Ἦς χρόνος ἁνίκ᾽ ἐγώ τε καὶ Εὔκριτος εἰς τὸν Ἄλεντα εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἄμμιν Ἀμύντας. Τᾷ Δηοῖ γὰρ ἔτευχε Θαλύσια καὶ Φρασίδαμος κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν |
|
5 | χαῶν
τῶν ἐπάνωθεν ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυε κράναν εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρ᾽ αὐτάν αἴγειροι πτελέαι τε ἐΰσκιον ἄλσος ὕφαινον χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι. |
10 |
Κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ
τὸ σᾶμα
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καί τιν᾽ ὁδίταν ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα, οὔνομα μὲν Λυκίδαν, ἦς δ᾽ αἰπόλος, οὐδέ κέ τίς νιν ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχ᾽ ἐῴκει. |
15 | Ἐκ μὲν
γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμ᾽ ὤμοισι νέας ταμίσοιο ποτόσδον, ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος ζωστῆρι πλοκερῷ, ῥοικὰν δ᾽ ἔχεν ἀγριελαίω δεξιτερᾷ κορύναν. Καί μ᾽ ἀτρέμας εἶπε σεσαρώς |
20 | ὄμματι
μειδιόωντι, γέλως δὲ οἱ εἴχετο χείλευς·
“Σιμιχίδα, πᾷ δὴ τὺ μεσαμέριον πόδας ἕλκεις, ἁνίκα δὴ καὶ σαῦρας ἐν αἱμασιαῖσι καθεύδει, οὐδ᾽ ἐπιτυμβίδιοι κορυδαλλίδες ἠλαίνοντι; Ἦ μετὰ δαῖτ᾽ ἄκλητος ἐπείγεαι, ἤ τινος ἀστῶν |
25 | λανὸν
ἔπι θρῴσκεις; Ὥς τευ ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτ᾽ ἀρβυλίδεσσιν ἀείδει." Τὸν δ᾽ ἐγὼ ἀμείφθην· “Λυκίδα φίλε, φαντί τυ πάντες ἦμεν συρικτὰν μέγ᾽ ὑπείροχον ἔν τε νομεῦσιν ἔν τ᾽ ἀματήρεσσι. Τὸ δὴ μάλα θυμὸν ἰαίνει |
30 | ἁμέτερον.
Καίτοι κατ᾽ ἐμὸν νόον ἰσοφαρίζειν
ἔλπομαι. Ἁ δ᾽ ὁδὸς ἅδε θαλυσιάς. Ἦ γὰρ ἑταῖροι ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν. |
35 | Ἀλλ᾽
ἄγε δή· ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς·
βουκολιασδώμεσθα· τάχ᾽ ὥτερος ἄλλον ὀνασεῖ. Καὶ γὰρ ἐγὼν Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής, οὐ Δᾶν· οὐ γάρ πω κατ᾽ ἐμὸν νόον οὔτε τὸν ἐσθλόν |
40 | Σικελίδαν
νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
ἀείδων, βάτραχος δέ ποτ᾽ ἀκρίδας ὥς τις ἐρίσδω.” Ὡς ἐφάμαν ἐπίταδες· ὁ δ᾽ αἰπόλος ἁδὺ γελάσσας· “Τάν τοι”, ἔφα, “κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ πᾶν ἐπ᾽ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. |
45 | Ὥς μοι
καὶ τέκτων μέγ᾽ ἀπέχθεται, ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον Ὠρομέδοντος, καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδόν ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι. Ἀλλ᾽ ἄγε βουκολικᾶς ταχέως ἀρξώμεθ᾽ ἀοιδᾶς, |
50 | Σιμιχίδα·
κἠγὼ μέν—ὅρη, φίλος, εἴ τοι ἀρέσκει
τοῦθ᾽ ὅτι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. |
|
|
Ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν.
χὥταν ἐφ᾽ ἑσπερίοις Ἐρίφοις Νότος ὑγρὰ διώκῃ κύματα, χὡρίων ὅτ᾽ ἐπ᾽ Ὠκεανῷ πόδας ἴσχει, |
|
55 | αἴ κεν
τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει. Χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν τόν τε Νότον τόν τ᾽ Εὖρον, ὃς ἔσχατα φυκία κινεῖ, ἁλκυόνες, γλαυκαῖς Νηρηΐσι ταί τε μάλιστα |
60 | ὀρνίχων
ἐφίληθεν ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν ὥρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο. Κἠγὼ τῆνο κατ᾽ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων |
65 | τὸν πτελεατικὸν
οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ, Χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἔστ᾽ ἐπὶ πᾶχυν κνύζᾳ τ᾽ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ Καὶ πίομαι μαλακῶς μεμναμένος Ἀγεάνακτος |
70 | αὐταῖσιν
κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
Αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, χὡς ὄρος ἀμφ᾽ ἐπονεῖτο καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν |
75 | Ἱμέρα
αἵτε φύοντι παρ᾽ ὄχθαισιν ποταμοῖο,
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφ᾽ Αἷμον ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα· ᾈσεῖ δ᾽ ὥς ποκ᾽ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, |
80 | ὥς τέ
νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. Ὦ μακάριστε Κομᾶτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν |
85 | κηρία
φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
Αἴθ᾽ ἐπ᾽ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες ἦμεν, ὥς τοι ἐγὼν ἐνόμευον ἀν᾽ ὤρεα τὰς καλὰς αἶγας φωνᾶς εἰσαΐων, τὺ δ᾽ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις ἁδὺ μελισδόμενος κατεκέκλισο, θεῖε Κομᾶτα." |
90 |
Χὣ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν
δὲ μέτ᾽ αὖτις
κἠγὼν τοῖ᾽ ἐφάμαν· “Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα Νύμφαι κἠμὲ δίδαξαν ἀν᾽ ᾤρεα βουκολέοντα ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· ἀλλὰ τόγ᾽ ἐκ πάντων μέγ᾽ ὑπείροχον, ᾧ τυ γεραίρειν |
95 | ἀρξεῦμ᾽· ἀλλ᾽ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. |
(Σιμιχίδου ᾠδὴ) | |
Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ
ὁ δειλός
τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἔρανται. Ὥρατος δ᾽ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. Οἷδεν Ἄριστις, |
|
100 | ἐσθλὸς
ἀνήρ, μέγ᾽ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς
ἀείδειν
Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, ὡς ἐκ παιδὸς Ἄρατος ὑπ᾽ ὀστέον αἴθετ᾽ ἔρωτι. Τόν μοι, Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, ἄκλητον τήνοιο φίλας ἐς χεῖρας ἐρείσαις, |
105 | εἴτ᾽
ἔστ᾽ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτε τις
ἄλλος.
Κεἰ μὲν ταῦτ᾽ ἔρδοις, ὦ Πὰν φίλε, μή τί τυ παῖδες Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμως τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· εἰ δ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντ᾽ ὀνύχεσσι |
110 | δακνόμενος
κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις·
εἴης δ᾽ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν Ἄρκτω, ἐν δὲ θέρει πυμάτοισι παρ᾽ Αἰθιόπεσσι νομεύοις πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. |
115 |
῎Υμμες δ᾽ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ
λιπόντες
νᾶμα καὶ Οἰκοῦντα, ξανθᾶς ἕδος αἰπὺ Δίωνας, ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὅμοιοι, βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, βάλλετ᾽, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. |
120 | Καὶ δὴ
μὰν ἀπίοιο πεπαίτερος. αἱ δὲ γυναῖκες·
“Αἰαῖ”, φαντί, “Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.” Μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν, Ἄρατε, μηδὲ πόδας τρίβωμες· ὁ δ᾽ ὄρθριος ἄλλον ἀλέκτωρ κοκκύσδων νάρκαισιν ἀνιαραῖσι διδοίη· |
125 | εἷς δ᾽
ἀπὸ τᾶσδε, φέριστε, Μόλων ἄγχοιτο παλαίστρας
Ἄμμιν δ᾽ ἁσυχία τε μέλοι, γραία τε παρείη ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι. Τόσσ᾽ ἐφάμαν· ὃ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας ὡς πάρος, ἐκ Μοισᾶν ξεινήϊον ὤπασεν ἦμεν. |
130 | Χὣ μὲν
ἀποκλίνας ἐπ᾽ ἀριστερὰ τὰν ἐπὶ Πύξας
εἶρφ᾽ ὁδόν· αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμω στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι. |
135 | Πολλαὶ
δ᾽ ἄμμιν ὕπερθε κατὰ κρατὸς δονέοντο
αἴγειροι πτελέαι τε· τὸ δ᾽ ἐγγύθεν ἱερὸν ὕδωρ Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε. Τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δ᾽ ὀλολυγών |
140 | τηλόθεν
ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις·
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών, πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι. Πάντ᾽ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δ᾽ ὀπώρας. Ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα |
145 | δαψιλέως
ἁμῖν ἐκυλίνδετο· τοὶ δ᾽ ἐκέχυντο
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε. Τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ. Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάϊνον ἄντρον |
150 | κρατῆρ᾽
Ἡρακλῆϊ γέρων ἐστάσατο Χίρων;
ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν πότ᾽ Ἀνάπῳ, τὸν κρατερὸν Πολύφαμον ὃς ὤρεσι νᾶας ἔβαλλε, τοῖον νέκταρ ἔπεισε κατ᾽ αὐλία ποσσὶ χορεῦσαι, οἶον δὴ τόκα πῶμα διεκρανάσατε, Νύμφαι, |
155 | βωμῷ
πὰρ Δάματρος Ἁλωΐδος; Ἇς ἐπὶ σωρῷ
αὗτις ἐγὼ πάξαιμι μέγα πτύον, ἃ δὲ γελάσσαι δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα. |