Βουκολιάζεο Δάφνι, τὺ δ᾽ ᾠδᾶς ἄρχεο πρᾶτος, ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, μόσχος βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. Χοἳ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλοιοι πλανῷντο |
||
5 | μηδὲν
ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
ἔκ ποθεν, ἄλλοθε δ᾽ αὖτις ὑποκρίνοιτο Μενάλκας. |
|
ΔΑΦΝΙΣ | ||
Ἁδὺ μὲν
ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς,
ἁδὺ δὲ χἁ σῦριγξ, χὡ βουκόλος ἁδὺ δὲ κἠγών. Ἔστι δέ μοι παρ᾽ ὕδωρ φυχρὸν στιβάς, ἐν δὲ νένασται |
||
10 | λευκᾶν
ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. Τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω, ὅσσον ἐρῶν τι πατρὸς μύθων καὶ ματρὸς ἀκούει. Οὑτῶς Δάφνις
ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας.
|
|
ΜΕΝΑΛΚΑΣ | ||
15 | Αἴτνα
μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτρῃσιν· ἔχω δέ τοι, ὅσσ᾽ ἐν ὀνείρῳ φαίνονται, πολλὰς μὲν ὄϊς, πολλὰς δὲ χιμαίρας, ὧ μοι πρὸς κεφαλαῖ καὶ πρὸς ποσὶ κώεα κεῖται. Ἐν πυρὶ δὲ δρυΐνῳ χόρια ζέει, ἐν πυρὶ δ᾽ αὖαι |
|
20 | φαγοὶ
χειμαίνοντος· ἔχω δέ τοι οὐδ᾽ ὅσον ὤραν
χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος. Τοῖς μὲν
ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
|
|
25 | τήνῳ
δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτός
σιτήθην πέτρῃσιν ἒν Ὑκαρίῃσι δοκεύσας, πέντε ταμὼν πέντ᾽ οὖσιν· ὃ δ᾽ ἐγκαγχάσατο κόχλῳ. |
|
Βουκολικαὶ
Μοῖσαι μάλα χαίρετε, φαίνετε δ᾽ ᾠδάς,
τάς ποκ᾽ ἐγὼ κείνοισι παρὼν ἄεισα νομεῦσι, |
||
30 | μηκέτ᾽
ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω.
Τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ, ἴρακες δ᾽ ἴραξιν, ἐμὶν δ᾽ ἁ μοῖσα καὶ ᾠδά. Τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος οὔτ᾽ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις |
|
35 | ἄνθεα·
τόσσον ἐμὶν Μοῖσαι φίλαι. Ὣς μεν ὁρῆτε
γαθεῦσιν, τὼς δ᾽ οὔτι ποτῷ δαλήσατο Κίρκη. |
|