ΘΕΟΚΡΙΤΟΥ

ΕΙΔΥΛΛΙΑ

XXI. ΑΛΙΕΙΣ

ΑΣΦΑΛΙΩΝ ΚΑΙ ΟΛΠΙΣ

[Με μετάφραση]
    Ἁ πενία, Διόφαντε, μόνα τὰς τέχνας ἐγείρει,
αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν
ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
Κἂν ὀλίγον νυκτός τις ἐπιψαύσῃσι, τὸν ὕπνον
5   αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
    Ἰχθύος ἀγρευτῆρες ὁμῶς δύο κεῖντο γέροντες,
στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισιν,
κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δ᾽ αὐτοῖν
κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
10   τοὶ κάλαμοι, τἄγκιστρα, τὰ φυκιόεντα δέλητα,
ὁρμειαί, κύρτοι τε, καὶ ἐκ σχοίνων λαβύρινθοι,
μήρινθοι, κώπα τε, γέρων τ᾽ ἐπ᾽ ἐρείσμασι λέμβος,
νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἵματα, πῖλοι.
Οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόνος, οὗτος ὁ πλοῦτος.
15   Οὐδὸς δ᾽ οὐχὶ θύραν εἶχ᾽, οὐ κύνα· πάντα περισσὰ
πάντ᾽ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφὰς ἐτήρει.
Οὐδεὶς δ᾽ ἐν μέσσῳ γείτων, πανταῖ δὲ παρ᾽ αὐτὰν
θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
    Οὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
20   τοὺς δ᾽ ἁλιεῖς ἤγειρε φίλος πόνος· ἐκ βλεφάρων δὲ
ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον ᾠδάν.
  ΑΣΦΑΛΙΩΝ
    Ψεύδονται, φίλε, πάντες, ὅσοι τὰς νύκτας ἔφασκον
τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
Ἤδη μυρί᾽ ἐσεῖδον ὀνείρατα, κ᾽ οὐδέπω ἀώς.
25   Μὴ λαθόμην; Τί τὸ χρῆμα; Χρόνον δ᾽ αἱ νύκτες ἔχοντι.
  ΟΛΠΙΣ  
    Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; Οὐ γὰρ ὁ καιρὸς
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον
ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.
  ΑΣΦΑΛΙΩΝ
    Ἆρ᾽ ἔμαθες κρίνειν ποκ᾽ ἐνύπνια; Χρηστὰ γὰρ εἶδον.
30   Οὔ σε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον·
ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
Οὐ γὰρ νικαξῇ κατὰ τὸν νόον· οὗτος ἄριστος
ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρ᾽ ὧ νοῦς.
Ἄλλως καὶ σχολά ἐντι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις
35   κείμενος ἐν φύλλοις ποτὶ κύματι, μηδὲ καθεύδων;
Ἀλλ᾽ ὄνος ἐν ῥάμνῳ, τὸ δὲ λύχνιον ἐν πρυτανείῳ·
φαντὶ γὰρ αἰὲν ἄγραν τόδ᾽ ἔχειν.
  ΟΛΠΙΣ
    Λέγε μοί ποτε νυκτὸς
ὄψιν, τὰν ἔσιδες, καὶ ἑῷ μάνυσον ἑταίρῳ.
  ΑΣΦΑΛΙΩΝ
    Δειλινὸν ὡς κατέδαρθον, ἐν εἰναλίοισι πόνοισιν,
40   (οὐκ ἦν μὰν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥραι,
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ᾽) εἶδον ἐμαυτὸν
ἐν πέτραι βεβαῶτα· καθεζόμενος δ᾽ ἐδόκευον
ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἑδωδάν.
Καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις
45   πᾶσα κύων ἄρτως μαντεύεται, ἰχθύα κἠγών.
Χὠ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἶμα·
τὸν κάλαμον δ᾽ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον.
Τὼ χέρε τεινόμενος, περικλώμενον εὗρον ἀγῶνα,
πῶς κεν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
50   Εἷθ᾽ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμ᾽ ἔνυξα,
καὶ νύξας ἐχάλαξα, καί, οὐ φεύγοντος, ἔτεινα.
Ἤνυσα δ᾽ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,.
πανταῖ τοι χρυσῷ πεπυκασμένον. Εἶχε δὲ δεῖμα,
μήτι Ποσειδάωνι πέλοι πεφιλαμένος ἰχθύς,
55   ἢ τάχα τᾶς γλαυκᾶς. κειμήλιον Ἀμφιτρίτας.
Ἠρέμα δ᾽ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
Καὶ τότε πίστευσας ἀκάλ᾽ ἄγαγον ἀπειρώταν.
Ὤμοσα δ᾽ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
60   ἀλλὰ μενεῖν ἐπὶ γᾶς, καὶ τῶ χρυσῶ βασιλεύσειν.
Ταῦτά με κἀξήγειρε. Τὺ δ᾽, ὦ ξένε, λοιπὸν ἔρειδε
τὰν γνώμαν ὄρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.
  ΟΛΠΙΣ
    Καὶ σύ γε μὴ τρέσσῃς· οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺν
χρύσεον, ὡς ἴδες, εὗρες· ἴσαι δὲ ψεύδεσι ὄψεις.
65   Εἰ μὲν ἄρ᾽ οὐ κνώσσων, κατὰ χωρία ταῦτα ματευσεῖς
ἐλπίδα τῶν ὕπνων, ζάτει τὸν σάρκινον ἰχθύν,
μὴ σὺ θάνῃς λιμῷ καὶ σοῖς χρυσοῖσιν ὀνείροις.

 


Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000