ΘΕΟΚΡΙΤΟΥ

ΕΙΔΥΛΛΙΑ

XV. ΣΥΡΑΚΟΥΣΙΑΙ Ἢ ΑΔΩΝΙΑΖΟΥΣΑΙ

ΓΟΡΓΩ, ΠΡΑΞΙΝΟΑ, ΓΡΑΥΣ, ΞΕΝΟΣ, ΕΤΕΡΟΣ ΞΕΝΟΣ, ΓΥΝΗ ΑΟΙΔΟΣ

[Με μετάφραση]
  ΓΟΡΓΩ
    Ἐνδοῖ Πραξινόα;
  ΠΡΑΞΙΝΟΑ
                        Γοργοῖ φίλα, ὡς χρόνῳ. Ἐνδοῖ.
Θαῦμ᾽ ὅτι καὶ νῦν ἦνθες. Ὅρη δίφρον, Εὐνόα, αὐτῇ·
ἔμβαλε καὶ ποτίκρανον.
  ΓΟ.                              Ἔχει κάλλιστα.
  ΠΡ.                                                Καθίζευ.
  ΓΟ. Ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην,
Πραξινόα, πολλοῦ μὲν ὄχλου, πολλῶν δὲ τεθρίππων.
Παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες·
ἁ δ᾽ ὁδὸς ἄτρυτος· τὺ δ᾽ ἑκαστατέρω μευ ἀποικεῖς.
  ΠΡ. Ταῦθ᾽ ὁ πάραρος τῆνος ἐπ᾽ ἔσχατα γᾶς ἔλαβ᾽ ἐνθών,
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
10   ἀλλάλαις, ποτ᾽ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.
  ΓΟ. Μὴ λέγε τὸν τεὸν ἄνδρα, φίλα, Δίνωνα τοιαῦτα,
τῶ μικκῶ παρεόντος· ὅρη, γύναι, ὡς ποθορῇ τυ.
Θάρσυ, Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφύν.
  ΠΡ. Αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.
  ΓΟ.                                                  Καλὸς ἀπφύς.
15 ΠΡ. Ἀπφὺς μὰν τῆνος τὰ πρώαν (λέγομες δὲ πρώαν θην
πάντἀ νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.
  ΓΟ. Χὠμὸς ταυτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας·
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
20   πέντε πόκως ἔλαβ᾽ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ᾽ ἔργῳ.
Ἄλλ᾽ ἴθι, τὠμπέχονον καὶ τὰν περονατρίδα λαζεῦ.
Βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω,
θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι
κοσμεῖν τὰν βασίλισσαν.
  ΠΡ.                                                Ἐν ὀλβίω ὄλβια πάντα.
25   Ὧν εἶδες χὦν εἶπας ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι ...
  ΓΟ. Ἕρπειν ὥρα κ᾽ εἴη.
  ΠΡ.                                                Ἀεργοῖς αἰὲν ἑορτά.
Εὐνόα, αἶρε τὸ νᾶμα, καὶ ἐς μέσον, αἰνόθρυπτε,
θὲς πάλιν· αἱ γαλέαι μαλακῶς χρῄσδοντι καθεύδειν.
Κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. Ὕδατος πρότερον δεῖ·
30   ἃ δὲ σμᾶμα φέρει. Δὸς ὅμως. Μὴ πουλὺ δ᾽, ἄπληστε,
ἔγχει ὕδωρ. Δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
Παῦσαι. Ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
Ἁ κλὰξ τᾶς μεγάλας πᾷ λάρνακος; Ὦδε φέρ᾽ αὐτάν.
  ΓΟ. Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
35   τοῦτο πρέπει. Λέγε μοι, πόσσω κατέβα τοι ἀφ᾽ ἱστῶ;
  ΠΡ. Μὴ μνάσῃς, Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν
ἢ δύο· τοῖς δ᾽ ἔργοις καὶ τὰν ψυχὰν προτέθηκα.
  ΓΟ. Ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.
  ΠΡ. Τοῦτο κάλ᾽ εἶπας.
Τὠμπέχονον φέρε μοι, καὶ τὰν θολίαν κατὰ κόσμον
40   ἀμφίθες. Οὐκ ἀξῶ τυ, τέκνον· μορμώ· δάκνει ἵππος.
Δάκρυ᾽ ὅσσα θέλεις· χωλὸν δ᾽ οὐ δεῖ τυ γενέσθαι.
Ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύν᾽ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλαξον.
Ὦ θεοί, ὅσσος ὄχλος· πῶς καὶ πόκα τοῦτο περᾶσαι
45   χρὴ τὸ κακόν; Μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
Πολλά τοι, ὦ Πτολεμαῖε, πεποίηται καλὰ ἔργα,
ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
50   ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.
Ἁδίστα Γοργοῖ, τί γενώμεθα; Τοὶ πτολεμισταὶ
ἵπποι τῶ βασιλῆος. Ἄνερ φίλε, μή με πατήσῃς.
Ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδ᾽ ὡς ἄγριος. Κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; Διαχρησεῖται τὸν ἄγοντα.
55   Ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.
  ΓΟ. Θάρσει, Πραξινόα· καὶ δὴ γεγενήμεθ᾽ ὄπισθεν,
τοὶ δ᾽ ἔβαν ἐς χώραν.
  ΠΡ.                                                Καὐτὰ συναγείρομαι ἤδη.
Ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. Σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.
  ΓΟ. Ἐξ αὐλᾶς, ὦ μᾶτερ;
  ΓΡΑΥΣ
                                                   Ἐγών, ὦ τέκνα.
60 ΓΟ.                                                                                        Παρενθεῖν
εὐμαρές;
  ΓΡ. Ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί,
καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται.
  ΓΟ. Χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα.
  ΠΡ. Πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἀγάγεθ᾽ Ἥραν.
65 ΓΟ. Θᾶσαι, Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.
  ΠΡ. Θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι. Λαβὲ καὶ τύ,
Εὐνόα, Εὐτυχίδος· πότεχ᾽ αὐτᾷ, μή τι πλανηθῇς.
Πᾶσαι ἅμ᾽ εἰσένθωμες· ἀπρὶξ ἔχευ, Εὐνόα, ἁμῶν.
Οἶμοι δειλαία· δίχα μευ τὸ θερίστριον ἤδη
70   ἔσχισται, Γοργοῖ. Ποττῶ Διός, εἴτι γένοιο
εὐδαίμων, ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.
  ΞΕΝΟΣ
    Οὐκ ἐπ᾽ ἐμὶν μέν, ὅμως δὲ φυλάξομαι.
  ΠΡ.                                                                          Ἄθροος ὄχλος.
Ὠθεῦνθ᾽ ὥσπερ ὕες.
  ΞΕ.                                                Θάρσει, γύναι· ἐν καλῷ εἰμές.
  ΠΡ. Κεἰς ὥρας κἤπειτα, φίλ᾽ ἀνδρῶν, ἐν καλῷ εἴης,
75   ἄμμε περιστέλλων. Χρηστῶ κᾠκτίρμονος ἀνδρός.
Φλίβεται Εὐνόα ἄμμιν. Ἄγ᾽, ὦ δειλά, τὺ βιάζευ.
Κάλλιστ᾽· “Ἐνδοῖ πᾶσαι”, ὁ τὰν νυὸν εἶπ᾽ ἀποκλάξας.
  ΓΟ. Πραξινόα, πόταγ᾽ ὧδε. Τὰ ποικίλα πρᾶτον ἄθρησον,
λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς.
80 ΠΡ. Πότνι᾽ Ἀθαναία, ποῖαί σφ᾽ ἐπόνασαν ἔριθοι;
Ποῖοι ζωογράφοι τἀκριβέα γράμματ᾽ ἔγραψαν;
Ὡς ἔτυμ᾽ ἑστάκαντι, καὶ ὡς ἔτυμ᾽ ἐνδινεῦντι,
ἔμψυχ᾽, οὐκ ἐνυφαντά. Σοφόν τοι χρῆμ᾽ ὥνθρωπος.
Αὐτὸς δ᾽ ὡς θαητὸς ἐπ᾽ ἀργυρέω κατάκειται
85   κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,
ὁ τριφίλητος Ἄδωνις, ὃ κεἰν Ἀχέροντι φιλεῖται.
  ΕΤΕΡΟΣ ΞΕΝΟΣ
    Παύσασθ᾽, ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι
τρυγόνες. Ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.
  ΠΡ. Μᾶ, πόθεν ὥνθρωπος; Τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
90   Πασάμενος ἐπίτασσε· Συρακοσίαις ἐπιτάσσεις;
Ὡς εἰδῇς καὶ τοῦτο. Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες·
δωρίσδεν δ᾽ ἐξεστι, δοκῶ, τοῖς Δωριέεσσι.
Μὴ φύη, Μελιτῶδες, ὃς ἁμῶν καρτερὸς εἴη,
95   πλὰν ἑνός, οὐκ ἀλέγω. Μή μοι κενεὰν ἀπομάξῃς.
  ΓΟ. Σίγα, Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν
ἁ τᾶς Ἀργείας θυγάτηρ, πολύϊδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν, τὸν ἰάλεμον, ἀρίστευσε.
Φθεγξεῖται τι, σάφ᾽ οἶδα, καλόν· διαθρύπτεται ἤδη.
  ΓΥΝΗ ΑΟΙΔΟΣ
100   “Δέσποιν᾽, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασας,
αἰπεινόν τ᾽ Ἔρυκα, χρυσῷ παίζοισ᾽ Ἀφροδίτα,
οἷόν τοι τὸν Ἄδωνιν ἀπ᾽ ἀενάω Ἀχέροντος
μηνὶ δυωδεκάτῳ μαλακαίποδες ἄγαγον Ὧραι.
Βάρδισται Μακάρων, Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ
105   ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φέροισαι.
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός·
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
110   ἁ Βερενικεία θυγάτηρ, Ἑλένᾳ εἰκυῖα
Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν.
Πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
πὰρ δ᾽ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει᾽ ἀλάβαστρα.
115   Εἴδατά θ᾽ ὅσσα γυναῖκες ἐπὶ πλαθάνῳ πονέονται,
ἄνθεα μίσγοισαι λευκῷ παντοῖ᾽ ἁμ᾽ ἀλεύρῳ,
ὅσσα τ᾽ ἀπὸ γλυκερῶ μέλιτος τά τ᾽ ἐν ὑγρῷ ἐλαίῳ,
πάντ᾽ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστιν.
Χλωραὶ δὲ σκιάδες, μαλακῷ βρίθοντες ἀνήθῳ,
120   δέδμανθ᾽· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες,
οἷοι ἀηδονιδῆες ἀεξομένων ἐπὶ δένδρων
πωτῶνται, πτερύγων πειρώμενοι, ὄζον ἀπ᾽ ὄζω.
Ὤ ἔβενος, ὢ χρυσός, ὤ ἐκ λευκῶ ἐλέφαντος
αἰετώ, οἰνοχὄον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
125   Πορφύρεοι δὲ τάπητες ἄνω (“μαλακώτεροι ὕπνω”,
ἁ Μίλατος ἐρεῖ, χὠ τὰν Σαμίαν καταβόσκων),
ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα”·
τὰν μὲν Κύπρις ἔχει, τὰν δ᾽ ὁ ῥοδόπαχυς Ἄδωνις,
ὀκτωκαιδεκέτης ἢ έννεακαίδεχ᾽ ὁ γαμβρός.
130   Οὐ κεντεῖ τὸ φίλαμ᾽· ἔτι οἱ πέρι χείλεα πυρρά.
Νῦν μὰν Κύπρις ἔχοισα τὸν αὑτᾶς χαιρέτω ἄνδρα·
ἀῶθεν δ᾽ ἄμμες νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματ᾽ ἐπ᾽ ἀιόνι πτύοντα,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι,
135   στήθεσι φαινομένοις, λιγυρᾶς ἀρξώμεθ᾽ ἀοιδᾶς.
    “Ἔρπεις, ὦ φίλ᾽ Ἄδωνι, καὶ ἐνθάδε, κεἰς Ἀχέροντα,
ἡμιθέων, ὡς φαντί, μονώτατος. Οὔτ᾽ Ἀγαμέμνων
τοῦτ᾽ ἔπαθ᾽, οὔτ᾽ Αἴας ὁ μέγας, βαρυμάνιος ἥρως,
οὔθ᾽ Ἔκτωρ, Ἑκάβας ὁ γεραίτατος εἴκατι παίδων,
140   οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,
οὔθ᾽ οἱ ἔτι πρότεροι, Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηϊαδᾶν τε καὶ Ἄργεος ἄκρα Πελασγοὶ.
Ἵλαθι νῦν, φίλ᾽ Ἄδωνι, καὶ ἐς νέωτ᾽ εὐθυμήσαις.
Καὶ νῦν ἦνθες, Ἄδωνι, καί, ὅκκ᾽ ἀφίκῃ, φίλος ἡξεῖς.”
145 ΓΟ. Πραξινόα, τὸ χρῆμα σοφώτερον. Ἁ θήλεια
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
Ὥρα ὅμως κεἰς οἶκον. Ἀνάριστος Διοκλείδας
χὠνὴρ ὄξος ἅπαν· πεινᾶντι δὲ μηδέποτ᾽ ἔνθῃς.
Χαῖρε, Ἄδων ἀγαπατέ, καὶ ἐς χαίροντας ἀφίκευ.

 


Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000