ΒΑΤΤΟΣ | ||
Εἰπέ μοι, ὦ Κορύδων, τίνος αἱ βόες; Ἦ ῥα Φιλώνδα; | ||
ΚΟΡΥΔΩΝ | ||
Οὔκ, ἀλλ᾽ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. | ||
ΒΑ. | Ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις; | |
ΚΟ. | Ἀλλ᾽ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. | |
5 | ΒΑ. | Αὐτὸς δ᾽ ἐς τίν᾽ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; |
ΚΟ. | Οὐκ ἄκουσας; Ἄγων νιν ἐπ᾽ Ἀλφεὸν ᾤχετο Μίλων. | |
ΒΑ. | Καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει; | |
ΚΟ. | Φαντί νιν Ἡρακλῆϊ βίην καὶ κάρτος ἐρίσδειν. | |
ΒΑ. | Κἤμ᾽ ἔφαθ᾽ ἁ μάτηρ Πολυδεύκεος ἦμεν ἀμείνω. | |
10 | ΚΟ. | Κᾤχετ᾽ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μῆλα. |
ΒΑ. | Πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν. | |
ΚΟ. | Ταὶ δαμάλαι δ᾽ αὐτὸν μυκώμεναι ὧδε ποθεῦντι. | |
ΒΑ. | Δειλαῖαί γ᾽ αὗται, τὸν βουκόλον ὡς κακὸν εὗρον. | |
ΚΟ. | Ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι. | |
15 | ΒΑ. |
Τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται τὠστία. Μὴ πρῶκας σιτίζεται, ὥσπερ ὁ τέττιξ; |
ΚΟ. |
Οὐ Δᾶν, ἀλλ᾽ ὁκὰ μέν νιν ἐπ᾽ Αἰσάροιο νομεύω καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι, ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον. |
|
20 | ΒΑ. |
Λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. Εἴθε λάχοιεν τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται ὅκκα θύωντι τᾷ Ἥρᾳ τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος. |
ΚΟ. |
Καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνειαι ἔς τε τὰ Φύσκω, καὶ ποτὶ τὸν Νήαιθον, ὅπη καλὰ πάντα φύοντι, |
|
25 | αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. | |
ΒΑ. |
Φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες, ὦ τάλαν Αἴγων, εἰς Ἀΐδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκ᾽ ἐπάξα. |
|
ΚΟ. | Οὐ τήνα γ᾽, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων | |
30 |
δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. Αἰνέω τάν τε Κρότωνα—“Καλὰ πόλις ἅ τε Ζάκυνθος...”— καὶ τὸ ποταῷον τὸ Λακίνιον, ᾇπερ ὁ πύκτας Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας. |
|
35 |
Τηνεὶ καὶ τὸν ταῦρον ἀπ᾽ ὤρεος ἆγε πιάξας τᾶς ὁπλᾶς κἤδωκ᾽ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες μακρὸν ἀνάϋσαν, χὡ βουκόλος ἐξεγέλασσεν. |
|
ΒΑ. |
Ὦ χαρίεσσ᾽ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας λασεύμεσθ᾽· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης. |
|
40 | Αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. | |
ΚΟ. |
Θαρσεῖν χρή, φίλε Βάττε· τάχ᾽ αὔριον ἔσσετ᾽ ἄμεινον ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες· χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δ᾽ ὕει. |
|
ΒΑ. | Θαρσέω. Βάλλε κάτωθε τὰ μόσχια· τᾶς γὰρ ἐλαίας | |
45 | τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. Σίτθ᾽, ὁ λέπαργος. | |
ΚΟ. |
Σίτθ᾽, ἁ Κυμαίθα, ποτὶ τὸν λόφον. Οὐκ ἐσακούεις; Ἡξῶ, ναὶ τὸν Πᾶνα, κακὸν τέλος αὐτίκα δωσῶν, εἰ μὴ ἄπει τουτῶθεν. Ἴδ᾽ αὖ πάλιν ἅδε ποθέρπει. Εἴθ᾽ ἦς μοι ῥοικόν τι λαγωβόλον, ὥς τυ πάταξα. |
|
50 | ΒΑ. |
Θᾶσαί μ᾽, ὦ Κορύδων, πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα ἁρμοῖ μ᾽ ὧδ᾽ ἐπάταξ᾽ ὑπὸ τὸ σφυρόν. Ὡς δὲ βαθεῖαι τἀτρακτυλλίδες ἐντί. Κακῶς ἁ πόρτις ὄλοιτο· εἰς ταύταν ἐτύπην χασμευμένος. Ἦ ῥά γε λεύσσεις; |
ΚΟ. | Ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά. | |
55 | ΒΑ. | Ὅσσίχον ἐστὶ τὸ τύμμα, καὶ ἁλίκον ἄνδρα δαμάζει. |
ΚΟ. |
Εἰς ὄρος ὅκχ᾽ ἕρπῃς, μὴ νήλιπος ἔρχεο, Βάττε· ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομόωντι. |
|
ΒΑ. |
Εἴπ᾽ ἄγε μ᾽, ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥ᾽ ἔτι μύλλει τήναν τὰν κυάνοφρυν ἐρωτίδα τᾶς ποκ᾽ ἐκνίσθη; |
|
60 | ΚΟ |
Ἀκμάν γ᾽, ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθών καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει. |
ΒΑ. |
Εὖ γ᾽, ὤνθρωπε φιλοῖφα. Τό τοι γένος ἢ Σατυρίσκοις ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδει. |