὰ εἴπῃς ὅτι ὁ νοήμων ἄνθρωπος δὲν ἔχει ἀνάγκην τέχνης καὶ διδασκαλίας διὰ πράγματα τὰ ὁποῖα δὲν γνωρίζει, ἄλλως θὰ ἔπαιζε κιθάραν καὶ αὐλὸν καὶ τὰ πάντα ἐγνώριζε χωρὶς νὰ τὸ διδαχθῇ. Τώρα δὲ χωρὶς νὰ διδαχθῇ οὐδὲν ἐκ τούτων δύναται νὰ ἐκτελέσῃ, ἐνῷ, ἂν τὸν ὁδηγήσῃ κανεὶς εὐκόλως, θὰ μάθῃ καὶ καλῶς θὰ χειρισθῇ τὰ εἰρημένα ὄργανα.

 

11. νεροῦ: Ἐννοεῖ τὸ νερὸν τῆς κλεψύδρας, μὲ τὴν ὁποίαν ἐκανονίζετο ἡ διάρκεια τῆς ὁμιλίας τῶν ρητόρων.

12. ἀναγκαίας ἀνακωχάς: Διὰ νὰ ταφοῦν οἱ νεκροί.

13. Κεγχρεῶν: Πολίχνη μικρὸν ἀπεχουσα τῆς Κορίνθου, τὸ σημερινὸν Καλαμάκι.

14. ὅσα εἶδα, ὄχι ὅσα ἤκουσα: Καὶ οὗτος ἀντιγράφει τὸν Ἡρόδοτον, ὅστις λέγει τὰ αὐτὰ εἰς βιβλ. 1 κεφ. 8.

15. δράκοντες: Οἱ Πάρθοι εἶχον ὡς σημαίας ὁμοιώματα δρακόντων ἐκ ξύλου ἢ ἄλλης ὕλης, τοὺς ὁποίους ἔφεραν ἐπὶ κοντῶν.

16. Ἰβηρία: Οἱ ἀρχαῖοι ἔδιδον τὸ ὄνομα Ἰβηρία εἰς δύο διαφόρους χώρας· εἰς τὴν σημερινὴν Ἰσπανίαν καὶ εἰς μίαν ἄλλην παρὰ τὸν Καύκασον, συμπίπτου. σαν μὲ τὴν σημερινὴν Γεωργίαν. Τὴν δευτέραν δὲ ταύτην ἐνόει βέβαια ὁ ἱστορικός· ἀλλὰ τὴν τοποθετεῖ πρὸς νότον της Περσίας, ἀντὶ πρὸς βορρᾶν.

17. Κρανείου εἰς Λέρναν: Δηλαδὴ ἀπὸ τοῦ Κρανείου τῆς Κορίνθου μέχρι τῆς πηγῆς Λέρνας, ἥτις εὑρίσκετο εἰς τὰ περίχωρα τῆς αὐτῆς πόλεως καὶ ἦτο διάφορος τοῦ ὁμωνύμου ἕλους, ὅπου ὁ Ἡρακλῆς ἐφόνευσε τὴν Ὕδραν καὶ τὸ ὁποῖον ἦτο παρὰ τὸ Ἄργος.

18. δόλιχον: Ὁ Λουκιανὸς παίζει εἰκάζων ἐκ τῆς μακρολογίας τοῦ τίτλου ὅτι θὰ ἐνίκησε δόλιχον, δηλαδὴ μακρὸν δρόμον.

19. Παρθικές Νίκες: Τοῦτο δύναται νὰ σημαίνη καὶ νίκας τῶν Πάρθων κατὰ των Ρωμαίων καὶ νίκας τῶν Ρωμαίων κατὰ τῶν Πάρθων.

20. Αἱ "Ἀτθίδες" ἦσαν ἔργα τοῦ Φιλοχώρου, ὅστις ἔγραψεν ἐπὶ Πτολεμαίου του Φιλοπάτορος περὶ τῶν ἱστορικῶν ἀρχαιοτὴτων τῆς Ἀττικῆς. Ἦτο ἐξ ἴσου ποιητὴς καὶ ἱστορικὸς εὐδόκιμος. Δυστυχῶς τὰ ἔργα του, τὰ ὁποῖα μεγάλως ἐτιμῶντο κατὰ τὴν ἀρχαιότητα, ἀπωλέσθησαν.

21. Τίτορμος, Λεωτροφίδης, Μίλων:  Ὁ Λεωτροφιδης ἦτο κακεντρεχὴς ποιητὴς Ἀθηναῖος, τοῦ ὁποίου ἡ μεγάλη ἰσχνότης κατήντησε παροιμιώδης. Ἰσχνὸς ἐπίσης ἦτο, φαίνεται, καὶ ὁ Κόνων, διὸ ὁ Λ. τοὺς θέτει ἀμφοτέρους εἰς ἀντίθεσιν δύο κολοσσῶν, τοῦ Τιτόρμου καὶ τοῦ Μίλωνος.
 


 
 
 
<<<
[ Αρχή Σελίδας ]

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000