<<< εισαγωγή >>>

Λουκιανοῦ

“Πῶς δεῖ ἱστορίαν συγγράφειν”

Μετάφραση Ἰωάννου Κονδυλάκη


  1. [1] Ἀβδηρίταις φασὶ Λυσιμάχου ἤδη βασιλεύοντος ἐμπεσεῖν τι νόσημα, ὦ καλὲ Φίλων, τοιοῦτο· πυρέττειν μὲν γὰρ τὰ πρῶτα πανδημεὶ ἅπαντας ἀπὸ τῆς πρώτης εὐθὺς ἐρρωμένως καὶ λιπαρεῖ τῷ πυρετῷ, περὶ δὲ τὴν ἑβδόμην τοῖς μὲν αἷμα πολὺ ἐκ ῥινῶν ῥυέν, [2] τοῖς δ᾽ ἱδρὼς ἐπιγενόμενος, πολὺς καὶ οὗτος, ἔλυσε τὸν πυρετόν. Ἐς γελοῖον δέ τι πάθος περιίστα τὰς γνώμας αὐτῶν· ἅπαντες γὰρ ἐς τραγῳδίαν παρεκίνουν καὶ ἰαμβεῖα ἐφθέγγοντο καὶ μέγα ἐβόων, μάλιστα δὲ τὴν Εὐριπίδου Ἀνδρομέδαν ἐμονῴδουν καὶ τὴν τοῦ Περσέως ῥῆσιν ἐν μέρει διεξῄεσαν, καὶ μεστὴ ἦν ἡ πόλις ὠχρῶν ἁπάντων καὶ λεπτῶν τῶν ἑβδομαίων ἐκείνων τραγῳδῶν,

σὺ δ᾽ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως,

καὶ τὰ ἄλλα μεγάλῃ τῇ φωνῇ ἀναβοώντων καὶ τοῦτο ἐπὶ πολύ, ἄχρι δὴ χειμὼν καὶ κρύος δὲ μέγα γενόμενον ἔπαυσε ληροῦντας αὐτούς. Αἰτίαν δέ μοι δοκεῖ τοῦ τοιούτου παρασχεῖν Ἀρχέλαος ὁ τραγῳδός, [3] εὐδοκιμῶν τότε, μεσοῦντος θέρους ἐν πολλῷ τῷ φλογμῷ τραγῳδήσας αὐτοῖς τὴν Ἀνδρομέδαν, ὡς πυρέξαι τε ἀπὸ τοῦ θεάτρου τοὺς πολλοὺς καὶ ἀναστάντας ὕστερον ἐς τὴν τραγῳδίαν παρολισθαίνειν, ἐπὶ πολὺ ἐμφιλοχωρούσης τῆς Ἀνδρομέδας τῇ μνήμῃ αὐτῶν καὶ τοῦ Περσέως ἔτι σὺν τῇ Μεδούσῃ τὴν ἑκάστου γνώμην περιπετομένου.

  1. Λέγεται, ἀγαπητὲ Φίλων, ὅτι ἐπὶ τῆς βασιλείας τοῦ Λυσιμάχου ἐνέσκηψεν εἰς τὰ Ἄβδηρα μία τοιαύτη ἐπιδημία. Ὅλοι οἱ κάτοικοι κατελήφθησαν ὑπὸ σφοδροῦ πυρετοῦ, ὅστις ἐξηκολούθει μὲ συχνοὺς παροξυσμοὺς ἐπὶ ἑπτὰ ἡμέρας. Κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν ἄλλοι μὲν ἀπὸ τοὺς ἀρρώστους ἐπάθαιναν ἄφθονον αἱμορραγίαν τῆς μύτης, ἄλλοι δὲ ἐφίδρωσιν ἐπίσης ἄφθονον καὶ οὕτω ἔπαυεν ὁ πυρετὸς. Ἀλλὰ τὸ νόσημα ἔφερε καὶ τὸ πνεῦμα αὐτῶν εἰς μίαν κωμικὴν κατάστασιν. Ὅλοι δηλαδὴ ἔκαμναν θεατρικὰς κινήσεις καὶ μεγαλοφώνως ἀπήγγελλον ἰαμβικοὺς στίχους, μάλιστα δὲ μέρη ἀπὸ τὴν Ἀνδρομέδαν τοῦ Εὐριπίδου καὶ ἰδίως τὴν ἐπιφώνησιν τοῦ Περσέως:

σὺ δ᾽ ὦ θεῶν τύραννε κἀνθρώπων Ἔρως,

καὶ ἦτο ἡ πόλις γεμάτη ἐκ τῶν ὠχρῶν τούτων καὶ ἐξησθενημένων ὑπὸ τοῦ ἑφθημέρου πυρετοῦ τραγῳδῶν. Διήρκεσε δὲ τὸ γενικὸν τοῦτο ἀναφώνημα ἐπὶ πολὺ, ἔως οὗ ὁ χειμὼν καὶ ψῦχος πολὺ τοὺς ἔκοψε τὴν νοσηρὰν αὐτὴν φλυαρίαν. Αἴτιος δὲ τῆς παραφροσύνης μοῦ φαίνεται ὅτι ἔγινεν ὁ τραγικὸς ἠθοποιὸς Ἀρχέλαος, ὁ ὁποῖος τότε ἦτο φημισμένος καὶ εἰς τὰ μέσα τοῦ θέρους ἐν καιρῷ μεγάλου καύσωνος ἔπαιξεν εἰς τὰ Ἄβδηρα τὴν Ἀνδρομέδαν. Οἱ δὲ Ἀβδηρῖται ἔπαθαν τὸν πυρετὸν εἰς τὸ θέατρον, ὅταν δὲ ἀνέρρωσαν, ἐξηκολούθουν νὰ ἀναπολοῦν τὴν τραγῳδίαν· ἡ Ἀνδρομέδα ἐπὶ πολὺ παρέμεινεν εἰς τὴν μνήμην των καὶ ὁ Περσεὺς μὲ τὴν Μέδουσαν ἐξηκολούθει νὰ περιίπταται εἰς τὴν φαντασίαν των.

   
  2. Ὡς οὖν ἕν, φασίν, ἑνὶ παραβαλεῖν, τὸ Ἀβδηριτικὸν ἐκεῖνο πάθος καὶ νῦν τοὺς πολλοὺς τῶν πεπαιδευμένων περιελήλυθεν, οὐχ ὥστε τραγῳδεῖν — ἔλαττον γὰρ ἂν τοῦτο παρέπαιον ἀλλοτρίοις ἰαμβείοις, οὐ φαύλοις κατεσχημένοι — [4] ἀλλ᾽ ἀφ᾽ οὗ δὴ τὰ ἐν ποσὶ ταῦτα κεκίνηται, ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν Ἀρμενίᾳ τραῦμα καὶ αἱ συνεχεῖς νῖκαι, οὐδεὶς ὅστις οὐχ ἱστορίαν συγγράφει, μᾶλλον δὲ Θουκυδίδαι καὶ Ἡρόδοτοι καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες, καὶ ὡς ἔοικεν, ἀληθὲς ἄρ᾽ ἦν ἐκεῖνο τό “Πόλεμος ἁπάντων πατήρ”, εἴ γε καὶ συγγραφέας τοσούτους ἀνέφυσεν ὑπὸ μιᾷ τῇ ὁρμῇ.   2. Ἐπειδὴ λοιπὸν, κατὰ τὴν παροιμίαν, τὸ ἕν πρᾶγμα δύναται νὰ παραβληθῇ πρὸς τὸ ἄλλο, τὸ νόσημα ἐκεῖνο τῶν Ἀβδηριτῶν εἶνε ὅμοιον πρὸς ἐκεῖνο, τὸ ὁποῖον ἔχει καταλάβει σήμερον τοὺς περισσοτέρους τῶν πεπαιδευμένων. Οὗτοι εἶνε ἀληθὲς ὅτι δὲν ἀπαγγέλλουν τραγῳδίαν,—θὰ ἦτο μικροτέρα παραφροσύνη, ἂν μὲ ξένους στίχους οὐχὶ ἀσχήμους ἐπεδεικνύοντο—ἀλλ᾽ ἀφ᾽ ὅτου ἤρχισεν ὁ ἐξακολουθῶν πόλεμος κατὰ τῶν βαρβάρων καὶ συνέβη ἡ ἦττα εἰς τὴν Ἀρμενίαν καὶ ἠκολούθησαν αἱ συνεχεῖς νῖκαι, δὲν ἔμεινε κανεὶς ὁ ὁποῖος νὰ μὴ γράψῃ ἱστορίαν· ὅλοι ἔγειναν Θουκυδίδαι καὶ Ἡρόδοτοι καὶ Ξενοφῶντες, οὕτως ὥστε νὰ ἀληθεύῃ ἐκεῖνο τὸ ὁποῖον εἶπεν ὁ φιλόσοφος, "ὁ πόλεμος εἶνε τῶν ὅλων ὁ πατὴρ", ἀφοῦ τόσους συγγραφεῖς ἐγέννησε διὰ μιᾶς.
   
  3. Ταῦτα τοίνυν, ὦ φιλότης, ὁρῶντα καὶ ἀκούοντα με τὸ τοῦ Σινωπέως ἐκεῖνο εἰσῆλθεν· ὁπότε γὰρ ὁ Φίλιππος ἐλέγετο ἤδη ἐπελαύνειν, οἱ Κορίνθιοι πάντες ἐταράττοντο καὶ ἐν ἔργῳ ἦσαν, ὁ μὲν ὅπλα ἐπισκευάζων, ὁ δὲ λίθους παραφέρων, ὁ δὲ ὑποικοδομῶν τοῦ τείχους, ὁ δὲ ἔπαλξιν ὑποστηρίζων, ὁ δὲ ἄλλος ἄλλο τι τῶν χρησίμων ὑπουργῶν. Ὁ δὴ Διογένης ὁρῶν ταῦτα, ἐπεὶ μηδὲν εἶχεν ὅ τι καὶ πράττοι [5] — οὐδεὶς γὰρ αὐτῷ ἐς οὐδὲν ἐχρῆτο — διαζωσάμενος τὸ τριβώνιον σπουδῇ μάλα καὶ αὐτὸς ἐκύλιε τον πίθον, ἐν ᾧ ἐτύγχανεν οἰκῶν, ἄνω καὶ κάτω τοῦ Κρανείου· καί τινος τῶν συνήθων ἐρομένου, Τί ταῦτα ποιεῖς, ὦ Διόγενες; Κυλίω, ἔφη, κἀγὼ τὸν πίθον, ὡς μὴ μόνος ἀργεῖν δοκοίην ἐν τοσούτοις ἐργαζομένοις. 4. Καὐτὸς οὖν, ὦ Φίλων, ὡς μὴ μόνος ἄφωνος εἴην ἐν οὕτω πολυφώνῳ τῷ καιρῷ μηδ᾽ ὥσπερ κωμικὸν δορυφόρημα κεχηνὼς σιωπῇ παραφεροίμην, καλῶς ἔχειν ὑπέλαβον ὡς δυνατόν μοι κυλῖσαι τὸν πίθον, οὐχ ὡς ἱστορίαν συγγράφειν οὐδὲ πράξεις αὐτὰς διεξιέναι· οὐχ οὕτω μεγαλότολμος ἐγώ, μηδὲ τοῦτο δείσῃς περὶ ἐμοῦ· οἶδα γάρ, ἡλίκος ὁ κίνδυνος, εἰ κατὰ τῶν πετρῶν κυλίοι τις, καὶ μάλιστα οἷον τοὐμὸν τοῦτο πιθάκνιον οὐδὲ πάνυ καρτερῶς κεκεραμευμένον· [6] δεήσει γὰρ αὐτίκα μάλα πρὸς μικρόν τι λιθίδιον προσπταίσαντα συλλέγειν τὰ ὄστρακα.   3. Αὐτὰ λοιπὸν, φίλτατε, βλέπων καὶ ἀκούων, ἐνθυμήθηκα ἕν ἀνέκδοτον τοῦ Διογένους· ὅταν ἠκούσθη ὅτι ὁ Φίλιππος ἐξεστράτευε κατὰ τῆς Ἑλλάδος, οἱ Κορίνθιοι ὅλοι ἐταράχθησαν καὶ ἤρχισαν νὰ ἐργάζωνται διὰ τὴν ἄμυναν· ἄλλος διώρθονεν ὅπλα, ἄλλος ἐκόμιζε πέτρας, ἄλλος ἐπεσκεύαζε τὸ τεῖχος ἢ ἐστερέωνε πύργον καὶ ἄλλος ἔπραττεν ὅ,τι χρήσιμον ἠδύνατο· ὁ δὲ Διογένης βλέπων αὐτὰ καὶ μὴ ἔχων τὶ νὰ πράξῃ καὶ αὐτὸς — διότι οὐδεὶς τοῦ ἀνέθετε καμμίαν ἐργασίαν — περιέζωσε τὸ ἔνδυμα του καὶ μὲ πολλὴν δραστηριότητα ἤρχισε νὰ κυλίῃ τὸ πιθάρι, τὸ ὁποῖον τοῦ ἐχρησίμευεν ὡς κατοικία, ἐπάνω καὶ κάτω εἰς τὸ Κράνειον. Ὅταν δὲ κάποιος ἐκ τῶν γνωστῶν του τὸν ἠρώτησε, διατὶ τὸ κάνεις αὐτό, Διογένη; Κυλίω, εἶπε, καὶ ἐγὼ τὸ πιθάρι, διὰ νὰ μὴ φαίνωμαι ὅτι μόνος ἐγὼ μένω ἀργὸς μεταξὺ τόσων ἐργαζομένων. 4. Καὶ ἐγώ, ἀγαπητὲ Φίλων, διὰ νὰ μὴ μένω μόνος ἄφωνος εἰς ἐποχὴν τόσον πολύφωνον καὶ νὰ μὴ παρουσιάζω κωμικὸν θέαμα ἀνθρώπου ἔχοντος ἀνοικτὸν τὸ στόμα καὶ μὴ λέγοντας τίποτε, ἐνόμισα καλὸν νὰ κυλίσω καὶ ἐγώ ὅσον δύναμαι τὸν πίθον μου, ὄχι ὅμως διὰ νὰ γράψω ἱστορίαν καὶ νὰ διηγηθῶ πολεμικὰ γεγονότα· δὲν ἔχω τόσῳ μεγάλην τόλμην ἐγὼ καὶ μὴ φοβηθῇς ὅτι θ᾽ ἀποτολμήσω τοιοῦτόν τι διότι γνωρίζω πόσον μέγας εἶνε ὁ κίνδυνος, ὅταν κυλίῃ κανεὶς ἐπάνω εἰς πέτρας καὶ μάλιστα πιθάριον λεπτοκατασκευασμένον, ὁποῖον τὸ ἰδικόν μου· μόλις προσκρούσῃ εἰς μικρὰν πέτραν θὰ εὐρεθῷ εἰς τὴν ἀνάγκην νὰ περισυλλέγω τὰ κομμάτια του.
Τί οὖν ἔγνωσταί μοι καὶ πῶς ἀσφαλῶς μεθέξω τοῦ πολέμου, αὐτὸς ἔξω βέλους ἑστώς, ἐγώ σοι φράσω. “Τούτου μὲν καπνοῦ καὶ κύματος” καὶ φροντίδων, ὅσαι τῷ συγγραφεῖ ἔνεισιν, ἀνέξω ἐμαυτὸν εὖ ποιῶν, παραίνεσιν δέ τινα μικρὰν καὶ ὑποθήκας ταύτας ὀλίγας ὑποθήσομαι τοῖς συγγράφουσιν, ὡς κοινωνήσαιμι αὐτοῖς τῆς οἰκοδομίας, εἰ καὶ μὴ τῆς ἐπιγραφῆς, ἄκρῳ γε τῷ δακτύλῳ τοῦ πηλοῦ προσαψάμενος. 5. Καίτοι οὐδὲ παραινέσεως οἱ πολλοὶ δεῖν οἴονται σφίσιν ἐπὶ τὸ πρᾶγμα, οὐ μᾶλλον ἢ τέχνης τινὸς ἐπὶ τὸ βαδίζειν ἢ βλέπειν ἢ ἐσθίειν, ἀλλὰ πάνυ ῥᾷστον καὶ πρόχειρον καὶ ἅπαντος εἶναι ἱστορίαν συγγράψαι, ἤν τις ἑρμηνεῦσαι τὸ ἐπελθὸν δύνηται· τὸ δὲ οἶσθά που καὶ αὐτός, ὦ ἑταῖρε, ὡς οὐ τῶν εὐμεταχειρίστων οὐδὲ ῥαθύμως συντεθῆναι δυναμένων τοῦτ᾽ ἐστίν, [7] ἀλλά, εἴ τι ἐν λόγοις καὶ ἄλλο, πολλῆς τῆς φροντίδος δεόμενον, ἤν τις, ὡς ὁ Θουκυδίδης φησίν, ἐς ἀεὶ κτῆμα συντιθείη.      Πῶς λοιπὸν ἐσκέφθηκα καὶ πῶς θὰ λάβω μέρος εἰς τὸν πόλεμον μὲ ἀσφάλειαν καὶ μένων ἔξω βολῆς, θὰ σοῦ εἴπω. Ἐγὼ θὰ ἀποφύγω τοὺς κόπους, τὰς φροντίδας καὶ τοὺς κινδύνους, τοὺς ὁποίους ἔχει ὁ συγγραφεὺς, θὰ περιορισθῶ δὲ νὰ δώσω μίαν μικρὰν συμβουλὴν καὶ ὁλίγα διδάγματα εἰς τοὺς συγγράφοντας, διὰ νὰ λάβω οὕτω καὶ ἐγὼ μέρος εἰς τὴν οἰκοδομὴν, ἄν ὄχι διὰ τῆς ἐπιγραφῆς τῆς πραγματείας μου, τουλάχιστον διότι θὰ θίξω μὲ τὸ ἄκρον τοῦ δακτύλου τὸν πηλὸν τὸν ὁποῖον μεταχειρίζονται. 5. Τὸ βέβαιον εἶνε ὅτι οἱ περισσότεροι ἐξ αὐτῶν νομίζουν ὅτι δὲν ἔχουν ἀνάγκην συμβουλῆς διὰ τὴν ἐργασίαν των, ὅπως περίπου δὲν ἔχουν ἀνάγκην διδασκαλίας διὰ νὰ βαδίζουν, νὰ βλέπουν ἢ νὰ τρώγουν, ἀλλὰ θεωροῦν ὥς λίαν εὔκολον καὶ πρόχειρον καὶ δυνατὴν εἰς ὅλους τὴν συγγραφὴν ἱστορίας, ὥς δύναταί τις νὰ κρίνῃ ἐκ τῶν συμβαινόντων. Ἀλλὰ γνωρίζεις καὶ σὺ, φίλε μου, ὅτι ἡ ἱστορία δὲν εἶνε ἀπὸ τὰ εὔκολα καὶ ἀκόπως συνθετόμενα ἔργα, ἀλλ᾽ εἶνε ἀπὸ τὰ ἔχοντα περισσοτέραν ἀνάγκην φροντίδος, ὅταν, ὁ Θουκυδίδης λέγει, γίνεται διὰ νὰ μείνῃ ἀθάνατος, "κτῆμα ἐς ἀεὶ".
Οἶδα μὲν οὖν οὐ πάνυ πολλοὺς αὐτῶν ἐπιστρέψων, ἐνίοις δὲ καὶ πάνυ ἐπαχθὴς δόξων, καὶ μάλιστα ὁπόσοις ἀποτετέλεσται ἤδη καὶ ἐν τῷ κοινῷ δέδεικται ἡ ἱστορία. Εἰ δὲ καὶ ἐπῄνηται ὑπὸ τῶν τότε ἀκροασαμένων, μανία ἥ γε ἐλπίς, ὡς οἱ τοιοῦτοι μεταποιήσουσιν ἢ μετεγγράψουσί τι τῶν ἅπαξ κεκυρωμένων καὶ ὥσπερ ἐς τὰς βασιλείους αὐλὰς ἀποκειμένων. Ὅμως δὲ οὐ χεῖρον καὶ πρὸς αὐτοὺς ἐκείνους εἰρῆσθαι, ἵν᾽, εἴ ποτε πόλεμος ἄλλος συσταίη, ἢ Κελτοῖς πρὸς Γέτας ἢ Ἰνδοῖς πρὸς Βακτρίους — οὐ γὰρ πρὸς ἡμᾶς γε τολμήσειεν ἄν τις, ἁπάντων ἤδη κεχειρωμένων — ἔχωσιν ἄμεινον συντιθέναι τὸν κανόνα τοῦτον προσάγοντες, ἤνπερ γε δόξῃ αὐτοῖς ὀρθὸς εἶναι· εἰ δὲ μή, αὐτοὶ μὲν καὶ τότε τῷ αὐτῷ πήχει ὥσπερ καὶ νῦν μετρούντων τὸ πρᾶγμα· [8] ὁ ἰατρὸς δὲ οὐ πάνυ ἀνιάσεται, ἢν πάντες Ἀβδηρῖται ἑκόντες Ἀνδρομέδαν τραγῳδῶσι.      Γνωρίζω λοιπὸν ὅτι δὲν θὰ ἀποτρέψω πολλοὺς ἐξ αὐτῶν, εἰς μερικοὺς δὲ θὰ φανῶ καὶ πολὺ ὀχληρὸς καὶ μάλιστα εἰς ἐκείνους τῶν ὁποίων τὸ ἔργον ἔχει ἤδη τελειώσει καὶ παραδοθῇ εἰς τὸ κοινόν. Ἐὰν δὲ καὶ ἐπῃνέθη ὑπὸ ἐκείνων οἵτινες τὸ ἀνέγνωσαν, ἡ ἐλπἰς ὅτι θὰ μεταβάλουν καὶ θὰ διορθώσουν κάτι ἐκ τῶν ἢδη θεσπισμένων καὶ κατατεθειμένων, οὔτως εἰπεῖν, εἰς τὰ βασιλικὰ ἀρχεῖα, εἶνε ματαία. Ἀλλ᾽ ὅμως δὲν εἶνε κακὸν νὰ λεχθῇ καὶ πρὸς αὐτοὺς τούτους ἡ ἀλήθεια, ὥστε, ἐὰν ποτὲ γείνῃ ἄλλος πόλεμος ἢ τῶν Κελτῶν πρὸς τοὺς Γέτας ἢ τῶν Ἰνδῶν πρὸς τοὺς Βακτρίους -διότι πρὸς ἡμᾶς δὲν θὰ τολμήσῃ κανεὶς νὰ κηρύξῃ πόλεμον, ἀφοῦ ἤδη ὅλους τοὺς ἔχομεν ὑποτάξει -- νὰ μεταχειρισθοῦν τὸν κανόνα τοῦτον, ἐὰν τὸν νομίσουν ὀρθὸν πρὸς καλλιτέραν σύνθεσιν τῆς ἐργασίας των. Ἐὰν δὲ πάλιν ἐπιμείνουν εἰς τὰς μεθόδους των, ὁ ἰατρὸς δὲν θὰ παραστενοχωρηθῇ, διότι οἱ Ἀβδηρῖται θὰ ἐξακολουθοῦν ἑκουσίως ν᾽ ἀπαγγέλλουν τὴν Ἀνδρομέδαν.
   
  6. Διττοῦ δὲ ὄντος τοῦ τῆς συμβουλῆς ἔργου, τὰ μὲν γὰρ αἱρεῖσθαι, τὰ δὲ φεύγειν διδάσκει, φέρε πρῶτα εἴπωμεν ἅτινα φευκτέον τῷ ἱστορίαν συγγράφοντι καὶ ὧν μάλιστα καθαρευτέον, ἔπειτα οἷς χρώμενος οὐκ ἂν ἁμάρτοι τῆς ὀρθῆς καὶ ἐπ᾽ εὐθὺ ἀγούσης, ἀρχήν τε οἵαν αὐτῷ ἀρκτέον καὶ τάξιν ἥντινα τοῖς ἔργοις ἐφαρμοστέον καὶ μέτρον ἑκάστου καὶ ἃ σιωπητέον καὶ οἷς ἐνδιατριπτέον καὶ ὅσα παραδραμεῖν ἄμεινον καὶ ὅπως ἑρμηνεῦσαι αὐτὰ καὶ συναρμόσαι. Ταῦτα μὲν καὶ τὰ τοιαῦτα ὕστερον· νῦν δὲ τὰς κακίας ἤδη εἴπωμεν, ὁπόσαι τοῖς φαύλως συγγράφουσι παρακολουθοῦσιν. Ἃ μὲν οὖν κοινὰ πάντων λόγων ἐστὶν ἁμαρτήματα ἔν τε φωνῇ καὶ ἁρμονίᾳ καὶ διανοίᾳ καὶ τῇ ἄλλῃ ἀτεχνίᾳ, μακρόν τε ἂν εἴη ἐπελθεῖν καὶ τῆς παρούσης ὑποθέσεως οὐκ ἴδιον· κοινὰ γάρ, ὡς ἔφην, ἁπάντων λόγων ἐστὶν ἁμαρτήματα [ἔν τε φωνῇ καὶ ἁρμονίᾳ].    6. Ἐπειδὴ δὲ τὸ ἔργον τῆς συμβουλῆς εἶνε διττὸν καὶ διδάσκει ποῖα νὰ προτιμῶμεν καὶ ποῖα ν᾽ ἀποφεύγωμεν, ἂς εἴπωμεν πρῶτα ποῖα πρέπει ν᾽ ἀποφεύγῃ ὁ γράφων ἱστορίαν καὶ ποῖα ν᾽ ἀπορρίπτῃ πρὸ πάντων, ἔπειτα δὲ ποῖα νὰ μεταχειρίζεται, διὰ νὰ μὴ ἐξέλθῃ τῆς ὀρθῆς καὶ εὐθείας ὁδοῦ, πῶς ν᾽ ἀρχίσῃ καὶ ποίαν τάξιν νὰ ἐφαρμόσῃ εἰς τὰ ἔργα του, καὶ τὸ μέτρον τὸ ὁποῖον θὰ τηρῇ διὰ κάθε τι, καὶ ὅσα πρέπει ν᾽ ἀποσιωπᾷ καὶ εἰς ὅσα νὰ ἐνδιατρίβῃ, καὶ ὅσα εἶνε προτιμότερον νὰ παρατρέξῃ καὶ πῶς νὰ τὰ ἐξηγῇ καὶ τὰ συναμόζῃ. Καὶ αὐτὰ μὲν τὰ τοιαῦτα θ᾽ ἀναπτύξωμεν κατόπιν· τώρα δὲ θ᾽ ἀναφέρωμεν τὰ ἐλαττώματα, τὰ ὁποῖα παρακολουθοῦν τοὺς κακοὺς συγγραφεῖς. Τὰ κοινὰ ὅμως εἰς ὅλα τὰ εἴδη τοῦ λόγου σφάλματα, εἰς τὴν γλῶσσαν, τὴν ἁρμονίαν, τὴν ἔννοιαν, καὶ πᾶσα ἄλλη ἀτεχνία καὶ μακρὰν ἀνάπτυξιν ἀπαιτοῦν καὶ τῆς παρούσης πραγματείας τὰ ὅρια διαφεύγουν· διότι, ώς εἶπα, εἶνε κοινὰ ὅλων τῶν εἰδῶν τοῦ λόγου ἐλαττώματα.
   
7. Ἃ δ᾽ ἐν ἱστορίαι διαμαρτάνουσι, τὰ τοιαῦτα ἂν εὕροις ἐπιτηρῶν, οἷα κἀμοὶ πολλάκις ἀκροωμένῳ ἔδοξε, καὶ μάλιστα ἢν ἅπασιν αὐτοῖς ἀναπετάσῃς τὰ ὦτα. Οὐκ ἄκαιρον δὲ μεταξὺ καὶ ἀπομνημονεῦσαι ἔνια παραδείγματος ἕνεκα τῶν ἤδη οὕτω συγγεγραμμένων, [9] καὶ πρῶτόν γε ἐκεῖνο, ἡλίκον ἁμαρτάνουσιν, ἐπισκοπήσωμεν·   7. Τὰ δὲ σφάλματά τῶν εἰς τὴν καθαρῶς ἱστορικὴν ἐργασίαν δύνασαι νὰ εὕρῃς, ἂν προσέξῃς εἰς τὰ ἔργα αὐτῶν, ὅπως ἐγώ πολλάκις παρατηρῶ, ὁσάκις ἀκροῶμαι τοιαύτας ἱστορίας ἀναγινωσκομένας, καὶ μάλιστα ἂν προσέξῃς εἰς ὅλους. Δὲν εἶνε ἑπομένως περιττὸν νὰ ἀναφέρω, ὣς παραδείγματα, τίνα ἀπὸ τὰ κατ᾽ αὐτὸν τὸν τρόπον συγγραφέντα. Ἀλλὰ πρὸ τούτου ἂς ἐξετάσωμεν τὰ σπουδαιότερα αὐτῶν ἐλαττώματα.
ἀμελήσαντες γὰρ οἱ πολλοὶ αὐτῶν τοῦ ἱστορεῖν τὰ γεγενημένα τοῖς ἐπαίνοις ἀρχόντων καὶ στρατηγῶν ἐνδιατρίβουσι, τοὺς μὲν οἰκείους εἰς ὕψος ἐπαίροντες, τοὺς πολεμίους δὲ πέρα τοῦ μετρίου καταρρίπτοντες, ἀγνοοῦντες ὡς οὐ στενῷ τῷ ἰσθμῷ διώρισται καὶ διατετείχισται ἡ ἱστορία πρὸς τὸ ἐγκώμιον, ἀλλά τι μέγα τεῖχος ἐν μέσῳ ἐστὶν αὐτῶν καὶ τὸ τῶν μουσικῶν δὴ τοῦτο, δὶς διὰ πασῶν ἐστι πρὸς ἄλληλα, εἴγε τῷ μὲν ἐγκωμιάζοντι μόνου ἑνὸς μέλει, ὁπωσοῦν ἐπαινέσαι καὶ εὐφρᾶναι τὸν ἐπαινούμενον, καὶ εἰ ψευσαμένῳ ὑπάρχει τυχεῖν τοῦ τέλους, ὀλίγον ἂν φροντίσειεν· ἡ δὲ οὐκ ἂν τι ψεῦδος ἐμπεσὸν ἡ ἱστορία, οὐδὲ ἀκαριαῖον ἀνάσχοιτο, οὐ μᾶλλον ἢ τὴν ἀρτηρίαν ἰατρῶν παῖδές φασι τὴν τραχεῖαν παραδέξασθαι ἄν τι ἐς αὐταὴν καταποθέν.      Οἱ πλεῖστοι ἐξ αὐτῶν παραμελοῦντες νὰ ἱστοροῦν τὰ γεγονότα, καταγίνονται νὰ ἐπαινοῦν τοὺς ἄρχοντας καὶ τοὺς στρατηγοὺς, καὶ τοὺς μὲν ἰδικοὺς των ἀνυψόνουν, τοὺς δὲ ἐχθροὺς καθ᾽ ὑπερβολὴν καταρρίπτουν. Ἀγνοοῦν ὅτι δὲν χωρίζει τὴν ἱστορίαν ἀπὸ τὸ ἐγκώμιον στενὸν χώρισμα, ἀλλὰ μέγα τεῖχος ὑπάρχει μεταξύ των καὶ, ὅπως λέγουν οἱ μουσικοὶ, ἱστορία καὶ ἐγκώμιον εἶνε δὶς διαπασῶν πρὸς ἄλληλα. Ὁ μὲν ἐγκωμιάζων φροντίζει μόνον πῶς νὰ ἐπαινέσῃ καὶ εὐχαριστήσῃ τὸν ἐπαινούμενον καὶ ἂν εἶνε ἀνάγκη νὰ ψευσθῇ, διὰ νὰ ἐπιτύχῃ τὸν σκοπὸν του, ὀλίγον θὰ σκοτισθῇ· ἡ ἱστορία ὅμως δὲν δύναται οὐδ᾽ ἐπὶ στιγμὴν νἀνεχθῇ ψεῦδος, ἀκριβῶς ὅπως ἡ τραχεῖα ἀρτηρία, κατὰ τοὺς ἰατρούς, δὲν ἀνέχεται ὅ,τι εἰσέλθῃ εἰς αὐτὴν, ἐνῷ καταπίνομεν.
8. Ἔτι ἀγνοεῖν ἐοίκασιν οἱ τοιοῦτοι ὡς ποιητικῆς μὲν καὶ ποιημάτων ἄλλαι ὑποσχέσεις καὶ κανόνες ἴδιοι, ἱστορίας δὲ ἄλλοι· ἐκεῖ μὲν γὰρ ἀκρατὴς ἡ ἐλευθερία καὶ νόμος εἷς. Τὸ δόξαν τῷ ποιητῇ· ἔνθεος γὰρ καὶ κάτοχος ἐκ Μουσῶν, κἂν ἵππων ὑποπτέρων ἅρμα ζεύξασθαι ἐθέλῃ, [10] κἂν ἐφ᾽ ὕδατος ἄλλους ἢ ἐπ᾽ ἀνθερίκων ἄκρων θευσομένους ἀναβιβάσηται, φθόνος οὐδείς, οὐδὲ ὁπόταν ὁ Ζεὺς αὐτῶν ἀπὸ μιᾶς σειρᾶς ἀνασπάσας αἰωρῇ ὁμοῦ γῆν καὶ θάλατταν, δεδίασι μὴ ἀπορραγείσης ἐκείνης συντριβῇ τὰ πάντα κατενεχθέντα· ἀλλὰ κἂν Ἀγαμέμνονα ἐπαινέσαι θέλωσιν, οὐδεὶς ὁ κωλύσων Διὶ μὲν αὐτὸν ὅμοιον εἶναι τὴν κεφαλὴν καὶ τὰ ὄμματα, τὸ στέρνον δὲ τῷ ἀδελφω αὐτοῦ τῷ Ποσειδῶνι, τὴν δὲ ζώνην τῷ Ἄρει, καὶ ὅλως σύνθετον ἐκ πάντων θεῶν γενέσθαι δεῖ τὸν Ἀτρέως καὶ Ἀερόπης· οὐ γὰρ ἱκανὸς ὁ Ζεὺς οὐδὲ ὁ Ποσειδῶν οὐδὲ ὁ Ἄρης μόνος ἕκαστος ἀναπληρῶσει τὸ κάλλος αὐτοῦ, ἡ ἱστορία δὲ ἤν τινα κολακείαν τοιαύτην προσλάβῃ, τί ἄλλο ἢ πεζή τις ποιητικὴ γίγνεται, τῆς μεγαλοφωνίας μὲν ἐκείνης ἐστερημένη, τὴν λοιπὴν δὲ τερατείαν γυμνὴν τῶν μέτρων καὶ δι᾽ αὐτὸ ἐπισημοτέραν ἐκφαίνουσα; 8. Φαίνονται προσέτι ν᾽ ἀγνοοῦν οἱ τοιοῦτοι ἱστορικοὶ ὅτι τῆς ποιητικῆς τέχνης καὶ τῶν ποιημάτων εἶνε ἄλλος ὁ σκοπὸς καὶ ἰδιαίτεροι οἱ κανόνες, ἄλλοι δὲ τῆς ἱστορίας· εἰς μὲν τὴν ποίησιν εἶνε ἀπεριόριστος ἡ ἐλευθερία καὶ εἶς ὁ νόμος, ἡ θέλησις τοῦ ποιητοῦ· διότι ὁ ποιητὴς συνθέτει ὑπὸ τὸ κράτος ἐνθουσιασμοῦ καὶ κατέχεται ἐξ ὁλοκλήρου ὑπὸ τῶν Μουσῶν· οὐδεὶς δὲ δύναται νὰ τὸν κατηγορήσῃ καὶ ἂν θέλῃ νὰ ζεύξῃ ἅρμα μὲ ἵππους πτερωτοὺς ἢ ἂν κάμῃ ἄλλους νὰ τρέχουν ἐπάνω εἰς τὸ νερὸν ἢ ἐπὶ τῶν κορυφῶν τῶν φυτῶν, οὔτε ὅταν ὁ Ζεὺς αὐτῶν σύρῃ καὶ ἀνυψόνῃ εἰς τὸν ἀέρα δι᾽ ἑνὸς σχοινίου γῆν καὶ θάλασσαν ὁμοῦ, φοβοῦνται μήπως κοπῇ τὸ σχοινὶ καὶ καταπέσουν τὰ πάντα καὶ γίνουν θρύμματα. Ἀλλὰ καὶ ἂν θέλουν νὰ ἐπαινέσουν τὸν Ἀγαμέμνονα, οὐδεὶς δύναται νὰ τοὺς ἐμποδίσῃ, ὥστε κατὰ τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς νὰ τὸν κάμουν ὅμοιον πρὸς τὸν Δία, κατὰ τὸ στῆθος ὅμοιον πρὸς τὸν ἀδελφὸν τοῦ Διὸς Ποσειδώνα καὶ κατὰ τὴν ζώνην ὅμοιον πρὸς τὸν Ἄρην· καὶ ἐν γένει ἐξ ὅλων τῶν θεῶν σύνθετος πρέπει νὰ γείνῃ ὁ υἱὸς τοῦ Ἀτρέως καὶ τῆς Ἀερόπης διότι δὲν ἀρκεῖ μόνος ὁ Ζεύς, οὔτε ὁ Ποσειδῶν, οὔτε ὁ Ἄρης χωριστὰ ἕκαστος, διὰ νἀναπληρώσῃ τὸ κάλλος του. Ἡ δὲ ἱστορία, ἂν παραδεχθῇ τοιαύτην κολακείαν, μεταβάλλεται εἰς εἶδός τι πεζῆς ποιήσεως, ἡ ὁποία δὲν ἔχει τὴν φραστικὴν μεγαλοπρέπειαν τῆς ποιήσεως, τὴν λοιπὴν δὲ τερατολογίαν παρουσιάζει χωρὶς τὸν στολισμὸν τῶν μέτρων καὶ ἑπομένως φανερωτέραν.
[11] μέγα τοίνυν, μᾶλλον δὲ ὑπέρμεγα τοῦτο κακόν, εἰ μὴ εἰδείη τις χωρίζειν τὰ ἱστορίας καὶ τὰ ποιητικῆς, ἀλλ᾽ ἐπεισάγει τῇ ἱστορίᾳ τὰ τῆς ἑτέρας κομμώματα, τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς ἐν τούτοις ὑπερβολάς, ὥσπερ ἂν εἴ τις ἀθλητην τῶν καρτερῶν τούτων καὶ κομιδῇ πρινίνων ἁλουργίσι περιβάλοι καὶ τῷ ἄλλῳ κόσμῳ τῷ ἑταιρικῷ καὶ φυκίον ἐντρίβοι καὶ ψιμύθιον τῷ προσώπῳ, Ἡράκλεις ὡς καταγέλαστον αὐτὸν ἀπεργάσαιτο αἰσχύνας τῷ κόσμῳ ἐκείνῳ.      Εἶνε λοιπὸν μέγα ἢ μᾶλλον μέγιστον ἐλάττωμα, ὅταν δὲν γνωρίζῃ κανεὶς νὰ χωρίζῃ τὰ ἀνήκοντα εἰς τὴν ποίησιν καὶ τὰ ἁρμόζοντα εἰς τὴν ἱστορίαν, ἀλλ᾽ εἰσάγῃ εἰς τὴν ἱστορίαν τὰ στολίδια τῆς ποιήσεως, τὸν μῦθον καὶ τὸ ἐγκώμιον καὶ τὰς σχετικὰς ὑπερβολάς. Ὁμοίως, ἂν ἕνα ἀθλητὴν ἀπὸ τοὺς δυνατοὺς ἐκείνους, οἱ ὁποῖοι φαίνονται ὡς καμωμένοι ἀπὸ πρῖνον, ἐνδύσετε μὲ πολυτελῆ καὶ ἁβρὰ ἐνδύματα καὶ τὸν στολίσετε μὲ ἄλλα πορνικὰ στολίδια καὶ τοῦ ψιμυθιώσετε τὸ πρόσωπον, θὰ τὸν κάμετε γελοῖον καὶ ἐπαίσχυντον.
   

1.πόλεμος αὐτὸς ἔγινε ἐπὶ Μάρκου Αὐρηλίου τὸ 162 π.Χ.

2. Φιλόσοφος: Ὁ Ἐμπεδοκλῆς.

 


 
 
 
<<< εισαγωγή
[ Αρχή Σελίδας ]

 
 
 

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000