Τὸν κλέπταν ποτ᾽ Ἔρωτα κακὰ κέντασε
μέλισσα
κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν δάκτυλα πάνθ᾽ ὑπένυξεν. Ὁ δ᾽ ἄλγεε, καὶ χέρ᾽ ἐφύση, καὶ τὰν γᾶν ἐπάταξε, καὶ ἅλατα, ταῖ δ᾽ Ἀφροδίται |
|
5 | δεῖξεν
τὰν ὀδύναν, καὶ μέμφετο, ὅττι γε τυτθὸν
θηρίον ἐντὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. Χἀ μάτηρ γελάσασα· "Τὺ δ᾽ οὐκ ἴσσον ἐσσὶ μελίσσαις; χὠ τυτθὸς μὲν ἐης, τὰ δὲ τραύματα ἁλίκα ποιεῖς.” |