|
Οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχ᾽, ὡς ἐδοκεῦμες,
Νικία, ᾧτινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο·
οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται ἦμεν,
οἳ θνατοὶ πελόμεσθα, τὸ δ᾽ αὔριον οὐκ ἐσορῶμες· |
5 |
ἀλλὰ καὶ Ἀμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός,
ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός,
τοῦ χαρίεντος Ὕλα, τοῦ τὰν πλοκαμῖδα φορεῦντος,
καί νιν πάντ᾽ ἐδίδαξε, πατὴρ ὡσεὶ φίλον υἱέα,
ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο· |
10 |
χωρὶς δ᾽ οὐδέποκ᾽ ἦς, οὔτ᾽ εἰ μέσον ἆμαρ ὄροιτο,
οὔθ᾽ ὅκχ᾽ ἁ λεύκιππος ἀνατρέχῃ ἐς Διὸς Ἀώς,
οὔθ᾽ ὁπόκ᾽ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν,
σεισαμένας πτερὰ ματρὸς ἐπ᾽ αἰθαλόεντι πετεύρῳ,
ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη, |
15 |
αὐτῶ δ᾽ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρ᾽ ἀποβαίη.
Ἀλλ᾽ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰάσων
Αἰσονίδας, οἱ δ᾽ αὐτῷ ἀριστῆες συνέποντο
πασᾶν ἐκ πολίων προλελεγμένοι ὧν ὄφελός τι,
ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν, |
20 |
Ἀλκμήνας υἱὸς Μιδεάτιδος ἡρωΐνας,
σὺν δ᾽ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐπ᾽ Ἀργώ,
ἅτις κυανεᾶν οὐχ ἅψατο συνδρομάδων ναῦς,
ἀλλὰ διεισάϊξεν (ἀφ᾽ οὗ τότε χοιράδες ἔσταν)
αἰετὸς ὣς μέγα λαῖτμα, βαθὺν δ᾽ εἰσέδραμε Φᾶσιν. |
25 |
Ἆμος δ᾽ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δέ
ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη,
τᾶμος ναυτιλίας μιμνᾴσκετο θεῖος ἄωτος
ἡρώων, κοίλαν δὲ καθιδρυθέντες ἐς Ἀργώ
Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι, |
30 |
εἴσω δ᾽ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν
αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα.
Ἐκβάντες, δ᾽ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο
δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν.
Λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ, |
35 |
ἔνθεν βούτομον ὀξὺ βαθύν τ᾽ ἐτάμοντο κύπειρον.
Κᾤχεθ᾽ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἴσων
αὐτῷ θ᾽ Ἡρακλῆϊ καὶ ἀστεμφεῖ Τελαμῶνι,
οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν,
χάλκεον ἄγγος ἔχων. Τάχα δὲ κράναν ἐνόησεν |
40 |
ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει,
κυάνεόν τε χελιδόνιον χλωρόν τ᾽ ἀδίαντον
καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις.
Ὕδατι δ᾽ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο,
Νύμφαι ἀκοίμητοι, δεινὰ θεαὶ ἀγροιώταις, |
45 |
Εὐνείκα καὶ Μαλὶς ἔαρ θ᾽ ὁρόωσα Νύχεια
Ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσόν,
βάψαι ἐπειγόμενος· ταὶ δ᾽ ἐν χερὶ πᾶσαι ἔφυσαν.
Πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν
Ἀργείῳ ἐπὶ παιδί. Κατήριπε δ᾽ ἐς μέλαν ὕδωρ |
50 |
ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπ᾽ οὐρανοῦ ἤριπεν ἀστήρ
ἀθρόος ἐν πόντῳ, ναύτας δέ τις εἶπεν ἑταίροις·
“Κουφότερ᾽ ὦ παῖδες, ποιεῖσθ᾽ ὅπλα· πνευστικὸς οὖρος.”
Νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι
δακρυόεντ᾽ ἀγανοῖσι παρεψύχοντ᾽ ἐπέεσσιν. |
55 |
Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ
ᾤχετο, Μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα
καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὰ χείρ.
Τρὶς μὲν Ὕλαν ἄϋσεν, ὅσον βαθὺς ἤρυγε λαιμός·
τρὶς δ᾽ ἄρ᾽ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δ᾽ ἵκετο φωνά |
60 |
ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω. |
|
|
|
[Ὡς δ᾽ ὁπότ᾽ ἠϋγένειος ἀπόπροθι λῖς ἐσακούσας]
Νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς
ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα·
Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις |
65 |
παῖδα ποθῶν δεδόνητο, πολὺν δ᾽ ἐπελάμβανε χῶρον·
Σχέτλιοι οἱ φιλέοντες. Ἀλώμενος ὅσσ᾽ ἐμόγησεν
οὔρεα καὶ δρυμούς, τὰ δ᾽ Ἰάσονος ὕστερα πάντ᾽ ἦς.
Ναῦς γέμεν, ἄρμεν᾽ ἔχοισα μετάρσια, τῶν παρεόντων·
ἱστία δ᾽ ἡμίθεοι μεσονύκτιον αὖτε καθαίρουν, |
70 |
Ἡρακλῆα μένοντες. Ὃ δ᾽ ᾇ πόδες ἆγον ἐχώρει
μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν.
Οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀριθμεῖται·
Ἡρακλέην δ᾽ ἥρωες ἐκερτόμεον λιποναύταν,
οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ· |
75 |
πεζᾷ δ᾽ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν. |