Δαμοίτας καὶ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον τὰν ἀγέλαν ποκ᾽, Ἄρατε, συνάγαγον· ἦς δ᾽ ὁ μὲν αὐτῶν πυρρός, ὁ δ᾽ ἡμιγένειος· ἐπὶ κράναν δέ τιν᾽ ἄμφω ἑσδόμενοι θέρεος μέσῳ ἄματι τοιάδ᾽ ἄειδον. |
|
5 | Πρᾶτος δ᾽ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδεν· |
Βάλλει
τοι, Πολύφαμε, τὸ ποίμνιον ἁ Γαλάτεια
μάλοισιν, δυσέρωτα καὶ αἰπόλον ἄνδρα καλεῦσα· καὶ τύ νιν οὐ ποθόρησθα, τάλαν τάλαν, ἀλλὰ κάθησαι ἁδέα συρίσδων. Πάλιν ἅδ᾽ —ἴδε—τάν κύνα βάλλει, |
|
10 | ἅ τοι
τᾶν ὀΐων ἕπεται σκοπός· ἃ δὲ βαΰσδει
εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει ἅσυχα κοχλάζοντος ἐπ᾽ αἰγιαλοῖο θέοισαν. Φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ. |
15 | Ἃ δὲ
καὶ αὐτόθε τοι διαθρύπτεται· ὡς ἀπ᾽
ἀκάνθας
ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει, καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει· καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον. Ἦ γὰρ ἔρωτι πολλάκις, ὦ Πολύφαμε, τὰ μὴ καλὰ καλὰ πέφανται. |
20 | Τῷ δ᾽ ἔπι Δαμοίτας ἀνεβάλλετο καὶ τάδ᾽ ἄειδεν· |
Εἶδον,
ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκ᾽ ἔβαλλε,
κοὔτι λάθ᾽, οὐ τὸν ἐμὸν τὸν ἕνα γλυκὺν (ᾧπερ ὁρῷμι ἐς τέλος, αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρ᾽ ἀγορεύων ἐχθρὰ φέροιτο ποτ᾽ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι)· |
|
25 | ἀλλὰ
καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,
ἀλλ᾽ ἄλλαν τινὰ φαμὶ γυναῖκ᾽ ἔχεν ἃ δ᾽ ἀΐοισα ζαλοῖ μ᾽, ὦ Παιάν, καὶ τάκεται, ἐκ δὲ θαλάσσας οἰστρεῖ παπταίνοισα ποτ᾽ ἄντρα τε καὶ ποτὶ ποίμνας. Σίξα δ᾽ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκ᾽ ἤρων, |
30 | αὐτᾶς
ἐκνυζεῖτο ποτ᾽ ἰσχία ῥύγχος ἔχοισα.
Ταῦτα δ᾽ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ ἄγγελον. Αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἔστε κ᾽ ὀμόσσῃ αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδ᾽ ἐπὶ νάσω. Καὶ γάρ θην οὐδ᾽ εἶδος ἔχω κακόν, ὥς με λέγοντι. |
35 | Ἦ γὰρ
πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα, ὡς παρ᾽ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τ᾽ ὀδόντων λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο. Ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον· |
40 | ταῦτα
γὰρ ἁ γραία με Κοτυτταρὶς ἐξεδίδαξε.
[ἃ πρᾶν ἀμάντεσσι παρ᾽ Ἱπποκίωνι ποταύλει]. |
Τόσσ᾽
εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε·
χὡ μὲν τῷ σύριγγ᾽, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν. Αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας· |
|
45 | ὠρχεῦντ᾽
ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
Νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δ᾽ ἐγένοντο. |