ΘΕΟΚΡΙΤΟΥ

ΕΙΔΥΛΛΙΑ

XXVII. ΟΑΡΙΣΤΥΣ

ΔΑΦΝΙΔΟΣ ΚΑΙ ΚΟΡΗΣ

[Με μετάφραση]
 
ΚΟΡΗ
  Τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βωκόλος ἄλλος.
 
ΔΑΦΝΙΣ
  Μᾶλλον ἑλοῖσ᾽ Ἑλένα τὸν βωκόλον ἐστὶ φιλεῦσα.
 
ΚΟΡΗ
  Μὴ καυχῶ, σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν.
 
ΔΑΦΝΙΣ
  Ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
 
ΚΟΡΗ
5 Τὸ στόμα μευ πλύνω, καὶ ἀποπτύω τὸ φίλαμα.
 
ΔΑΦΝΙΣ
  Πλύνεις χείλεα σεῖο; Δίδου πάλιν ὄφρα φιλάσω.
 
ΚΟΡΗ
  Καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.
 
ΔΑΦΝΙΣ
  Μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται, ὡς ὄναρ, ἥβη.
 
ΚΟΡΗ
  Ἁ σταφυλὶς σταφίς ἐστι, καὶ οὐ ῥόδον αὖον ὀλεῖται.
 
ΔΑΦΝΙΣ
10 Δεῦρ᾽ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω.
 
ΚΟΡΗ
  Οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέϊ μύθῳ.
 
ΔΑΦΝΙΣ
  Δεῦρ᾽ ὑπὸ τὰς πτελέας, ἵν᾽ ἐμᾶς σύριγγος ἀκούσῃς.
 
ΚΟΡΗ
  Τὴν σαυτοῦ φρένα τέρπ᾽· ὀξύθροον οὐδὲν ἀρέσκει.
 
ΔΑΦΝΙΣ
  Φεῦ, φεῦ, τᾶς Παφίας χόλου ἅζεο καὶ σύγε κώρα.
 
ΚΟΡΗ
15 Χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη.
 
ΔΑΦΝΙΣ
  Μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς.
 
ΚΟΡΗ
17 Βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει.
 
ΔΑΦΝΙΣ
19 Οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.
 
ΚΟΡΗ
  Πολλοί μ᾽ ἐμνώοντο, νόον δ᾽ ἐμὸν οὔτις ἔαδε
 
ΔΑΦΝΙΣ
  Εἷς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδ᾽ ἱκάνω.
 
ΚΟΡΗ
  Καὶ τί, φίλος, ῥέξαιμι; Γάμοι πλήθουσιν ἀνίας.
 
ΔΑΦΝΙΣ
  Οὐκ ὀδύνην, οὐκ᾽ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.
 
ΚΟΡΗ
25 Ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
 
ΔΑΦΝΙΣ
  Μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες;
 
ΚΟΡΗ
  Ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης.
 
ΔΑΦΝΙΣ
  Ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν.
 
ΚΟΡΗ
  Ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.
 
ΔΑΦΝΙΣ
30 Ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.
 
ΚΟΡΗ
  Καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
 
ΔΑΦΝΙΣ
  Πᾶσαν τὰν ἀγέλαν, πάντ᾽ ἄλσεα καὶ νομὸν ἑξεῖς.
 
ΚΟΡΗ
  Ὄμνυε, μὴ μετὰ λέκτρα, λιπὼν ἀέκουσαν, ἀπενθεῖν.
 
ΔΑΦΝΙΣ
  Οὐ μάν, οὐ τὸν Πᾶνα, καὶ ἤν κ᾽ ἐθέλῃς με διῶξαι.
 
ΚΟΡΗ
35 Τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
 
ΔΑΦΝΙΣ
  Τεύχω σοι θαλάμους, τὰ δὲ πώεα καλὰ νομεύω.
 
ΚΟΡΗ
  Πατρὶ δὲ γηραλέῳ τίνα κεν τίνα μῦθον ἐνίψω;
 
ΔΑΦΝΙΣ
  Αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομ᾽ ἀκούσῃ.
 
ΚΟΡΗ
  Οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει.
 
ΔΑΦΝΙΣ
40 Δάφνις ἐγώ, Λυκίδας δὲ πατήρ, μάτηρ δὲ Νομαία
 
ΚΟΡΗ
  Ἐξ εὐηγενέων· ἀλλ᾽ οὐ σέθεν εἰμι χερείων.
 
ΔΑΦΝΙΣ
  Οἶδ᾽· ἄκρα τιμήεσσα· πατὴρ δέ τοί ἐστι Μενάλκας.
 
ΚΟΡΗ
  Δεῖξον ἐμοὶ σέθεν ἄλσος, ὅπῃ σέθεν ἵσταται αὖλις.
 
ΔΑΦΝΙΣ
  Δεῦρ᾽ ἴδε, πῶς ἀνθεῦσιν ἐμαὶ ῥαδιναὶ κυπάρισσοι.
 
ΚΟΡΗ
45 Αἶγες ἐμαί, βόσκεσθε· τὰ βωκόλω ἔργα νοήσω.
 
ΔΑΦΝΙΣ
  Ταῦροι, καλὰ νέμεσθ᾽, ἵνα παρθένῳ ἄλσεα δείξω.
 
ΚΟΡΗ
  Τι ῥέξεις, σατυρίσκε; Τί δ᾽ ἔνδοθεν ἄψαρ μαζῶν;
 
ΔΑΦΝΙΣ
  Μᾶλα τεὰ πράτιστα τάδε χνοάοντα διδάξω.
 
ΚΟΡΗ
  Ναρκῶ, ναὶ τὸν Πᾶνα. Τεὴν πάλιν ἔξελε χεῖρα.
 
ΔΑΦΝΙΣ
50 Θάρσει, κῶρα φίλα Τί μοι ἔτρεμες; Ὡς μάλα δειλά.
 
ΚΟΡΗ
  Βάλλεις εἰς ἀμάραν με, καὶ ἕματα καλὰ μιαίνεις
 
ΔΑΦΝΙΣ
  Ἀλλ᾽ ὑπὸ σοὺς πέπλους ἁπαλὸν νάκος ἠνίδε βάλλω.
 
ΚΟΡΗ
  Φεῦ, φεῦ, καὶ τὰν μίτραν ἀπέσχισας· ἐς τί δ᾽ ἔλυσας
 
ΔΑΦΝΙΣ
  Τᾷ Παφίᾳ πράτιστον ἐγὼ τόδε δῶρον ὀπάζω.
 
ΚΟΡΗ
55 Μίμνε, τάλαν· τάχα τίς τοι ἐπέρχεται· ἦχον ἀκούω
 
ΔΑΦΝΙΣ
  Ἀλλήλαις λαλέουσι τὸν γάμον αἱ κυπάρισσοι.
 
ΚΟΡΗ
  Τὠμπέχονον ποίησας ἐμοὶ ῥάκος· εἰμὶ δὲ γυμνά.
 
ΔΑΦΝΙΣ
  Ἄλλην ἀμπεχόνην τῆς σῆς τοι μείζονα δωσῶ
 
ΚΟΡΗ
  Φῄς μοι πάντα δόμεν· τάχα δ᾽ ὕστερον οὐδ᾽ ἅλα δοίης.
 
ΔΑΦΝΙΣ
60 Αἴθ᾽ αὐτὰν δυνάμαν καὶ τὰν ψυχὰν ἐπιβάλλειν
 
ΚΟΡΗ
  Ἄρτεμι, μὴ νεμέσα· σὴ ἐρημιὰς οὐκέτι πιστή.
 
ΔΑΦΝΙΣ
  Ῥεξῶ πόρτιν Ἔρωτι, καὶ αὐτᾷ βῶν Ἀφροδίτᾳ
 
ΚΟΡΗ
  Παρθένος ἔνθα βέβηκα· γυνὴ δ᾽ εἰς οἶκον ἀφέρψω.
 
ΔΑΦΝΙΣ
  Ἀλλὰ γυνὴ μήτηρ, τεκέων τροφός, οὐκέτι κώρα.
65 Ὥς οἱ μέν, χλοεροῖσιν ἰαινόμενοι μελέεσσιν
  ἀλλήλοις ψιθύριζον· ἀνίστατο φώριος εὐνή.
  Χἠ μὲν ἀνεγρομένη γε διέστιχε μᾶλα νομεύειν,
  ὄμμασιν αἰδομένη, κραδίη δέ οἱ ἔνδον ἰάνθη,
  ὃς δ᾽ ἐπὶ ταυρείας ἀγέλας, κεχαρημένος εὐνᾶς.

 


Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000