Ποιητὲς τῆς Παλατινῆς Ἀνθολογίας

Ἀρχίας

1. ΑΡΧΙΟΥ 5.58

Νήπι' ῎Ερως, πορϑεῖς με, τὸ κρήγυον· εἴς με κένωσον

πᾶν σὺ βέλος, λοιπὴν μηκέτ' ἀφεὶς γλυφίδα,

ὡς ἂν μοῦνον ἕλοις ἰοῖς ἐμὲ καί τινα χρῄζων

ἄλλον ὀιστεῦσαι μηκέτ' ἔχοις ἀκίδα.

2. ΤΟΥ ΑΥΤΟΥ 5.59

Φεύγειν δὴ τὸν ῎Ερωτα· κενὸς πόνος· οὐ γὰρ ἀλύξω

πεζὸς ὑπὸ πτηνοῦ πυκνὰ διωκόμενος.

3. AΔHΛON, οἱ δὲ ΑΡΧΙΟΥ 5.98

᾿Ωμίζευ, Κύπρι, τόξα καὶ εἰς σκοπὸν ἥσυχος ἐλϑὲ

ἄλλον· ἐγὼ γὰρ ἔχω τραύματος οὐδὲ τόπον.

4. ΑΡΧΙΟΥ 6.16

Σοὶ τάδε, Πὰν σκοπιῆτα, παναίολα δῶρα σύναιμοι

τρίζυγες ἐκ τρισσῆς ϑέντο λινοστασίης·

δίκτυα μὲν Δᾶμις ϑηρῶν, Πίγρης δὲ πετηνῶν

λαιμοπέδας, Κλείτωρ δ' εἰναλίφοιτα λίνα·

ὧν τὸν μὲν καὶ ἐσαῦϑις ἐν ἠέρι, τὸν δ' ἔτι ϑείης

εὔστοχον ἐν πόντῳ, τὸν δὲ κατὰ δρυόχους.

5. ΑΡΧΙΟΥ 6.39

Αἱ τρισσαί, Σατύρη τε καὶ ῾Ηράκλεια καὶ Εὐφρώ,

ϑυγατέρες Ξούϑου καὶ Μελίτης, Σάμιαι·

ἁ μὲν ἀραχναίοιο μίτου πολυδινέα λάτριν,

ἄτρακτον, δολιχᾶς οὐκ ἄτερ ἀλακάτας,

ἁ δὲ πολυσπαϑέων μελεδήμονα κερκίδα πέπλων

εὔϑροον, ἁ τριτάτα δ' εἰροχαρῆ τάλαρον,

οἷς ἔσχον χερνῆτα βίον δηναιόν, ᾿Αϑάνα

πότνια, ταῦϑ' αἱ σαὶ σοὶ ϑέσαν ἐργάτιδες.

6. ΑΡΧΙΟΥ 6.179

᾿Αγραύλῳ τάδε Πανὶ βιαρκέος ἄλλος ἀπ' ἄλλης

αὔϑαιμοι τρισσοὶ δῶρα λινοστασίης,

Πίγρης μὲν δειραχϑὲς ἐύβροχον ἅμμα πετηνῶν,

Δᾶμις δ' ὑλονόμων δίκτυα τετραπόδων,

ἄρκυν δ' εἰναλίων Κλείτωρ πόρεν· οἷς σὺ δι' αἴϑρας

καὶ πελάγευς καὶ γᾶς εὔστοχα πέμπε λίνα. 

7. ΤΟΥ ΑΥΤΟΥ 6.180

Ταῦτά σοι ἔκ τ' ὀρέων ἔκ τ' αἰϑέρος ἔκ τε ϑαλάσσας

τρεῖς γνωτοὶ τέχνας σύμβολα, Πάν, ἔϑεσαν·

ταῦτα μὲν εἰναλίων Κλείτωρ λίνα, κεῖνα δὲ Πίγρης

οἰωνῶν, Δᾶμις τὰ τρίτα τετραπόδων·

οἷς ἅμα χερσαίαισιν, ἅμ' ἠερίῃσιν ἐν ἄγραις,

᾿Αγρεῦ, ἅμ' ἐν πλωταῖς, ὡς πρίν, ἀρωγὸς ἴϑι.

8. ΤΟΥ ΑΥΤΟΥ 6.181

Τρίζυγες, οὐρεσίοικε, κασίγνητοι τάδε τέχνας

ἄλλος ἀπ' ἀλλοίας σοὶ λίνα, Πάν, ἔϑεσαν,

καὶ τὰ μὲν ὀρνίϑων Πίγρης, τὰ δὲ δίκτυα ϑηρῶν

Δᾶμις, ὁ δὲ Κλείτωρ εἰναλίων ἔπορεν·

τῶν ὁ μὲν ἐν ξυλόχοισιν, ὁ δ' ἠερίῃσιν ἐν ἄγραις

αἰέν, ὁ δ' ἐν πελάγει εὔστοχον ἄρκυν ἔχοι.

9. ΑΡΧΙΟΥ 6.192

Ταῦτα σαγηναίοιο λίνου δηναιὰ Πριήπῳ

λείψανα καὶ κύρτους Φιντύλος ἐκρέμασεν

καὶ γαμψὸν Χαίτῃσιν ἐφ' ἱππείῃσι πεδηϑὲν

ἄγκιστρον, κρυφίην εἰναλίοισι πάγην,

καὶ δόνακα τριτάνυστον ἀβάπτιστόν τε καϑ' ὕδωρ

φελλὸν ἀεί, κρυφίων σῆμα λαχόντα βόλων·

οὐ γὰρ ἔτι στείβει ποσὶ χοιράδας οὐδ' ἐπιαύει

ἠιόσιν, μογερῷ γήραϊ τειρόμενος.

10. ΑΡΧΙΟΥ 6.195

Τρῳάδι Παλλαναῖος ἀνηέρτησεν ᾿Αϑάνᾳ

αὐλὸν ἐριβρεμέταν Μίκκος ᾿Ενυαλίου,

ᾧ ποτε καὶ ϑυμέλῃσι καὶ ἐν πολέμοισιν ἔμελψεν

πρόσϑε τὸ μὲν στοναχᾶς σῆμα, τὸ δ' εὐνομίης.

11. ΑΡΧΙΟΥ 6.207

Σάνδαλα ταῦτα Βίτιννα· πολυπλέκτου δὲ Φιλαινὶς

πορφύρεον χαίτας ῥύτορα κεκρύφαλον·

ξανϑὰ δ' ᾿Αντίκλεια νόϑον κεύϑουσαν ἄημα

ῥιπίδα, τὰν μαλερὸν ϑάλπος ἀμυνομέναν·

λεπτὸν δ' ῾Ηράκλεια τόδε προκάλυμμα προσώπου,

τευχϑὲν ἀραχναίῃς εἴκελον ἁρπεδόσιν·

ἁ δὲ καλὸν σπείραμα περισφυρίοιο δράκοντος

οὔνομ' ᾿Αριστοτέλεω πατρὸς ἐνεγκαμένα·

ἅλικες ἀγλαὰ δῶρα, γαμοστόλε, σοὶ τάδε, Κύπρι,

ὤπασαν αἱ γυάλων Ναυκράτιδος ναέται.

12. ΑΡΧΙΟΥ 7.68

῎Αϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,

ὃς βαϑὺ πορθμεύεις τοῦτ' ᾿Αχέροντος ὕδωρ,

εἰ καί σοι βέβριϑεν ὑπ' εἰδώλοισι καμόντων

ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.

ὄλπην καὶ σκίπωνα φέρω καὶ διπλόον εἷμα

καὶ πήρην καὶ σοὶ ναυτιλίης ὀβολόν.

καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,

εἶχον· ὑπ' ἠελίου δ' οὔ τι λέλοιπα φάει.

13. ΑΡΧΙΟΥ ΜΑΚΕΔΟΝΟΣ 7.140

Καὶ γενέταν τοῦ νέρϑε καὶ οὔνομα καὶ χϑόνα φώνει,

στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔϑανε. –

Γεννήτωρ Πρίαμος, γᾶ δ' ῎Ιλιον, οὔνομα δ' ῞Εκτωρ,

ὦνερ, ὑπὲρ πάτρας δ' ὤλετο μαρνάμενος.

14. ΑΡΧΙΟΥ 7.147

Μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας

νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρη·

οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν,

οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος·

ἀλλ' αὔτως προβλής τε καὶ ἔμπεδος ὥς τις ἐρίπνα

ἱδρυϑεὶς ἔτλης λαίλαπα δυσμενέων.

εἰ δέ σε μὴ τεύχεσσιν ᾿Αχιλλέος ὥπλισεν ῾Ελλὰς

ἄξιον ἀντ' ἀρετᾶς ὅπλα ποροῦσα γέρας,

Μοιράων βουλῇσι τάδ' ἄμπλακεν, ὡς ἂν ὑπ' ἐχϑρῶν

μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ.

15. [ΑΝΤΙΠΑΤΡΟΥ ΣΙΔΩΝΙΟΥ, οἱ δὲ] ΑΡΧΙΟΥ 7.165

Εἰπέ, γύναι, τίς ἔφυς. –Πρηξώ. –Τίνος ἔπλεο πατρός; –

Καλλιτέλευς. –Πάτρας δ' ἐκ τίνος ἐσσί; –Σάμου. –

Μνᾶμα δέ σου τίς ἔτευξε; –Θεόκριτος, ὅς με σύνευνον

ἤγετο.” –Πῶς δ' ἐδάμης; –῎Αλγεσιν ἐν λοχίοις. –

Εἰν ἔτεσιν τίσιν εὖσα; –Δὶς ἕνδεκα. –Παῖδα δὲ λείπεις; –

Νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. –

Ζωῆς τέρμαϑ' ἵκοιτο μετ' ἀνδράσι. –Καὶ σέο δοίη

παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος.

16. ΑΡΧΙΟΥ 7.191

῾Α πάρος ἀντίφϑογγον ἀποκλάγξασα νομεῦσι

πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχϑυβόλοις,

πολλάκι δὲ κρέξασα πολύϑροον οἷά τις ἀχὼ

κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν,

νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα

κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα.

17. ΑΡΧΙΟΥ 7.213

Πρὶν μὲν ἐπὶ χλωροῖς ἐριϑηλέος ἔρνεσι πεύκας

ἥμενος ἢ σκιερᾶς ἀκροκόμου πίτυος

ἔκρεκες εὐτάρσοιο δι' ἰξύος, ἀχέτα, μολπάν,

τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.

νῦν δέ σε μυρμάκεσσιν ὑπ' εἰνοδίοισι δαμέντα

῎Αϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός.

εἰ δ' ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων

Μαιονίδας γρίφοις ἰχϑυβόλων ἔϑανεν.

18. ΤΟΥ ΑΥΤΟΥ 7.214

Οὐκέτι παφλάζοντα διαΐσσων βυϑὸν ἅλμης,

δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας,

οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων

ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν·

οὐδὲ σύ γ', ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων

νώτοις πορϑμεύσεις Τηϑύος εἰς πέρατα.

ἦ γὰρ ἴσον πρηῶνι Μαλείης ὡς ἐκυκήϑη

κῦμα, πολυψήφους ὦσέ σ' ἐπὶ ψαμάϑους.

19. ΑΡΧΙΟΥ ΒΥΖΑΝΤΙΝΟΥ 7.278

Οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασϑεὶς

     κύμασιν ἀγρύπνων λήσομαι ἠιόνων.

ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόϑι πόντου

δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου·

αἰεὶ δὲ βρομέοντα, καὶ ἐν νεκύεσσι, ϑαλάσσης

ὁ τλήμων ἀίω δοῦπον ἀπεχϑόμενον.

μόχϑων οὐδ' ᾿Αίδης με κατεύνασεν, ἡνίκα μοῦνος

οὐδὲ ϑανὼν λείῃ κέκλιμαι ἡσυχίῃ.

20. ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] 7.696

Αἰωρῇ ϑήρειον ἱμασσόμενος δέμας αὔραις,

τλᾶμον, ἀορτηϑεὶς ἐκ λασίας πίτυος,

αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης

πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.

σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι,

ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεϑα.

21. ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] 9.19

῾Ο πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων,

ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καϑαψάμενος,

ὃν Φοίβου χρησμῳδὸς ἀέϑλιον ἔστεφε Πυϑώ,

ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον,

καὶ Νεμέη, βλοσυροῖο τιϑηνήτειρα λέοντος,

Πῖσά τε καὶ δοιὰς ᾐόνας ᾿Ισϑμὸς ἔχων,

νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ,

καρπὸν ἀλεῖ Δηοῦς ὀκριόεντι λίϑῳ,

ἴσαν μοῖραν ἔχων ῾Ηρακλέι· καὶ γὰρ ἐκεῖνος

τόσσ' ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο.

῾Ο πρὶν ἐπ' ᾿Αλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν

δισσάκι κηρυχϑεὶς Κασταλίης παρ' ὕδωρ,

ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπ' ᾿Ισϑμῷ

πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις,

νῦν ὅτε γηραιός, γυροδρόμον, ἠνίδε, πέτρον

δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος.

22. ΑΡΧΙΟΥ, οἱ δὲ ΠΑΡΜΕΝΙΩΝΟΣ 9.27

Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον ᾿Ηχὼ

κοὐ λάλον, ἤν τι κλύω, τοῦτ' ἀπαμειβομέναν.

εἰς σὲ γάρ, ὃν σὺ λέγεις, στρέψω λόγον· ἢν δὲ σιωπᾷς,

σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη;

23. ΑΣΚΛΗΠΙΑΔΟΥ, οἱ δὲ ΑΡΧΙΟΥ 9.64

Αὐταὶ ποιμαίνοντα μεσαμβρινὰ μῆλά σε Μοῦσαι

ἔδρακον ἐν κραναοῖς οὔρεσιν, ῾Ησίοδε,

καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι,

ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα,

δῶκαν δὲ κράνας ῾Ελικωνίδος ἔνϑεον ὕδωρ,

τὸ πτανοῦ πώλου πρόσϑεν ἔκοψεν ὄνυξ·

οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς

καὶ γένος ἀρχαίων ἔγραφες ἡμιϑέων.

24. ΑΡΧΙΟΥ ΝΕΩΤΕΡΟΥ 9.91

῾Ερμῆ Κωρυκίων ναίων πόλιν, ὦ ἄνα, χαίροις,

῾Ερμῆ, καὶ λιτῇ προσγελάσαις ὁσίῃ.

25. ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] 9.111

Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας

μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους,

ἔμπαλι δ' ὀλβίζουσιν, ὅσους αἰῶνα λιπόντας

ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος.

οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν

ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φϑίμενοι.

26. ΑΡΧΙΟΥ [ΜΙΤΥΛΗΝΑΙΟΥ] 9.339

῎Εν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰϑέρι νωμῶν

σκορπίον ἐκ γαίης εἶδε ϑορόντα κόραξ,

ὃν μάρψων ὤρουσεν· ὁ δ' ἀίξαντος ἐπ' οὖδας

οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει

καὶ ζωῆς μιν ἄμερσεν. ἴδ', ὡς, ὃν ἔτευχεν ἐπ' ἄλλῳ,

ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον.

27. ΑΡΧΙΟΥ 9.343

Αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχϑεὶς

κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης·

καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε ϑώμιγξ,

τὸν δὲ μόνον πλεκτῶν αὖϑι μεϑῆκε λίνων.

ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος· ἦ ἄρα πολλὴν

καὶ κωφαὶ πτανῶν φροντίδ' ἔχουσι πάγαι.

28. ΑΡΧΙΟΥ 9.750

Τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις

τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν.

29. ΑΡΧΙΟΥ 10.7

Τοῦδέ με κυμοπλῆγος ἐπὶ σκοπέλοιο Πρίηπον

ναῦται Θρηικίου ϑέντο πόρου φύλακα,

πολλάκις οἷς ἤιξα ταχὺς καλέουσιν ἀρωγός,

ξεῖνε, κατὰ πρύμνης ἡδὺν ἄγων Ζέφυρον.

τοὔνεκεν οὔτ' ἄκνισον, ὅπερ ϑέμις, οὔτ' ἐπιδευῆ

εἴαρος ἀϑρήσεις βωμὸν ἐμὸν στεφάνων,

ἀλλ' αἰεὶ ϑυόεντα καὶ ἔμπυρον· οὐδ' ἑκατόμβη

τόσσον ὅσον τιμὴ δαίμοσιν ἁνδάνεται.

30. ΤΟΥ ΑΥΤΟΥ 10.8

Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω

χηλήν, αἰϑυίαις οὔποτ' ἐναντίβιος,

φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ' ἀκταῖς

ξέσσειαν μογερῶν υἱέες ἰχϑυβόλων.

ἀλλ' ἤν τις γριπεύς με βοηϑόον ἢ καλαμευτὴς

φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.

λεύσσω καὶ τὰ ϑέοντα καϑ' ὕδατος· ἦ γὰρ ἀπ' ἔργων

δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον.

31. ΤΟΥ ΑΥΤΟΥ 10.9

Τὸν βραχύν, ἰχϑυβολῆες, ὑπὸ σχίνῳ με Πρίηπον

στειλάμενοι κώπαις τὰν ὀλίγαν ἄκατον,

–δίκτυ' ἄγ' ἁπλώσασϑε–, πολὺν δ' ἁλινηχέα βῶκα

καὶ σκάρον, οὐ θρίσσης νόσφιν ἀρυσσάμενοι,

γλαυκὸν ἐνιδρυνθέντα νάπῃ, σημάντορα ϑήρης

τίετ' ἀπ' οὐκ ὀλίγων βαιὸν ἀπαρχόμενοι. 

32. ΑΡΧΙΟΥ [ΝΕΩΤΕΡΟΥ]  10.10

Πᾶνά με τόνδ' ἱερῆς ἐπὶ λισσάδος, αἰγιαλίτην

Πᾶνα, τὸν εὐόρμων τῇδ' ἔφορον λιμένων,

οἱ γριπῆες ἔϑεντο· μέλω δ' ἐγὼ ἄλλοτε κύρτοις,

ἄλλοτε δ' αἰγιαλοῦ τοῦδε σαγηνοβόλοις.

ἀλλὰ παράπλει, ξεῖνε· σέϑεν δ' ἐγὼ οὕνεκα ταύτης

εὐποΐης πέμψω πρη¿ν ὄπισϑε νότον.

33. ΑΡΧΙΟΥ 15.51

Χάλκεος, ἀλλ' ἄϑρησον, ὅσον ϑράσος ἄνυσε κάπρου

ὁ πλάστας ἔμπνουν ϑῆρα τυπωσάμενος

χαίτας αὐχενίους πεφρικότα, ϑηκτὸν ὀδόντα

βρύχοντα, γλήναις φρικτὸν ἱέντα σέλας,

ἀφρῷ χείλεα πάντα δεδευμένον· οὐκέτι ϑάμβος,

εἰ λογάδα στρατιὴν ὤλεσεν ἡμιϑέων.

34. ΑΡΧΙΟΥ  16. 94

Μηκέτι ταυροβόροιο βαρὺ βρύχημα λέοντος

πτήσσετε. ληινόμοι γειαρόται Νεμέης·

ἦ γὰρ ὑφ' ῾Ηρακλῆος ἀριστάϑλοιο δέδουπεν

αὐχένα ϑηροφόνοις ἀγχόμενος παλάμαις.

ποίμνας ἐξελάσασϑε· πάλιν μυκηϑμὸν ἀκούοι

᾿Ηχώ, ἐρημαίης ἐνναέτειρα νάπης.

καὶ σύ, λεοντόχλαινε, πάλιν ϑωρήσσεο ῥινῷ

῞Ηρης πρηΰνων μισονόϑοιο χόλον.

35. [ΛΟΥΚΙΑΝΟΥ, οἱ δὲ]ΑΡΧΙΟΥ  16. 154

᾿Ηχὼ πετρήεσσαν ὁρᾷς, φίλε, Πανὸς ἑταίρην,

ἀντίτυπον φϑογγὴν ἔμπαλιν ᾀδομένην,

παντοίων στομάτων λάλον εἰκόνα, ποιμέσιν ἡδὺ

παίγνιον. ὅσσα λέγεις, ταῦτα κλύων ἄπιϑι.

36. ΑΡΧΙΟΥ 16.179

Αὐτὰν ἐκ πόντοιο τιϑηνητῆρος ᾿Απελλῆς

τὰν Κύπριν γυμνὰν εἶδε λοχευομέναν

καὶ τοίαν ἐτύπωσε διάβροχον ὕδατος ἀφρῷ

ϑλίβουσαν ϑαλεραῖς χερσὶν ἔτι πλόκαμον.

37. ΑΡΧΙΟΥ

῾Ηράκλεια πατρίς, Ζεῦξις δ' ὄνομ'· εἰ δέ τις ἀνδρῶν

ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν, 

δείξας νικάτω ...

δοκῶ δ' ἡμᾶς οὐχὶ τὰ δεύτερ' ἔχειν.

 

(Aulus Licinius ARCHIAS, ed. E. Diehl,
Anthologia lyrica Graeca, fasc. 1,
Leipzig: Teubner, 31949: 111-112.)

38. AKHΡATOΥ ΓΡAMMATIKOΥ 7.139

῞Εκτορ ῾Ομηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις,

ϑειοδόμου τείχευς ἕρκος ἐρυμνότερον,

ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ ϑανόντος,

῞Εκτορ, ἐσιγήϑη καὶ σελὶς ᾿Ιλιάδος.

῞Εκτορι μὲν Τροία συγκάτϑανεν οὐδ' ἔτι χεῖρας

ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις·

Πέλλα δ' ᾿Αλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα

ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεϑα.

 

Anthologia Graeca, ed. H. Beckby, Anthologia
Graeca, 4 vols., 2nd edn.
Munich: Heimeran, 1-2:1965; 3-4:1968

 

 

[στάλθηκε από τον Slaven Skoko]

Αρχή σελίδας · Κείμενα με Μετάφραση · Κείμενα

 

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Σεπτέμβριος 2004