Οὐδὲν
πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο,
Νικία, οὔτ᾽ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτ᾽ ἐπίπαστον, ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδύ γίνετ᾽ ἐπ᾽ ἀνθρώποις, εὑρεῖν δ᾽ οὐ ῥᾴδιόν ἐστι. |
|
5 | Γινώσκειν
δ᾽ οἶμαί τυ καλῶς, ἰατρὸν ἐόντα
καὶ ταῖς ἐννέα δὴ πεφιλημένον ἔξοχα Μοίσαις. Οὕτω γοῦν ῥάϊστα διᾶγ᾽ ὁ Κύκλωψ ὁ παρ᾽ ἁμῖν, ὡρχαῖος Πολύφαμος, ὅκ᾽ ἤρατο τᾶς Γαλατείας, ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε. |
10 | Ἤρατο
δ᾽ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις,
ἀλλ᾽ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα. Πολλάκι ταὶ ὄϊες ποτὶ τωὐλίον αὐταὶ ἀπῆνθον χλωρᾶς ἐκ βοτάνας· ὃ δὲ τᾷ Γαλατείᾳ ἀείδων αὐτόθ᾽ ἐπ᾽ ἀϊόνος κατετάκετο φυκιοέσσας |
15 | ἐξ ἀοῦς,
ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος,
Κύπριδος ἐκ μεγάλας τό οἱ ἥπατι πᾶξε βέλεμνον. Ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δ᾽ ἐπὶ πέτρας ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα· |
Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντ᾽ ἀποβάλλῃ, | |
20 | λευκοτέρα
πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός,
μόσχω γαυροτέρα, φιαρωτέρα ὄμφακος ὠμᾶς, φοιτῇς δ᾽ αὖθ᾽ οὔτως ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, οἴχῃ δ᾽ εὐθὺς ἰοῖσ᾽ ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, φεύγεις δ᾽ ὥσπερ ὄϊς πολιὸν λύκον ἀθρήσασα; |
25 | Ἠράσθην
μὲν ἔγωγε τεοῦς, κόρα, ἁνίκα πρᾶτον
ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισ᾽ ὑακίνθινα φύλλα ἔξ ὄρεος δρέψασθαι, ἐγὼ δ᾽ ὁδὸν ἁγεμόνευον. Παύσασθαι δ᾽, ἐσιδών τυ καὶ ὕστερον, οὐδέ τί πᾳ νῦν ἐκ τήνω δύναμαι· τὶν δ᾽ οὐ μέλει, οὐ μὰ Δί᾽, οὐδὲν. |
30 | Γινώσκω,
χαρίεσσα κόρα, τίνος οὕνεκα φεύγεις·
οὕνεκά μοι λασία μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, εἷς δ᾽ ὀφθαλμος ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει. Ἀλλ᾽ ωὑτὸς τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, |
35 | κἠκ τούτων
τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω
τυρὸς δ᾽ οὐ λείπει μ᾽ οὔτ᾽ ἐν θέρει οὔτ᾽ ἐν ὀπώρᾳ, οὐ χειμῶνας ἄκρω· ταρσοὶ δ᾽ ὑπεραχθέες αἰεί. Συρίσδεν δ᾽ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, τίν τε, φίλον γλυκύμαλον, ἀμᾷ κἠμαυτῷ ἀείδων |
40 | πολλάκι
νυκτὸς ἀωρί. Τρέφω δέ τοι ἕνδεκα νεβρώς,
πάσας μηνοφόρως, καὶ σκύμνως τέσσαρας ἄρκτων. Ἀλλ᾽ ἀφίκευσο ποθ᾽ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν· ἅδιον ἐν τὤντρῳ παρ᾽ ἐμὶν τὰν νύκτα διαξεῖς. |
45 | Ἐντὶ
δάφναι τηνεί, ἐντὶ ῥαδιναὶ κυπάρισσοι,
ἔστι μέλας κισσός, ἔστ᾽ ἄμπελος ὁ γλυκύκαρπος, ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα λευκᾶς ἐκ χιόνος ποτὸν ἁμβρόσιον προΐητι. Τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθ᾽ ἕλοιτο; |
50 | Αἰ δέ
τοι αὐτὸς ἐγὼν δοκέω λασιώτερος ἦμεν,
ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ· καιόμενος δ᾽ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν καὶ τὸν ἕν᾽ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδὲν. Ὤμοι, ὅτ᾽ οὐκ ἐτεκέ μ᾽ ἁ μάτηρ βράγχι᾽ ἔχοντα, |
55 | ὡς κατέδυν
ποτὶ τὶν καὶ τὰν χέρα τεῦς ἐφίλησα,
αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκά ἢ μάκων᾽ ἁπαλὰν ἐρυθρὰ πλαταγώνι᾽ ἔχοισαν· ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, ὥστ᾽ οὔ κά τοι ταῦτα φέρειν ἅμα πάντ᾽ ἐδυνάθην. |
60 | Νῦν μάν,
ὦ κόριον, νῦν αὐτίκα νεῖν γε μαθεῦμαι,
αἴ κά τις σὺν ναῒ πλέων ξένος ὧδ᾽ ἀφίκηται, ὧς εἰδῶ τί ποθ᾽ ἡδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν, Ἐξένθοις, Γαλάτεια, καὶ ἐξενθοῖσα λάθοιο, ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος, οἴκαδ᾽ ἀπενθεῖν· |
65 | ποιμαίνειν
δ᾽ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλ᾽ ἀμέλγειν
καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα. Ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ· οὐδὲν πήποχ᾽ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, καὶ ταῦθ᾽ ἆμαρ ἐπ᾽ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα. |
70 | Φασῶ
τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως
μευ
σφύζειν, ὧς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι. Ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι; Αἴκ᾽ ἐνθὼν ταλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν. |
75 | Τὰν παρεοῖσαν
ἄμελγε· τί τὸν φεύγοντα διῴκεις;
Εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίον᾽ ἄλλαν. Πολλαὶ συμπαίσδεν με κόραι τὰν νύκτα κέλονται, κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κ᾽ αὐταῖς ἐπακούσω. Δῆλον ὅτ᾽ ἐν ταῖ γαῖ κἠγών τις φαίνομαι ἦμεν. |
80 |
Οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα
μουσίσδων, ῥᾷον δὲ διᾶγ᾽ ἢ εἰ χρυσὸν ἔδωκεν. |