ΑΙΣΧΙΝΗΣ | ||
Χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. | ||
ΘΥΩΝΙΧΟΣ | ||
Ἀλλὰ
τὺ ταὐτά,
Αἰσχίνα. Ὡς χρόνιος, |
||
ΑΙ. | Χρόνιος. | |
ΘΥ. | Τί δέ τοι τὸ μέλημα; | |
ΑΙ. | Πράσσομες οὐχ ὡς λῷστα, Θυώνιχε. | |
ΘΥ. | Ταῦτ᾽
ἄρα λεπτός,
χὡ μύσταξ πολὺς οὗτος, ἀϋσταλέοι δὲ κίκιννοι. |
|
5 | Τοιοῦτος
τὰ πρόαν τις ἀφίκετο Πυθαγορικιάς,
ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δ᾽ ἔφατ᾽ ἦμεν. |
|
ΑΙ. | Ἤρατο μὰν καὶ τῆνος; | |
ΘΥ. | Ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω. | |
ΑΙ. | Παίσδεις,
ὠγάθ᾽, ἔχων· ἐμὲ δ᾽ ἁ χαρίεσσα Κυνίσκα
ὑβρίσδει λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον, |
|
10 | ΘΥ. | Τοιοῦτος
μὲν ἀεὶ τύ, φίλ᾽ Αἰσχίνα, ἀσυχᾷ ὀξύς,
πάντ᾽ ἐθέλων κατὰ καιρόν· ὅμως δ᾽ εἶπον, τί τὸ καινόν; |
ΑΙ. | Ὡργεῖος
κἠγὼν καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας
Ἆγις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας ἐν χώρῳ παρ᾽ ἐμίν. Δύο μὲν κατέκοψα νεοσσώς |
|
15 | θηλάζοντά
τε χοῖρον, ἀνῷξα δὲ Βίβλινον αὐτοῖς,
εὐώδη τετόρων ἐτέων σχεδὸν ὡς ἀπὸ λανῶ· βολβός τις, κοχλίας ἐξαιρέθη· ἦς πότος ἁδύς. Ἤδη δὲ προϊόντος ἔδοξ᾽ ἐπιχεῖσθαι ἄκρατον ὦτινος ἦθελ᾽ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν. |
|
20 | Ἁμὲς
μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο·
ἃ δ᾽ οὐδέν, παρεόντος ἐμεῦ. Τίν᾽ ἔχειν με δοκεῖς νῶν; “Οὐ φθεγξῇ; Λύκον εἶδες;” ἔπαιξέ τις. “Ὡς σοφός” εἶπεν κἠφᾶπτ᾽· εὐμαρέως κεν ἀπ᾽ αὐτᾶς καὶ λύχνον ἇψας. Ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, |
|
25 | εὐμάκης,
ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν·
τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα. Χἁμῖν τοῦτο δι᾽ ὠτὸς ἔγεντό ποχ᾽ ἁσυχᾷ οὕτως· οὐ μὰν ἐξήταξα, μάταν εἰς ἄνδρα γενειῶν. Ἤδη δ᾽ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, |
|
30 | χὡ Λαρισαῖος
“Τὸν ἐμὸν λύκον” ᾆδεν ἀπ᾽ ἀρχᾶς,
θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα ἔκλαεν ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρί παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα. Τᾶμος ἐγών, τὸν ἴσαις τύ, Θυώνιχε, πὺξ ἐπὶ κόρρας |
|
35 | ἤλασα,
κἄλλαν αὖθις. Ἀνειρύσσασα δὲ πέπλως
ἔξω ἀπῴχετο θᾶσσον. “Ἐμὸν κακόν, οὔ τοι ἀρέσκω; Ἄλλος τοι γλυκίων ὑποκόλπιος; Ἄλλον ἰοῖσα θάλπε φίλον. Τήνῳ τεὰ δάκρυα, μάχλε; ῾Ρεόντω.” Μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδών |
|
40 | ἄψορρον
ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν·
ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα ἰθὺ δι᾽ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον. Αἶνός θην λέγεταί τις· “Ἔβα καὶ ταῦρος ἀν᾽ ὕλαν” . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . εἴκατι· τῶδ᾽ ὀκτώ, τῶδ᾽ ἐννέα, τῶδε δέκ᾽ ἄλλαι, |
|
45 | σάμερον
ἑνδεκάτα· ποτίθες δύο, καὶ δύο μῆνες
ἔξ ὧν ἀπ᾽ ἀλλάλων· οὐδ᾽ εἰ θρᾳκιστὶ κέκαρμαι οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται· ἄμμες δ᾽ οὔτε λόγω τινὸς ἄξιοι οὔτ᾽ ἀριθμητοὶ, “δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ.” |
|
50 | Κεἰ μὲν
ἀποστέρξαιμι, τὰ πάντα κεν εἰς δέον
ἕρποι.
Νῦν δέ—πόθεν; Μῦς, φαντί, Θυώνιχε, γεύμεθα πίσσας. Χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος, οὐκ οἶδα· πλὰν Σῖμος, ὁ τᾶς Ἐπιχάλκω ἐρασθείς, ἐκπλεύσας ὑγιὴς ἐπανῆνθ᾽, ἐμὸς ἁλικιώτας. |
|
55 | Πλευσοῦμαι
κἠγὼν διαπόντιος, οὔτε κάκιστος
οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας. |
|
ΘΥ. | Ὤφελε
μὲν χωρεῖν κατὰ νῶν τεὸν ὧν ἐπεθύμεις,
Αἰσχίνα. Εἰ δ᾽ οὕτως ἄρα τοι δοκεῖ ὥστ᾽ ἀποδαμεῖν, μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος. |
|
ΑΙ. | Τἆλλα δ᾽ ἀνὴρ ποῖός τις; | |
60 | ΘΥ. | Ἐλευθέρῳ
οἷος ἄριστος.
εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς, εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντ᾽ ἔτι μᾶλλον, πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων, οἷα χρὴ βασιλῆ᾽· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντί, |
65 | Αἰσχίνα.
Ὥστ᾽ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει
λῶπος ἄκρον περονᾶσθαι, ἐπ᾽ ἀμφοτέροις δὲ βεβακώς τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν, ᾇ τάχος εἰς Αἴγυπτον. Ἀπὸ κροτάφων πελόμεσθα πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει |
|
70 | λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. |