<<<
>>>

Λουκιανοῦ

“Πῶς δεῖ ἱστορίαν συγγράφειν”

Μετάφραση Ἰωάννου Κονδυλάκη



 
 
 
 
 

9. Καὶ οὐ τοῦτο φημι, ὡς οὐχὶ καὶ ἐπαινετέον ἐν ἱστορίᾳ ἐνίοτε· ἀλλ᾽ ἐν καιρῷ τῷ προσήκοντι ἐπαινετέον καὶ μέτρον ἐπακτέον τῷ πράγματι, τὸ μὴ ἐπαχθὲς τοῖς ὕστερον ἀναγνωσομένοις αὐτά, καὶ ὅλως πρὸς τὰ ἔπειτα κανονιστέον τὰ τοιαῦτα, ἅπερ μικρὸν ὕστερον ἐπιδείξομεν. [12] Οἳ δὲ οἴονται καλῶς διαιρεῖν ἐς δύο τὴν ἱστορίαν, εἰς τὸ τερπνὸν, καὶ χρήσιμον, καὶ διὰ τοῦτο εἰσποιοῦσι καὶ τὸ ἐγκώμιον ἐς αὐτὴν ὡς τερπνὸν καὶ εὐφραῖνον τοὺς ἐντυγχάνοντας, ὁρᾷς ὅσον τἀληθοῦς ἡμαρτήκασι; πρῶτον μὲν κιβδήλῳ τῇ διαιρέσει χρώμενοι· ἕν γὰρ ἔργον ἱστορίας καὶ τέλος, τὸ χρήσιμον, ὅπερ ἐκ τοῦ ἀληθοῦς μόνου συνάγεται, τὸ τερπνὸν δὲ ἄμεινον μὲν εἰ καὶ αὐτὸ παρακολουθήσειεν, ὥσπερ καὶ κάλλος ἀθλητῇ, εἰ δὲ μή, οὐδὲν κωλύσει ἀφ᾽ Ἡρακλέους γενέσθαι καὶ Νικόστρατον Ἰσιδότου, [13] γεννάδαν ὄντα καὶ τῶν ἀνταγωνιστῶν ἑκατέρων ἀλκιμώτερον, εἰ αὐτὸς μὲν αἴσχιστος ὀφθῆναι εἴη τὴν ὄψιν, Ἀλκαῖος δὲ ὁ καλὸς ὁ Μιλήσιος ἀνταγωνίζοιτο αὐτῷ, καὶ ἐρώμενος, ὥς φασι, τοῦ Νικοστράτου ὤν. Καὶ τοίνυν ἡ ἱστορία, εἰ μὲν ἄλλως τὸ τερπνὸν παρεμπορεύσαιτο, πολλοὺς ἂν τοὺς ἐραστὰς ἐπισπάσαιτο, ἄχρι δ᾽ ἂν καὶ μόνον ἔχῃ τὸ ἴδιον ἐντελές, λέγω δὲ τὴν τῆς ἀληθείας δήλωσιν, ὀλίγον τοῦ κάλλους φροντιεῖ.   9. Δὲν λέγω ὅμως ὅτι δὲν ἔχει θέσιν καὶ ὁ ἔπαινος ἐνίοτε εἰς τὴν ἱστορίαν· ἀλλὰ πρέπει νὰ γίνεται χρῆσις αὐτοῦ, ὅταν πρέπῃ, καὶ νὰ ἔχῃ ὅρια τὸ πρᾶγμα, ὥστε νὰ μὴ γίνῃ φορτικὸν εἰς ἐκείνους, οἵτινες θ᾽ ἀναγνώσουν εἰς τὸ μέλλον τὸ ἔργον· ἐν γένει δὲ αὐτὰ πρέπει νὰ γίνωνται κατὰ τοὺς κανόνας, τοὺς ὁποίους μετ᾽ ὀλίγον θὰ ὑποδείξωμεν. Ὅσοι δὲ νομίζουν ὅτι καλῶς διαιροῦν εἰς δύο τὴν ἱστορίαν, εἰς τὸ τερπνὸν καὶ τὸ χρήσιμον, καὶ διὰ τοῦτο εἰσάγουν εἰς αὐτὴν καὶ τὸ ἐγκώμιον ὡς τερπνὸν καὶ εὐχάριστον, βλέπεις πόσον ἀπομακρύνονται ἀπὸ τὸ ἀληθὲς καὶ τὸ ὀρθὸν. Πρῶτον μεταχειρίζονται ψευδῆ διαίρεσιν· διότι μία εἶνε ἡ προσπάθεια καὶ εἷς ὁ σκοπὸς τῆς ἱστορίας, τὸ χρήσιμον, τὸ ὁποῖον μόνον ἀπὸ τὴν ἀλήθειαν παράγεται. Ἂν δὲ δύναται νὰ προστεθῇ εἰς τὸ χρήσιμον καὶ τὸ τερπνὸν, ἀκόμη καλλίτερα, ὅπως καὶ τὸ κάλλος εἰς τὸν ἀθλητήν. Ἀλλὰ δὲν ἐμποδίζει τὸν Νικόστρατον Ἰσιδότου ἡ μεγάλη ἀσχημία του νὰ εἶνε ἀθλητὴς ἐκ τῶν ἰσχυροτέρων, νὰ νικᾷ τοὺς ἀντιπάλους του, εἷς ἐκ τῶν ὁποίων ἦτο ὁ ἐκ Μιλήτου ὡραῖος Ἀλκαῖος, ὅστις, ὡς λέγεται, ὑπῆρξε καὶ ἐρωτικὸς φίλος τοῦ Νικοστράτου. Ἡ ἱστορία λοιπὸν, καὶ ἂν ἀκόμη παραμελήσῃ τὸ τερπνὸν καὶ ὀλίγον φροντίζῃ διὰ τὸ κάλλος, θὰ προσελκύσῃ πολλοὺς θιασώτας, ἀρκεῖ καὶ μόνον νὰ εἶνε τελεία εἰς τὸ κύριόν της ἔργον, δηλαδὴ τήν ἔρευναν τῆς ἀληθείας.
   
10. Ἔτι κἀκεῖνο εἰπεῖν ἄξιον, ὅτι οὐδὲ τερπνὸν ἐν αὐτῇ τὸ κομιδῇ μυθῶδες [14] καὶ τὸ τῶν ἐπαίνων μάλιστα πρόσαντες παρ᾽ ἑκάτερον τοῖς ἀκούουσιν, ἢν μὴ τὸν συρφετὸν καὶ τὸν πολὺν δῆμον ἐπινοῇς, ἀλλὰ τοὺς δικαστικῶς καὶ νὴ Δία συκοφαντικῶς προσέτι γε ἀκροασομένους, οὓς οὐκ ἄν τι λάθοι παραδραμόν, ὀξύτερον μὲν τοῦ Ἄργου ὁρῶντας καὶ πανταχόθεν τοῦ σώματος, ἀργυραμοιβικῶς δὲ τῶν λεγομένων ἕκαστα ἐξετάζοντας, ὡς τὰ μὲν παρακεκομμένα εὐθὺς ἀπορρίπτειν, παραδέχεσθαι δὲ τὰ δόκιμα καὶ ἔννομα καὶ ἀκριβῆ τὸν τύπον, πρὸς οὓς ἀποβλέποντα χρὴ συγγράφειν, τῶν δὲ ἄλλων ὀλίγον φροντίζειν, κἂν διαρραγῶσιν ἐπαινοῦντες. Ἢν δὲ ἀμελήσας ἐκείνων ἡδύνῃς πέρα τοῦ μετρίου τὴν ἱστορίαν μύθοις καὶ ἐπαίνοις καὶ τῇ ἄλλῃ θωπεία, [15] τάχιστ᾽ ἂν ὁμοίαν αὐτὴν ἐξεργάσαιο τῷ ἐν Λυδίαι Ἡρακλεῖ· ἑωρακέναι γὰρ σέ που εἰκὸς γεγραμμένον, τῇ Ὀμφάλῃ δουλεύοντα, πάνυ ἀλλόκοτον σκευὴν ἐσκευασμένον, ἐκείνην μὲν τὸν λέοντα αὐτοῦ περιβεβλημένην καὶ τὸ ξύλον ἐν τῇ χειρὶ ἔχουσαν, ὡς Ἡρακλέα δῆθεν οὖσαν, αὐτὸν δὲ ἐν κροκωτῷ καὶ πορφυρίδι ἔρια ξαίνοντα καὶ παιόμενον ὑπὸ τῆς Ὀμφάλης τῷ σανδαλίῳ· καὶ τὸ θέαμα αἴσχιστον, ἀφεστῶσα ἡ ἐσθὴς τοῦ σώματος καὶ μὴ προσιζάνουσα καὶ τοῦ θεοῦ τὸ ἀνδρῶδες ἀσχημόνως καταθηλυνόμενον.   10. Πρέπει νὰ εἴπωμεν καὶ τοῦτο ἀκόμη, ὅτι οὐδὲ τερπνὸν εἶνε εἰς τὴν ἱστορίαν τὸ ἐντελῶς μυθῶδες καὶ οἱ ὑπερβολικοὶ ἔπαινοι· οὔτε τὸ ἓν οὔτε τὸ ἄλλο δύνανται ν᾽ ἀρέσουν εἰς τοὺς ἀναγνώστας. Ἐννοῶ δἐ ὄχι τὸν ὄχλον καὶ τοὺς πολλοὺς, ἀλλ᾽ ἐκείνους οἵτινες θ᾽ ἀναγνώσουν τὴν ἱστορίαν ὡς δικασταὶ καὶ μάλιστα ὡς κατήγοροι, τοὺς ὁποίους δὲν δύναται νὰ διαφύγῃ τίποτε στραβὸν καὶ ἄτοπον, διότι βλέπουν καλλίτερα ἀπὸ τὸν Ἄργον καὶ βλέπουν δι᾽ ὅλου τοῦ σώματος, ὡς ἀργυραμοιβοὶ δὲ ἐξετάζουν τὰ καθέκαστα, καὶ τὰ μὲν κίβδηλα ἀπορρίπτουν ἀμέσως, παραδέχονται δὲ τὰ σωστά, γνήσια καὶ κανονικά. Πρὸς τούτους πρέπει ν᾽ ἀποβλέπῃς, ὅταν συγγράφῃς, διὰ δὲ τοὺς ἄλλους ὀλίγον νὰ σκοτίζεσαι ὅσον καὶ ἂν σ᾽ ἐπαινοῦν. Ἐὰν δέ, μὴ προσέχων εἰς τὴν γνώμην τῶν ὀλίγων, στολίσῃς πέραν τοῦ μέτρου τὴν ἱστορίαν μὲ μύθους καὶ ἐπαίνους καὶ ἄλλας κολακείας, θὰ τὴν καταστήσῃς ὁμοίαν μὲ τὸν Ἡρακλῆ, ὅταν εὑρίσκετο εἰς τὴν Λυδίαν. Διότι θὰ ἔτυχε νὰ τὸν ἴδῃς κἄπου ζωγραφισμένον ὡς δοῦλον τῆς Ὀμφάλης, μὲ πολὺ ἀλλόκοτον ἐνδυμασίαν. Ἡ μὲν Ὀμφάλη φορεῖ τὴν λεοντῆν αὐτοῦ καὶ κρατεῖ τὸ ρόπαλον, ὡς νὰ εἶνε τάχα αὐτὴ ὁ Ἡρακλῆς, αὐτὸς δὲ φορεῖ γυναικεῖα ἐνδύματα καὶ ξαίνει ἔρια καὶ ἡ Ὀμφάλη τὸν κτυπᾷ μὲ τὸ σάνδαλόν της. Καὶ εἶνε τὸ θέαμα ἐξουθενωτικόν, ὅπως τὰ ἐνδύματα δὲν ταιριάζουν εἰς τὸ σῶμα τοῦ Ἡρακλέους, τοῦ ὁποίου τὴν ἀνδρικότητα ἐκθηλύνουν ἀπρεπῶς.
   
11. Καὶ οἱ μὲν πολλοὶ ἴσως καὶ ταῦτά σου ἐπαινέσονται, οἱ ὀλίγοι δὲ ἐκεῖνοι, ὧν σὺ καταφρονεῖς, μάλα ἡδὺ καὶ ἐς κόρον γελάσονται, [16] ὁρῶντες τὸ ἀσύμφυλον καὶ ἀνάρμοστον καὶ δυσκόλλητον τοῦ πράγματος, ἑκάστου γὰρ δὴ ἴδιόν τι καλόν ἐστιν·εἰ δὲ τοῦτο ἐναλλάξειας, ἀκαλλὲς τὸ αὐτὸ παρὰ τὴν χρῆσιν γίγνεται. Ἐῶ λέγειν ὅτι οἱ ἔπαινοι ἑνὶ μὲν ἴσως τερπνοὶ, τῷ ἐπαινουμένῳ, τοῖς δ᾽ ἄλλοις ἐπαχθεῖς, καὶ μάλιστα ἢν ὑπερφυεῖς τὰς ὑπερβολὰς ἔχωσιν, οἵους αὐτοὺς οἱ πολλοὶ ἀπεργάζονται, τὴν εὔνοιαν τὴν παρὰ τῶν ἐπαινουμένων θηρώμενοι καὶ ἐνδιατρίβοντες ἄχρι τοῦ πᾶσι προφανῆ τὴν κολακείαν ἐξεργάσασθαι· οὐδὲ γὰρ κατὰ τέχνην αὐτὸ δρᾶν ἴσασιν οὐδ᾽ ἐπισκιάζουσι τὴν θωπείαν, ἀλλ᾽ ἐμπεσόντες ἀθρόα πάντα καὶ ἀπίθανα καὶ γυμνὰ διεξίασιν. 12. Ὥστ᾽ οὐδὲ τυγχάνουσιν οὗ μάλιστα ἐφίενται· οἱ γὰρ ἐπαινούμενοι πρὸς αὐτῶν μισοῦσι μᾶλλον καὶ ἀποστρέφονται ὡς κόλακας, εὖ ποιοῦντες, καὶ μάλιστα ἢν ἀνδρώδεις τὰς γνώμας ὦσιν· ὥσπερ Ἀριστόβουλος μονομαχίαν γράψας Ἀλεξάνδρου καὶ Πώρου, καὶ ἀναγνόντος αὐτῷ τοῦτο μάλιστα τὸ χωρίον τῆς γραφῆς [17] — ᾤετο γὰρ χαριεῖσθαι τὰ μέγιστα τῷ βασιλεῖ ἐπιψευδομενος ἀριστείας τινὰς αὐτῷ καὶ ἀναπλάττων ἔργα μείζω τῆς ἀληθείας — λαβὼν ἐκεῖνος τὸ βιβλίον — πλέοντες δὲ ἐτύγχανον ἐν τῷ ποταμῷ τῷ Ὑδάσπῃ — ἔρριψεν ἐπὶ κεφαλὴν ἐς τὸ ὕδωρ ἐπειπών, Καὶ σὲ δὲ οὕτως ἐχρῆν, ὦ Ἀριστόβουλε, τοιαῦτα ὑπὲρ ἐμοῦ μονομαχοῦντα καὶ ἐλέφαντας ἑνὶ ἀκοντίῳ φονεύοντα. Καὶ ἔμελλέ γε οὕτως ἀγανακτήσειν ὁ Ἀλέξανδρος, ὅς γε οὐδὲ τὴν τοῦ ἀρχιτέκτονος τόλμαν ἠνέσχετο, ὑποσχομένου τὸν Ἄθω εἰκόνα ποιήσειν αὐτοῦ καὶ μετακοσμήσειν τὸ ὄρος εἰς ὁμοιότητα τοῦ βασιλέως, ἀλλὰ κόλακα εὐθὺς ἐπιγνοὺς τὸν ἄνθρωπον οὐκετ᾽ οὐδ᾽ ἐς τὰ ἄλλα ὁμοίως ἐχρῆτο.   11. Οἱ πολλοὶ ἴσως θὰ σ᾽ ἐπαινέσουν δι᾽ αὐταά· ἀλλ᾽ οἱ ὀλίγοι ἐκεῖνοι. τῶν ὁποίων τὴν γνώμην δὲν ἔλαβες ὑπ᾽ ὄψιν, θὰ γελάσουν πολὺ εἰς βάρος σου βλέποντες τὸ ἀσύμφωνον, ἀταίριαστον καὶ δυσάρμοστον τοῦ πράγματος. Ὅ,τι εἶνε ὡραῖον δι᾽ ἕν πρᾶγμα, ἐνδέχεται νὰ εἶνε ἀσχημία δι᾽ ἄλλο, εἰς τὸ ὁποῖον δὲν ταιριάζει. Ἀφήνω ὅτι οἱ ἔπαινοι μόνον εἰς ἕνα, τὸν ἐπαινούμενον, ἴσως εἶνε εὐχάριστοι· εἰς τοὺς ἄλλους ὅμως εἶνε ἀηδεῖς καὶ ὀχληροί, μάλιστα ἂν εἶνε πολὺ ὑπερβολικοί, ὅπως συμβαίνει πολλάκις, ὅταν οἱ ἐπαινοῦντες ἐπιδιώκουν τὴν εὔνοιαν τῶν ἐπαινουμένων καὶ τόσον τὸ παρακάνουν, ὥστε γίνεται φανερὰ εἱς ὅλους ἡ κολακεία. Διότι οὔτε μὲ τέχνην γνωρίζουν νὰ κολακεύσουν, οὔτε περικαλύπτουν τὰ θωπεύματα ἀλλ᾽ ἀφοῦ ἀρχίσουν ἐπισωρεύουν ἐπαίνους, ὅλους χονδροειδεῖς καὶ ἀπιθάνους. 12. Οὕτω δὲ οὐδ᾽ ἐκεῖνο τὸ ὁποῖον πρὸ πάντων ἐπιδιώκουν ἐπιτυγχάνουν· διότι οἱ παρ᾽ αὐτῶν ἐπαινούμενοι τοὺς μισοῦν μᾶλλον καὶ τοὺς περιφρονοῦν, ὡς κόλακας, καὶ δικαίως, μάλιστα ἂν τύχῃ νὰ ἔχουν χαρακτῆρα ἀνδροπρεπῆ. Τοιοῦτόν τι ἔπαθεν ὁ Ἀριστόβουλος, ὅστις, ἀφοῦ περιέγραψε τὴν μονομαχίαν τοῦ Ἀλεξάνδρου μὲ τὸν Πῶρον, ἀνέγνωσεν εἰς αὐτὸν τὸ μέρος τοῦτο τῆς ἱστορίας του — διότι ἐνόμιζεν, ὅτι θὰ εὐχαρίστει τὸν βασιλέα, ἂν ἐξώγκωνε τὴν νίκην μὲ ψεύδη καὶ ἐπινοήσεις ὑπερτέρας τῆς ἀληθείας—. Ἀλλ᾽ ὁ Ἀλέξανδρος ἔλαβε τὸ βιβλίον —ἐταξείδευαν δὲ εἰς τὸν ποταμὸν Ὑδάσπην— καὶ τὸ ἔρριψεν εἰς τὸ νερόν. Καὶ σέ, εἶπε πρὸς τὸν συγγραφέα, οὕτω ἔπρεπε νὰ σὲ μεταχειρισθῶ, διότι τοιαύτας μονομαχίας κάνεις διὰ λογαριασμόν μου καὶ δι᾽ ἑνὸς ἀκοντισμοῦ φονεύεις ἐλέφαντας. Καὶ ἦτο ἑπόμενον ν᾽ ἀγανακτήσῃ οὕτω ὁ Ἀλέξανδρος, ὅστις δὲν ἠνέχθη καὶ τὴν τόλμην τοῦ ἀρχιτέκτονος ἐκείνου, ὁ ὁποῖος τοῦ ἐπρότεινε νὰ μεταβάλῃ τὸ ὄρος Ἄθω εἰς ἀνδριάντα αὐτοῦ, νὰ μεταμορφώσῃ δηλαδὴ τοιουτοτρόπως τὸ ὄρος, ὥστε νὰ ὁμοιάζῃ πρὸς τὸν βασιλέα, ἀλλ᾽ ἐννοήσας ἀμέσως ὅτι ἦτο κόλαξ τὸν ἀπέπεμψε καὶ δὲν τὸν ἐχρησιμοποίησε πλέον εἰς τίποτε.
   
13. Ποῦ τοίνυν τὸ τερπνὸν ἐν τούτοις, ἐκτὸς εἰ μή τις κομιδῇ ἀνόητος εἴη, ὡς χαίρειν τὰ τοιαῦτα ἐπαινούμενος, ὧν παρὰ πόδας οἱ ἔλεγχοι; ὥσπερ οἱ ἄμορφοι τῶν ἀνθρώπων, [18] καὶ μάλιστά γε τὰ γύναια τοῖς γραφεῦσι παρακελευόμενα ὡς καλλίστας αὐτὰς γράφειν· οἴονται γὰρ ἄμεινον ἕξειν τὴν ὄψιν, ἢν ὁ γραφεὺς αὐταῖς ἐρύθημά τε πλεῖον ἐπανθίσῃ καὶ τὸ λευκὸν ἐγκαταμίξῃ πολὺ τῷ φαρμάκω. Τοιοῦτοι τῶν συγγραφόντων οἱ πολλοί εἰσι τὸ τήμερον καὶ τὸ ἴδιον καὶ τὸ χρειῶδες, ὅ τι ἂν ἐκ τῆς ἱστοριας ἐλπίσωσι, θεραπεύοντες, οὓς μισεῖσθαι καλῶς εἶχεν, ἐς μὲν τὸ παρὸν κόλακας προδήλους καὶ ἀτέχνους ὄντας, ἐς τοὐπιὸν δὲ ὕποπτον ταῖς ὑπερβολαῖς τὴν ὅλην πραγματείαν ἀποφαίνοντας. Εἰ δέ τις πάντως τὸ τερπνὸν ἡγεῖται καταμεμῖχθαι δεῖν τῇ ἱστορίᾳ πάσῃ, [19] ἀλλὰ ἃ σὺν ἀληθείᾳ τερπνὰ ἐστιν ἐν τοῖς ἄλλοις κάλλεσι τοῦ λόγου, ὧν ἀμελήσαντες οἱ πολλοὶ τὰ μηδὲν προσήκοντα ἐπεισκυκλοῦσιν.    13. Ποῦ λοιπὸν ὑπάρχει τὸ τερπνὸν εἰς αὐταά, ἐκτὸς ἂν εἶνε κανεὶς ἐντελῶς ἀνόητος, ὥστε νὰ εὐχαριστῆται μὲ τοιούτους ἐπαίνους, τῶν ὁποίων τὸ ψεῦδος εἶνε προφανές; Οἱ τοιοῦτοι ὁμοιάζουν μὲ τοὺς ἀσχήμους ἀνθρώπους, μάλιστα δὲ τὰ ἄσχημα γύναια, τὰ ὁποῖα παραγγέλλουν εἰς τοὺς ζωγράφους νὰ τὰ ἐξωραΐζουν εἰς τὴν εἰκόνα των· διότι νομίζουν, ὅτι πραγματικῶς θὰ ἐξωραϊσθοῦν, ἂν ὁ ζωγράφος βάψῃ τὰς παρειάς των μὲ περισσότερον κόκκινον καὶ μεταχειρισθῇ περισσότερον λευκὸν χρῶμα. Τοιοῦτοι εἶνε οἱ πλεῖστοι ἀπὸ τοὺς σημερινοὺς συγγραφεῖς· διὰ τῆς ἱστορίας ἐπιδιώκουν τὸ ἴδιον συμφέρον καὶ τὴν πλήρωσιν ἀτομικῶν ἀναγκῶν· καὶ ἔπρεπε νὰ τοὺς μισῶμεν, διότι εἰς μὲν τὸ παρὸν εἶνε φανεροὶ καὶ χυδαῖοι κόλακες, εἰς τὸ μέλλον δὲ θὰ καταστήσουν ὕποπτον διὰ τῶν ὑπερβολῶν ὅλην τὴν ὑπόθεσιν τῆς διηγήσεώς των. Ἐὰν δέ τις νομίζῃ ὅτι πάντως πρέπει τὸ τερπνὸν ν᾽ ἀναμιγνύεται εἰς τὴν ἱστορίαν ἐν γένει, δὲν ἔχω ἀντίρρησιν, ἀλλ᾽ ὑπὸ τὸν ὅρον τὸ τερπνὸν νὰ εἶνε καὶ ἀληθὲς καὶ ὄχι ἀνάρμοστον εἰς τὸν χαρακτῆρα τοῦ ἔργου, ὅπως τὸ μεταχειρίζονται οἱ περισσότεροι.
   
  14. Ἐγὼ δ᾽ οὖν καὶ διηγήσομαι ὁπόσα μέμνημαι ἔναγχος ἐν Ἰωνίᾳ συγγραφέων τινῶν, καὶ νὴ Δία ἐν Ἀχαΐα πρῴην ἀκούσας τὸν αὐτὸν τοῦτον πόλεμον διηγουμένων· καὶ πρὸς Χαρίτων μηδεὶς ἀπιστήση τοῖς λεχθησομένοις· ὅτι γὰρ ἀληθῆ ἐστι κἂν ἐπωμοσάμην, εἰ ἀστεῖον ἦν ὅρκον ἐντιθέναι συγγράμματι. Εἷς μέν τις αὐτῶν ἀπὸ Μουσῶν εὐθὺς ἤρξατο παρακαλῶν τὰς θεὰς συνεφάψασθαι τοῦ συγγράμματος, ὁρᾷς ὡς ἐμμελὴς ἡ ἀρχὴ καὶ περὶ πόδα τῇ ἱστορία [20] καὶ τῷ τοιούτῳ εἴδει τῶν λόγων πρέπουσα; εἶτα μικρὸν ὑποβὰς Ἀχιλλεῖ μὲν τὸν ἡμέτερον ἄρχοντα εἴκαζε, Θερσίτῃ δὲ τὸν τῶν Περσῶν βασιλέα, οὐκ εἰδὼς ὅτι ὁ Ἀχιλλεὺς ἀμείνων ἦν αὐτῷ, εἰ Ἔκτορα μᾶλλον ἢ Θερσίτην καθῄρει, καὶ εἰ πρόσθεν μὲν ἔφευγεν ἐσθλός τις,

ἐδίωκε δέ μιν μέγ᾽ ἀμείνων.

εἶτ᾽ ἐπῆγεν ὑπὲρ αὐτοῦ τι ἐγκώμιον, καὶ ὡς ἄξιος εἴη συγγράψαι τὰς πράξεις οὕτω λαμπρὰς οὔσας. Ἤδη δὲ κατιὼν ἐπῄνει καὶ τὴν πατρίδα τὴν Μίλητον, προστιθεὶς ὡς ἄμεινον ποιοῖ τοῦτο τοῦ Ὁμήρου μηδὲν μνησθέντος τῆς πατρίδος. Εἶτ᾽ ἐπὶ τέλει τοῦ φροιμίου ὑπισχνεῖτο διαρρήδην καὶ σαφῶς, [21] ἐπὶ μεῖζον μὲν αἴρειν τὰ ἡμέτερα, τοὺς βαρβάρους δὲ καταπολεμήσειν καὶ αὐτός, ὡς ἂν δύνηται· καὶ ἤρξατό γε τῆς ἱστορίας οὕτως, αἴτια ἅμα τῆς τοῦ πολέμου ἀρχῆς διεξιών· “Ὁ γὰρ μιαρώτατος καὶ κάκιστα ἀπολούμενος Οὐολόγεσος ἤρξατο πολεμεῖν δι᾽ αἰτίαν τοιάνδε.”

  14. Ἐγὼ δὲ θὰ διηγηθῶ καὶ ὅσα ἤκουσα πρὸ ὀλίγου καιροῦ εἰς τὴν Ἰωνίαν καὶ εἰς τὴν Ἀχαΐαν πρότερον περί τινων συγγραφέων, οἵτινες ἔγραψαν διήγησιν τοῦ εἰρημένου πολέμου· καὶ ἐξορκίζω εἰς τὰς Χάριτας νὰ μὴ ἀπιστήσῃ κανεὶς εἰς ὅσα θὰ εἴπω· διότι θὰ ἠδυνάμην καὶ νὰ ὁρκισθῶ ὅτι εἶνε ἀληθῆ, ἂν ἦτο πρέπον νὰ παρενθέτῃ κανεὶς ὅρκον εἰς σύγγραμμα. Εἷς λοιπὸν ἐξ αὐτῶν ἤρχισε τὴν ἱστορίαν του μὲ τὴν ἐπίκλησιν τῶν Μουσῶν, παρακαλῶν τὰς θεὰς νὰ τὸν βοηθήσουν εἰς τὸ ἔργον του. Βλέπεις πόσον κατάλληλος εἶνε ἡ τοιαύτη ἀρχὴ καὶ ταιριαστὴ εἰς τὴν ἱστορίαν καὶ ἁρμόζουσα εἰς τὸ τοιοῦτον εἶδος τοῦ λόγου; Ἔπειτα ὀλίγον κατωτέρω τὸν μὲν ἡμέτερον ἄρχοντα προσωμοίαζε πρὸς τὸν Ἀχιλλέα, τὸν δὲ βασιλέα τῶν Περσῶν πρὸς τὸν Θερσίτην, χωρὶς νὰ σκεφθῇ ὅτι ὁ Ἀχιλλεὺς περισσότερον ἀνεδείχθη, διότι ἐφόνευσε τὸν Ἔκτορα καὶ ὄχι τὸν Θερσίτην, καὶ ὅτι, ὅταν τρέπεται εἰς φυγὴν ἀνδρεῖός τις, τὸν καταδιώκει πολὺ ἀνδρειότερος. Ἔπειτα ἔστρεφεν εἰς τὸν ἑαυτόν του τὸ ἐγκώμιον, ὅτι εἶνε ἄξιος νὰ περιγράψῃ πράξεις τόσον ἐνδόξους. Προχωρῶν ἀπηύθυνεν ἐπαίνους καὶ πρὸς τὴν πατρίδα του Μίλητον, προσθέτνν ὅτι κατὰ τοῦτο ἔπραξε καλλίτερα ἀπὸ τὸν Ὅμηρον, ὅστις δὲν ἀνέφερε κἂν τὴν πατρίδα του. Εἰς δὲ τὸ τέλος τοῦ προοιμίου ὑπέσχετο ρητῶς καὶ σαφῶς ὅτι θὰ ἀνυψώσῃ τὰ ἡμέτερα, τοὺς δὲ βαρβάρους θὰ πολεμήσῃ καὶ αὐτὸς ὅσον δύναται. Καὶ ἤρχισε τὴν ἱστορίαν ὡς ἐξῆς: “Ὁ μιαρώτατος Οὐολόγεσος, τοῦ ὁποίου τὸ τέλος εἴθε νὰ εἶνε οἰκτρότατον, ἤρχισε τὸν πόλεμον διὰ τὴν ἐξῆς αἰτίαν”.
15. Οὗτος μὲν τοιαῦτα, ἕτερος δὲ Θουκυδίδου ζηλωτὴς ἄκρος, οἷος εὖ μάλα τῷ ἀρχετύπω εἰκασμένος, καὶ τὴν ἀρχὴν ὡς ἐκεῖνος σὺν τῷ ἑαυτοῦ ὀνόματι ἤρξατο, χαριεστάτην ἀρχῶν ἁπασῶν καὶ θύμου τοῦ Ἀττικοῦ ἀποπνέουσαν. Ὅρα γάρ· “Κρεπέρῃος Καλπουρνιανὸς Πομπηϊουπολίτης συνέγραψε τὸν πόλεμον τῶν Παρθυαίων καὶ Ῥωμαίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, [22] ἀρξάμενος εὐθὺς ξυνισταμένου.” Ὥστε μετά γε τοιαύτην ἀρχὴν τί ἄν σοι τὰ λοιπὰ λέγοιμι, ὁποῖα ἐν Ἀρμενία ἐδημηγόρησε τὸν Κερκυραῖον αὐτὸν ῥήτορα παραστησάμενος, ἢ οἷον Νισιβηνοῖς λοιμὸν τοῖς μὴ τὰ Ῥωμαίων αἱρουμένοις ἐπήγαγε παρὰ Θουκυδίδου χρησάμενος ὅλον ἄρδην πλὴν μόνου τοῦ Πελασγικοῦ καὶ τῶν τειχῶν τῶν μακρῶν, ἐν οἷς οἱ τότε λοιμώξαντες ᾤκησαν; τὰ δ᾽ ἄλλα καὶ ἀπὸ Αἰθιοπίας ἤρξατο, ὥστε καὶ ἐς Αἴγυπτον κατέβη καὶ ἐς τὴν βασιλέως γῆν τὴν πολλήν, καὶ ἐν ἐκείνῃ γε ἔμεινεν εὖ ποιῶν. Ἐγὼ γοῦν θάπτοντα ἔτι αὐτὸν καταλιπὼν τοὺς ἀθλίους Ἀθηναίους ἐν Νισίβι ἀπῆλθον ἀκριβῶς εἰδὼς καὶ ὅσα ἀπελθόντος ἐρεῖν ἔμελλε. [23] Καὶ γὰρ αὖ καὶ τοῦτο ἐπιεικῶς πολὺ νῦν ἐστι, τὸ οἴεσθαι τοῦτ᾽ εἶναι τοῖς Θουκυδίδου ἐοικότα λέγειν, εἰ ὀλίγον ἐντρέψας τὰ αὐτοῦ ἐκείνου λέγοι τις, μικρὰ ῥάκια, ὅπως καὶ αὐτὸς ἂν φαίης, οὐ δι᾽ αὐτήν, νὴ Δία κἀκεῖνο ὀλίγου δεῖν παρέλιπον· ὁ γὰρ αὐτὸς οὗτος συγγραφεὺς πολλὰ καὶ τῶν ὅπλων καὶ τῶν μηχανημάτων, ὡς Ρωμαῖοι αὐτὰ ὀνομάζουσιν, οὕτως ἀνέγραψε, καὶ τάφρον ὡς ἐκεῖνοι καὶ γέφυραν καὶ τὰ τοιαῦτα, καί μοι ἐννόησαν ἡλίκον τὸ ἀξίωμα τῆς ἱστορίας καὶ ὡς Θουκυδίδῃ πρέπον, μεταξὺ τῶν Ἀττικῶν ὀνομάτων τὰ Ἰταλιωτικὰ ταῦτα ἐγκεῖσθαι, ὥσπερ τὴν πορφύραν ἐπικοσμοῦντα καὶ ἐμπρέποντα καὶ πάντως συνᾴδοντα. 15. Καὶ αὐτὸς μὲν τοιαῦτα ἔγραψεν. Ἄλλος δὲ, μέγας θιασώτης τοῦ Θουκυδίδου, ὥστε νὰ θέλῃ νὰ μιμηθῇ καθ᾽ ὅλα τὸ πρότυπον, ἢρχισεν ὅπως καὶ ἐκεῖνος μὲ τὸ ὄνομά του, θεωρῶν ὅτι τοιαύτη ἔναρξις εἶνε ἡ εὐγενεστέρα καὶ μυρίζει θύμον ἀττικόν. Ἄκουσε καὶ κρῖνε· “Κρεπέριος Καλπουρνιανός, Πομπηουπολίτης συνέγραψε τὸν πόλεμον τῶν Παρθυαίων καὶ Ῥωμαίων, ὡς ἐπολέμησαν πρὸς ἀλλήλους, ἀρξάμενος εὐθὺς ξυνιστα μένου”. Μετὰ τοιαύτην δὲ ἀρχήν, πρὸς τί νὰ σοῦ ἀναφέρω τὰ κατόπιν, δηλαδὴ τὰς δημηγορίας του εἰς τὴν Ἀρμενίαν, ὅπου μᾶς παρουσιάζει ἀπαράλλακτον τὸν Κερκυραῖον ῥήτορα, ἢ τὸν λοιμὸν τὸν ὁποῖον ἔστειλε κατὰ τῶν Νισιβηνῶν, οἵτινες δὲν ἦσαν φίλοι πρὸς τοὺς Ῥωμαίους, δανεισθεὶς αὐτὸν καθ᾽ ὁλοκληρίαν ἀπὸ τὸν Θουκυδίδην, ἐκτὸς μόνον τοῦ Πελασγικοῦ καὶ τῶν μακρῶν τειχῶν, ὅπου οἱ τότε προσβληθέντες ὑπὸ τοῦ λοιμοῦ ἐγκατεστάθησαν. Ἤρχισε δὲ καὶ ἀπὸ τὴν Αἰθιοπίαν ὁ λοιμὸς αὐτοῦ, ὅπως τοῦ Θουκυδίδου καὶ ἐκεῖθεν κατέβη εἰς τὴν Αἴγυπτον καὶ μετεδόθη εἰς τὸ μεγαλείτερον μέρος τῆς χώρας, ἥτις ἀνήκει εἰς τὸν βασιλέα τῆς Περσίας, εὐτυχῶς δε ἔμεινεν ἐκεῖ. Ἐγὼ λοιπὸν τὸν ἀφῆκα νὰ θάπτῃ τοὺς δυστυχεῖς Ἀθηναίους εἰς τὴν Νίσιβιν καὶ ἀνεχώρησα, γνωρίζων ἐντελῶς καὶ ὅσα μετὰ τὴν ἀναχώρησίν μου ἔμελλε νὰ εἴπῃ. Εἶνε δὲ συνηθέστατον σήμερον καὶ νὰ νομίζουν οἱ συγγραφεῖς ὅτι ἐξισοῦνται πρὸς τὸν Θουκυδίδην, ἂν μὲ μικρὰς μεταβολὰς μεταχειρίζωνται τὰς ἐκφράσεις ἐκείνου καὶ διάφορα φρασίδια, ὡς “ὅπως καὶ αὐτὸς ἂν φαίης”, “οὐ δι᾽ αὐτήν”, “νὴ Δία κἀκεῖνο ὀλίγου δεῖν παρέλιπον”. Ὁ ἴδιος δὲ συγγραφεὺς, ὅστις κατ᾽ αὐτὸν τὸν τρόπον ἀπομιμεῖται τὸν Θουκυδίδην, ἀναφέρει πολλὰ ὅπλα καὶ μηχανήματα ὅπως οἱ Ῥωμαῖοι τὰ ὀνομάζουν, καὶ τὴν τάφρον ὅπως ἐκεῖνοι καὶ τὴν γέφυραν καὶ ἄλλα τοιαῦτα. Καὶ δύνασαι πλέον νὰ σκεφθῇς ποίαν σοβαρότητα ἔχει τοιαύτη ἱστορία καὶ πόσον εἶνε ἄξιον τοῦ Θουκυδίδου νἀναμιγνύωνται αἱ Ἰταλικαὶ αὐταὶ λέξεις μὲ τὰς Ἀττικάς, καὶ νὰ παρίστανται ὅτι ἁρμόζουν καὶ συνάδουν πρὸς αὐτάς.
   
16. [24] Ἄλλος δέ τις αὐτῶν ὑπόμνημα τῶν γεγονότων γυμνὸν συναγαγὼν ἐν γραφῇ κομιδῇ πεζὸν καὶ χαμαιπετές, οἷον καὶ στρατιώτης ἄν τις τὰ καθ᾽ ἡμέραν ἀπογραφόμενος συνέθηκεν ἢ τέκτων ἢ κάπηλός τις συμπερινοστῶν τῇ στρατιᾷ, πλὴν ἀλλὰ μετριώτερος γε ὁ ἰδιώτης οὗτος ἦν, αὐτὸς μὲν αὐτίκα δῆλος ὢν οἷος ἦν, ἄλλῳ δέ τινι χαρίεντι καὶ δυνησομένω ἱστορίαν μεταχειρίσασθαι προπεπονηκώς. Τοῦτο μόνον ᾐτιασάμην αὐτοῦ, ὅτι οὕτως ἐπέγραψε τὰ βιβλία τραγικώτερον ἢ κατὰ τὴν τῶν συγγραμμάτων τύχην· “Καλλιμόρφου ἰατροῦ τῆς τῶν κοντοφόρων ἕκτης ἱστοριῶν Παρθικῶν·” καὶ ὑπεγέγραπτο ἑκάστῃ ὁ ἀριθμός, [25] καὶ νὴ Δία καὶ τὸ προοίμιον ὑπέρψυχρον ἐποίησεν οὕτως συναγαγών· οἰκεῖον εἶναι ἰατρῷ ἱστορίαν συγγράφειν, εἴγε ὁ Ἀσκληπιὸς μὲν Ἀπόλλωνος υἱός, Ἀπόλλων δὲ Μουσηγέτης καὶ πάσης παιδείας ἄρχων· καὶ ὅτι ἀρξάμενος ἐν τῇ Ἰάδι γράφειν οὐκ οἶδα ὅ τι δόξαν αὐτίκα μάλα ἐπὶ τὴν κοινὴν μετῆλθεν, ἰητρείην μὲν λέγων καὶ πείρην καὶ ὁκόσα καὶ νοῦσοι, τὰ δ᾽ ἄλλα ὁμοδίαιτα τοῖς πολλοῖς καὶ τὰ πλεῖστα οἷα ἐκ τριόδου.   16. Κάποιος δὲ ἄλλος ἐκ τῶν ἱστορικῶν τούτων ἔγραψε διήγησιν τῶν γεγονότων κατὰ τρόπον ὅλως ξηρὸν καὶ πεζόν, ὅπως θὰ τὰ ἔγραφε καὶ στρατιώτης, κρατῶν σημείωσιν τῶν καθ᾽ ἑκάστην συμβαινόντων, ἢ κτίστης ἢ κάπηλος παρακολουθῶν τὸ στράτευμα. Ἀλλ᾽ ὁ ἁπλοϊκὸς οὗτος εἶνε μᾶλλον συγγνωστὸς, διότι αὐτὸς μὲν φαίνεται ἀμέσως ὁποῖος ἦτο, εἰργάσθη δὲ δι᾽ ἄλλον πλέον φιλόκαλον καὶ ἱκανὸν νὰ γράψῃ ἱστορίαν. Τὸ μόνον διὰ τὸ ὁποῖον τὸν κατέκρινα εἶνε ὅτι ἔδωκεν εἰς τὸ ἔργον του τίτλον λίαν πομπώδη διὰ τὴν ἀξίαν τοῦ περιεχομένου· “Καλλιμόρφου ἰατροῦ τῆς ἕκτης λεγεῶνος τῶν κοντοφόρων ἱστορίαι τῶν Παρθικῶν πολέμων” καὶ τὸ σύγγραμμα εἶνε διῃρημένον εἰς βιβλία ἀριθμημένα. Προέταξε δὲ καὶ προοίμιον σαχλόν, εἰς τὸ ὁποῖον λέγει ὅτι εἰς τὸν ἰατρὸν προσήκει νὰ γράψῃ ἱστορίαν, καθότι ὁ μὲν Ἀσκληπιὸς εἶνε υἱὸς τοῦ Ἀπόλλωνος, ὁ δὲ Ἀπόλλων ἀρχηγὸς τῶν Μουσῶν καὶ πάσης παιδείας κύριος. Ἐνῷ δὲ ἀρχίζει νὰ γράφῃ εἰς τὴν Ἰωνικὴν διάλεκτον, δὲν γνωρίζω διατὶ μετ᾽ ὁλίγον ἐπανέρχεται εἰς τὴν κοινήν· καὶ λέγει "ἰατρείην" καὶ "πείρην" καὶ "ὁκόσα" καὶ "νοῦσοι", ἔπειτα δὲ μεταχειρίζεται λέξεις κοινὰς καὶ πολλὰκις τοῦ δρόμου.
   
3. Ὁ ἀρχιτέκτων οὗτος ὠνομάζετο Δεινοκράτης. Ἀλλά, παρὰ τὰ λεγόμενα ὑπὸ τοῦ Λουκιανοῦ, ἡ πρότασίς του, κατ᾽ ἄλλην παράδοσιν, ἔκαμεν εὐχάριστον ἐντύπωσιν εἰς τὸν Ἀλέξανδρον. Καὶ ἡ μὲν ἀνδριαντοποίησις τοῦ ὄρους δὲν ἐξετελέσθη, τοῦ ἀνέθεσεν ὅμως ὁ βασιλεὺς τὴν ἀνέγερσιν τῆς Ἀλεξανδρείας.

4. Ἐκ τῆς Ἰλιάδος. Ἐδίωκε δέ μιν μέγ᾽ ἀμείνων.

5.  "ἰατρείην" καὶ "πείρην" καὶ "ὁκόσα" καὶ "νοῦσοι": Ἰωνικαὶ λέξεις.

 


 
 
 
<<<
[ Αρχή Σελίδας ]

 
 
 
 
 

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000