ΘΕΟΚΡΙΤΟΥ

ΕΙΔΥΛΛΙΑ

XX. ΒΟΥΚΟΛΙΣΚΟΣ

 

 

    Εὐνείκα μ᾽ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλᾶσαι,
καί μ᾽ ἐπικερτομέοισα τάδ᾽ ἔννεπεν· "Ἔρρ᾽ ἀπ᾽ ἐμεῖο·
βωκόλος ὢν ἐθέλεις με κύσαι, τάλαν; Οὐ μεμάθηκα
ἀγροίκως φιλέειν, ἀλλ᾽ ἀστικὰ χείλεα θλίβειν.

5

Μὴ τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα, μηδ᾽ ἐν ὀνείροις.
Οἶα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις·
ὡς τρυφερὸν καλέεις, ὡς κωτίλα ῥήματα φράσδεις·
ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν.
Χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι·

10

καὶ κακὸν ἐξόσδεις. Ἀπ᾽ ἐμεῦ φύγε, μή με μολύνῃς."
    Τοιάδε μυθίζοισα, τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον,
καί μ᾽ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδεν,
χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα·
καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς

15

καὶ σοβαρόν μ᾽ ἐγέλαξεν. Ἐμοὶ δ᾽ ἂφαρ ἔζεσεν αἷμα
καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος, ὡς ῥόδον ἕρσᾳ.
Χἀ μὲν ἔβα με λιποῖσα· φέρω δ᾽ ὑποκάρδιον ὀργάν,
ὅττι με τὸν χαρίεντα κακὰ μωμήσαθ᾽ ἑταίρα.
    Ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί;

20

Ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε;
Καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος,
ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δ᾽ ἐπύκαζεν ὑπήναν,
χαῖται δ᾽, οἷα σέλινα, περὶ κροτάφοισι κέχυντο,
καὶ λευκὸν τὸ μέτωπον ἐπ᾽ ὀφρύσι λάμπε μελαίναις.

25

Ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας·
τὸ στόμα δ᾽ αὖ πακτᾶς γλυκερώτερον· ἐκ στομάτων δὲ
ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ.
Ἁδὺ δέ μοι μέλισμα, καὶ ἢν σύριγγι μελίσδω,
κἢν αὐλῷ λαλέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ.

30

Καὶ πᾶσαι καλόν με κατ᾽ ὤρεά φαντι γυναῖκες,
καὶ πᾶσαί με φιλεῦνθ᾽· τὰ δ᾽ ἀστικά μ᾽ οὐκ ἐφίλασεν,
ἀλλ᾽, ὅτι βωκόλος ἐμμί, παρέδραμε, κοὐ ποτακούεν.
Οὐκ ἔγνω δ᾽, ὅτι Κύπρις ἐπ᾽ ἀνέρι μήνατο βώτᾳ,
καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι, καὶ τὸν Ἄδωνιν

35

ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν.
Ἐνδυμίων δὲ τίς ἦν; Οὐ βωκόλος; Ὅν γε Σελάνα
βωκολέοντα φίλασεν, ἀπ᾽ Οὐλύμπω δὲ μολοῖσα
Λάτμιον ἀννάπος ἦλθε, καὶ εἰς ἅμα παιδὶ κάθευδεν.
Καὶ τύ, Ῥέα, κλαίεις τὸν βωκόλον. Οὐχὶ δὲ καὶ τύ,

40

ὦ Κρονίδα, διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης;
    Εὐνείκα δὲ μόνον τὸν βωκόλον οὐκ ἐφίλασεν,
ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος, ἁ δὲ Σελάνας.
Μηκέτι μηδὲ τύ, Κύπρι, τὸν Ἄρεα μήτε κατ᾽ ἄστυ
μήτ᾽ ἐν ὄρει φιλέοις, μούνη δ᾽ ἀνὰ νύκτα καθεύδοις.

 


Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000