Ἰνώ,
κ᾽ Αὐτονόα, χἀ μαλοπάρῃος Ἀγαύα,
τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι. Χαἰ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα, κισσόν τε ζώοντα, καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς, |
|
5 | ἐν καθαρῷ
λειμῶνι κάμον δυοκαίδεκα βωμώς,
τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ. Ἱερὰ δ᾽ ἐκ κίστας πεποναμένα χερσὶν ἑλοῖσαι, εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν, ὡς ἐδίδασχ᾽, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος. |
10 |
Πενθεὺς δ᾽ ἀλιβάτω πέτρας ἄπο πάντ᾽
ἐθεώρει,
σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος. Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα, σὺν δ᾽ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχω, ἐξαπίνας ἐπιοῖσα, τὰ δ᾽ οὐχ ὁρέοντι βέβαλοι. |
15 | Μαίνετο
μέν τ᾽ αὐτά, μαίνοντο δ᾽ ἄρ᾽ εὐθὺ καὶ
ἄλλαι
Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δὲ δίωκον, πέπλως ἐκ ζωστῆρος ἐπ᾽ ἰγνύαν ἐρύσασαι. Πενθεὺς μὲν τόδ᾽ ἔειπε· “Τίνος κέχρησθε, γυναῖκες;” Αὐτονόα δὲ τόδ᾽ εἶπε· “Τάχα γνώσῃ, πρὶν ἀκοῦσαι.” |
20 | Μάτηρ
μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,
ὅσσον περ τοκάδος τελέθει μύκημα λεαίνας· Ἰνὼ δ᾽ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον, λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός. Αἱ δ᾽ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες. |
25 | Ἐς Θήβας
δ᾽ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
ἐξ ὄρεος πένθημα, καὶ οὐ Πενθῆα, φέροισαι. Οὐκ ἀλέγω· μηδ᾽ ἄλλος ἀπεχθέμεναι Διονύσῳ φροντίζοι, μηδ᾽ εἰ χαλεπώτερα τῶνδ᾽ ἐμόγησεν, εἴη δ᾽ ἐνναέτης, ἢ καὶ δεκάτῳ ἐπιβαίνοι· |
30 | αὐτὸς
δ᾽ εὐαγέοιμι, καὶ εὐαγέεσσιν ἅδοιμι.
Ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος· “Εὐσεβέων παίδεσσι τὰ λωΐα, δυσσεβέων δ᾽ οὔ.” Χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· |
35 | χαίροι
δ᾽ εὐειδὴς Σεμέλα, καὶ ἀδελφεαὶ αὐτᾶς
Καδμεῖαι, πολλαῖς μεμελημέναι ἡρωΐναις, αἳ τόδε ἔργον ἔρεξαν, ὀρίναντος Διονύσω, οὐκ ἐπιμωματὸν Μηδεὶς τὰ θεῶν ὀνόσαιτο. |