ΜΙΛΩΝ | ||
Ἐργατίνα
Βουκαῖε, τί νῦν, ᾠζυρέ, πεπόνθεις;
Οὐ τεὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες, οὐδ᾽ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλ᾽ ἀπολείπῃ, ὥσπερ ὄϊς ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψεν. |
||
5 | Ποῖός
τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ,
ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις; |
|
ΒΟΥΚΑΙΟΣ | ||
Μίλων
ὀψαμᾶτα, πέτρας ἀπόκομμ᾽ ἀτεράμνω,
οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων; |
||
ΜΙ. | Οὐδαμά. Τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί; | |
10 | ΒΟ. | Οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι δι᾽ ἔρωτα; |
ΜΙ. | Μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι. | |
ΒΟ. | Ἀλλ᾽ ἐγώ, ὦ Μίλων, ἔραμαι, σχεδὸν ἑνδεκαταῖος. | |
ΜΙ. | Ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δ᾽ ἔχω οὐδ᾽ ἅλις ὄξος. | |
ΒΟ. | Τοιγὰρ καὶ πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα. | |
ΜΙ. | Τίς δέ τυ τᾶν παίδων λυμαίνεται; | |
15 | ΒΟ. | Ἁ Πολυβώτα,
ἂ πρᾶν ἀμάντεσσι παρ᾽ Ἱπποκίωνι ποταύλει. |
ΜΙ. | Εὗρε
θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις.
Μάντις τοι τὰν νύκτα χροϊξεῖθ᾽ ἁ καλαμαία. |
|
ΒΟ. | Μωμᾶσθαί μ᾽ ἄρχῃ τυ· τυφλὸς δ᾽ οὐκ αὐτὸς ὁ Πλοῦτος. | |
20 | ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. Μὴ δὴ μέγα μυθεῦ. | |
ΜΙ. | Οὐ μέγα
μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον.
καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. Ἅδιον οὕτως ἐργαξῇ. Καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα. |
|
(ᾨδή) |
||
ΒΟ. | Μῶσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι | |
25 | παῖδ᾽·
ὧν γάρ χ᾽ ἅψησθε, θεαί, καλὰ πάντα ποεῖτε.
Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, ἰσχνάν, ἁλιόκαυστον· ἐγὼ δὲ μόνος μελίχλωρον Καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, ἀλλ᾽ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται. |
|
30 |
Ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα
διώκει,
ἁ γέρανος τὤροτρον· ἐγὼ δ᾽ ἐπὶ τὶν μεμάνημαι. Αἴθε μοι ἦς ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι· χρύσεοι ἀμφότεροι κ᾽ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ τύγε μᾶλον, |
|
35 | σχῆμα
δ᾽ ἐγὼ καὶ καινὰς ἐπ᾽ ἀμφοτέροισιν
ἀμύκλας.
Βομβύκα χαρίεσσ᾽, οἱ μὲν πόδες ἀστράγαλοί τευς, ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. |
|
ΜΙ. |
Ἧ καλὰς ἄμμε ποῶν ἐλελάθει Βοῦκος ἀοιδάς·
ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν. |
|
40 |
Ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα.
Θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. |
|
(ᾨδή) |
||
Δάματερ πολύκαρπε, πολύσταχυ, τοῦτο τὸ
λᾷον
εὔεργόν τ᾽ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Σφίγγετ᾽, ἀμαλλοδέται, τὰ δράγματα, μὴ παριών τι |
||
45 | εἴπῃ·
“Σύκινοι ἄνδρες· ἀπώλετο χοὗτος ὁ μισθός.”
Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὕτως. Σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. |
|
50 |
Ἄρχεσθαι δ᾽ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ
καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα. Εὐκτὸς ὁ τῶ βατράχω, παῖδες, βίος· οὐ μελεδαίνει τὸν τὸ πιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ. Κάλλιον, ὦ ᾽πιμελητὰ φιλάργυρε, τὸν φακὸν ἕψειν· |
|
55 | μὴ ᾽πιτάμῃς
τὰν χεῖρα καταπρίων τὸ κύμινον.
Ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν. Τὸν δὲ τεόν, Βουκαῖε, πρέπει λιμηρὸν· ἔρωτα μυθίσδεν τᾷ ματρὶ κατ᾽ εὐνὰν ὀρθρευοίσᾳ. |
|