<< Ραψωδία ν [ Εἰσαγωγή ] Ραψωδία ο >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία ξ
Ὀδυσσέως πρὸς Εὔμαιον ὁμιλία.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν
χῶρον ἀν᾽ ὑλήεντα δι᾽ ἄκριας, ᾗ οἱ Ἀθήνη
πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα
κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς.
Κι ἀπ' τὸ λιμάνι πῆρε αὐτὸς βουνήσιο μονοπάτι
σὲ δάσια μέσα, ποὺ ἡ θεὰ τοῦ τό 'χε πῆ πὼς ζοῦσε
ὁ πάγκαλος χοιροβοσκὸς ποὺ νοιάζουνταν τὸ βιός του
πιότερο ἀπ' ὅλους ποὺ ὁ τρανὸς Δυσσέας εἶχε δικούς του.
5 τὸν δ᾽ ἄρ᾽ ἐνὶ προδόμῳ εὗρ᾽ ἥμενον, ἔνθα οἱ αὐλὴ
ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ,
καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης
αὐτὸς δείμαθ᾽ ὕεσσιν ἀποιχομένοιο ἄνακτος,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος,
Τὸν βρῆκε καὶ καθότανε στὰ ξώθυρα μονάχος,
μπρὸς σὲ μεγάλο αὐλόγυρο ἁψηλόστεκο κι ὡραῖο,
μὲ δρόμο γύρω, ποὺ ἴδιος του τὸν εἶχε ἐκεῖ φτιασμένο
γιὰ τοῦ ξενιτεμένου του τοῦ ἀφεντικοῦ τοὺς χοίρους,
δίχως νὰ ξέρη ἡ ἀφέντισσα κι ὁ γέρος ὁ Λαέρτης,
10 ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ·
σταυροὺς δ᾽ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα,
πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας·
ἔντοσθεν δ᾽ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει
πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ
ἀπὸ βουνόπετρες συρτές, μ' ἀγριαπιδιὲς φραγμένο.
Κι ἀπόξω ὀρθόστησε πολλὰ παλούκια πυκνωμένα
γύρω τριγύρω ἀπὸ ἰδρυὰ καλὰ πελεκημένα·
καὶ χοιρομάντρες δώδεκα μὲς στὴν αὐλὴ εἶχε χτίσει
κοντὰ κοντά, κι ἡ καθεμιὰ κλειοῦσε πενήντα μάνες
15 πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο,
θήλειαι τοκάδες· τοὶ δ᾽ ἄρσενες ἐκτὸς ἴαυον,
πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες
ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης
αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων·
γουροῦνες χαμοπλαγιαστές· τ' ἀσερνικὰ μαντρίζαν
ἔξω, πολὺ πιὸ λιγοστά· τὶ οἱ θεϊκοὶ οἱ μνηστῆρες
τὰ τρῶγαν, κι ὁ χοιροβοσκὸς τοὺς ἔφερνε ὁλοένα
κι ἀπό 'να, τὸ καλύτερο καὶ πιὸ παχὺ θρεφτάρι·
20 οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο.
πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον
τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν.
αὐτὸς δ᾽ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα,
τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι
τρακόσα ἑξήντα ἀρσενικὰ τοῦ μνήσκανε μονάχα.
Τέσσερεις σκύλοι σὰ θεριὰ ξενύχτιζαν κοντά τους,
ποὺ ὁ πρῶτος τῶ χοιροβοσκῶν τοὺς εἶχε ἀναθρεμμένους.
Καινούργια ἐκεῖνος ταίριαζε στὰ πόδια του τσαρούχια,
βόδινο κόβοντας πετσὶ καλοχρωματισμένο·
25 ᾤχοντ᾽ ἄλλυδις ἄλλος ἅμ᾽ ἀγρομένοισι σύεσσιν,
οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε
σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ,
ὄφρ᾽ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν.
γυρίζαν οἱ ἄλλοι ἐδῶ κι ἐκεῖ μὲ τὰ χοιροκοπάδια,
οἱ τρεῖς· τὸν τέταρτο ὁ βοσκὸς στὴ χώρα εἶχε σταλμένο,
θρεφτάρι στοὺς ἀπόκοτους μνηστῆρες γιὰ νὰ φέρη,
γιὰ νὰ τὸ σφάξουνε, νὰ φᾶν καὶ κρέας νὰ χορτάσουν.
  ἐξαπίνης δ᾽ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι.      Καὶ ξάφνω τὰ μαντρόσκυλα σὰν εἶδαν τὸ Δυσσέα,
30 οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς
ἕζετο κερδοσύνη, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός.
ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος·
ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν
ἔσσυτ᾽ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός.
τοῦ χύθηκαν γαυγίζοντας· τότες μὲ γνώση χάμου
κάθισε αὐτός, μὰ τοῦ 'πεσεν ἡ ράβδα ἀπὸ τὸ χέρι,
κι ἐκεῖ θὰ κακοπάθαινε, στὴ στάνη τοῦ ἀποδίπλα,
μὰ χούμιξε γοργόποδος ξοπίσω ὁ χοιροτρόφος
στὴν ξώπορτα, καὶ τὸ πετσὶ τοῦ ξέφυγε ἀπ' τὸ χέρι.
35 τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον
πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα·
Καὶ τὰ σκυλιά του ἐδῶ κι ἐκεῖ σὰ σκόρπισε μὲ πέτρες
καὶ μὲ φοβέρες, γύρισε κι αὐτὰ εἶπε στὸν ἀφέντη·
"ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο
ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας.
καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε·
     “Ἀκόμα λίγο, κι ἄξαφνα σὲ ξέσκιζαν οἱ σκύλοι,
κι ἀπ' ἀφορμή σου, γέρο μου, πολὺ θὰ ντροπιαζόμουν.
Μὰ κι ἄλλα οἱ θεοὶ παθήματα καὶ στεναγμοὺς μοῦ δῶκαν,
40 ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων
ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω
ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς
πλάζετ᾽ ἐπ᾽ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε,
εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο.
τὶ κάθουμαι καὶ κλαίγω ἐδῶ θεόμοιαστον ἀφέντη·
κοιτάζω τὰ θρεφτάρια αὐτὰ γιὰ νὰ τὰ τρῶνε οἱ ξένοι,
κι ἐκεῖνος δίχως πόρεψη πλανιέται μερονύχτα
σὲ χῶρες μέσα ἀλλόγλωσσων ἀνθρώπων καὶ λημέρια,
ἂ ζῆ δὰ ἀκόμα κι ἂν θωρῆ τοῦ γήλιου τὴ λαμπράδα.
45 ἀλλ᾽ ἕπεο, κλισίηνδ᾽ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός,
σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν,
εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδε᾽ ἀνέτλης."
Μὰ ἔλα, γέρο, τώρα ἐσὺ, κι ἂς πᾶμε στὴν καλύβα,
κι ἀπὸ ψωμὶ κι ἀπὸ κρασὶ ἡ καρδιά σου σὰ χορτάση,
λὲς ἀποποῦθε φάνηκες, καὶ ποιὰ τὰ βάσανα σου.”
ὣς εἰπὼν κλισίηνδ᾽ ἡγήσατο δῖος ὑφορβός,
εἷσεν δ᾽ εἰσαγαγών, ῥῶπας δ᾽ ὑπέχευε δασείας,
     Εἶπε ὁ καλὸς χοιροβοσκός, καὶ μέσα τόνε πῆρε,
καὶ τοῦ ' στρωσε δασιὰ κλαδιὰ μ' ἀγριογιδιοῦ ἀποπάνω
50 ἐστόρεσεν δ᾽ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός,
αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δ᾽ Ὀδυσσεὺς
ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν·
προβιὰ τριχάτη καὶ τρανή, ποὺ στρῶμα του τὴν εἶχε.
Κι αὐτὸς μ' ἐδαῦτα χάρηκε, καὶ φώναξέ τον κι εἶπε·
"Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι
ὅττι μάλιστ᾽ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο."
     “Ὁ Δίας κι οἱ ἀθάνατοι θεοὶ ἂς σοῦ δίνουν, ξένε,
γιὰ τὸ καλό σου δέξιμο, τὰ ποὺ ζητάει ἡ καρδιά σου. ”
55 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"ξεῖν᾽, οὔ μοι θέμις ἔστ᾽, οὐδ᾽ εἰ κακίων σέθεν ἔλθοι,
ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες
ξεῖνοί τε πτωχοί τε· δόσις δ᾽ ὀλίγη τε φίλη τε
γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν
     Κι ἐσὺ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες·
“ Μὰ κι ἀπὸ σένα πιὸ μικρὸς νὰ ἐρχότανε, δὲ θά 'ταν,
ὦ ξένε μου, πρεπούμενο νὰ μὴν τιμήσω ξένο·
τ' εἶναι τοῦ Δία ὅλ' οἱ φτωχοὶ κι οἱ ξένοι· κι ἀρεστό 'ναι
τὸ λίγο ποὺ ἐμεῖς δίνουμε· νόμος αὐτὸς τῶ δούλων,
60 αἰεὶ δειδιότων, ὅτ᾽ ἐπικρατέωσιν ἄνακτες
οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν,
ὅς κεν ἔμ᾽ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν,
οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα,
οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν,
ποὺ τὸν καινούργιο ἀφέντη τους τόνε, φοβοῦνται πάντα.
Τὶ τοῦ 'κοψαν οἱ ἀθάνατοι τὸ γυρισμό του ἐκείνου,
ποὺ θὰ μ' ἀγάπαε γκαρδιακὰ καὶ θά 'δινέ μου πλούτια,
σπίτι καὶ χτῆμα καὶ μαζὶ γυναίκα ζηλεμένη,
κι ὅσα ὁ ἀφέντης ὁ καλὸς χαρίζει σὲ ἄνθρωπό του,
65 ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δ᾽ ἐπὶ ἔργον ἀέξῃ,
ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω.
τῷ κέ με πόλλ᾽ ὤνησεν ἄναξ, εἰ αὐτόθ᾽ ἐγήρα·
ἀλλ᾽ ὄλεθ᾽--ὡς ὤφελλ᾽ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι
πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε·
ποὺ καλοδούλεψε, κι ὁ θεὸς τὰ ἔργατά του ἀξαίνει,
καθὼς ἐμένα τὰ ἔργατα ποὺ κάνω αὐτὰ μοῦ ἀξαίνει.
Ἂ γέραζε κι ὁ ἀφέντης μου δῶ πέρα, τί χαρά μου.
Μὰ χάθηκε, ποὺ ἂς χάνουνταν ἡ φύτρα τῆς Ἑλένης
ἁλάκερη, ποὺ ἀντρῶν ψυχὲς πλῆθος γι' αὐτὴ χαθῆκαν·
70 καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς
Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο."
γιατί γιὰ τοῦ Ἀγαμέμνονα τὴ χάρη κι αὐτὸς πῆγε
στὸ Ἴλιο τ' ἀλογάρικο, τοὺς Τρῶες νὰ πολεμήση. ”
ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα,
βῆ δ᾽ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
ἔνθεν ἑλὼν δύ᾽ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν,
     Εἶπε, καὶ στὸ χιτώνα του σφιχτόδεσε τὴ ζώνη,
καὶ πρὸς τὶς μάντρες κίνησε, ποὺ ἦταν κλεισμένοι χοῖροι.
Δυὸ πῆρε καὶ τοὺς ἔσφαξε, κι ἀπὲ καψάλισε τους,
75 εὗσέ τε μίστυλλέν τε καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειρεν.
ὀπτήσας δ᾽ ἄρα πάντα φέρων παρέθηκ᾽ Ὀδυσῆϊ
θέρμ᾽ αὐτοῖς ὀβελοῖσιν· ὁ δ᾽ ἄλφιτα λευκὰ πάλυνεν·
ἐν δ᾽ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον,
αὐτὸς δ᾽ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα·
τοὺς λιάνισε καὶ πέρασε τὰ κρέατα στὶς σοῦβλες,
καὶ σὰν καλοψηθήκανε τὰ φέρνει τοῦ Ὀδυσσέα,
ὁλόζεστα μὲ τὰ σουβλιά, καὶ μ' ἄσπρο ἀλεύρι ἀπάνω.
Σμίγει καὶ τὸ μελόγλυκο κρασὶ μὲς στὸ καρδάρι,
καθίζει ἀγνάντια, τὸν καλεῖ, κι αὐτὰ τοῦ συντυχαίνει·
80 "ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι,
χοίρε᾽· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδ᾽ ἐλεητύν.
οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν,
ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργ᾽ ἀνθρώπων.
     “ Τρῶγε ἀπὸ δούλου χοιρινὸ κρεάσι τώρα, ὦ ξένε·
τὰ παχουλὰ θρεφτάρια μας τὰ χαίρουνται οἱ μνηστῆρες,
ποὺ μέσα τους εἶναι ἄσπλαχνη κι ἀθεόφοβη ἡ ψυχή τους.
Μὰ τ' ἄνομα οἱ μακαριστοὶ θεοὶ δὲν τ' ἀγαπᾶνε,
παρὰ τὰ δίκια καὶ καλὰ τιμοῦν καμώματά μας.
85 καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τ᾽ ἐπὶ γαίης
ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ,
πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι,
καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τιν᾽ ἔκλυον αὐδήν,
Κι ἂν κακοπράχτες κι ἄτιμοι πατήσουνε γῆς ξένη,
καὶ λάφυρα ν' ἁρπάξουνε τοὺς βοηθήση ὁ Δίας,
τὸ πλοῖο φορτώνουν, καὶ γοργὰ στὸν τόπο τους γυρνοῦνε,
τὶ τήν ψυχή τους τυραννεῖ θεϊκῆς ὀργῆς τρομάρα.
Μὰ ἐτοῦτοι ἀπὸ θεοῦ φωνή θ' ἀκοῦσαν καὶ θὰ μάθαν
90 κείνου λυγρὸν ὄλεθρον, ὅτ᾽ οὐκ ἐθέλουσι δικαίως
μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερ᾽, ἀλλὰ ἕκηλοι
κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ᾽ ἔπι φειδώ.
ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν,
οὔ ποθ᾽ ἓν ἱρεύουσ᾽ ἱερήϊον, οὐδὲ δύ᾽ οἴω·
τὸ μαῦρο τέλος του ἐπειδὴς δὲν προξενεύουν δίκια,
μήτε γυρνοῦν στὰ σπίτια τους, μόν' κάθουνται καὶ τρῶνε,
τὰ πλούτια μας μ' ἀδιαντροπιὰ χωρὶς νὰ τὰ λυποῦνται.
Τὶ κάθε μέρα καὶ νυχτιὰ ποὺ μᾶς χαρίζει ὁ Δίας,
ἕνα σφαχτὸ δὲ σφάζουνε, καὶ μήτε δυὸ μονάχα·
95 οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
ἦ γάρ οἱ ζωή γ᾽ ἦν ἄσπετος· οὔ τινι τόσση
ἀνδρῶν ἡρώων, οὔτ᾽ ἠπείροιο μελαίνης
οὔτ᾽ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν
ἔστ᾽ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
ἀτέλειωτα καὶ τὸ κρασὶ τραβοῦν καὶ τὸ ρουφᾶνε,
γιατ' εἶχε βιὸς ἀρίφνητο, κι ὅσο κανένας ἄλλος
δὲν εἶχε στὴ μαυροστεριὰ μηδὲ στὸ Θιάκι μέσα.
Εἴκοσι ἀρχόντοι μαζωχτοὶ δὲν ἔχουν τόσα πλούτια·
νὰ σ' τὰ μετρήσω. Δώδεκα κοπὲς βοδιῶνε κεῖθε·
100 δώδεκ᾽ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια, τόσ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν
βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
ἐνθάδε δ᾽ αἰπόλια πλατέ᾽ αἰγῶν ἕνδεκα πάντα
ἐσχατιῇ βόσκοντ᾽, ἐπὶ δ᾽ ἀνέρες ἐσθλοὶ ὄρονται.
κι εἶναι ἄλλες τόσες πρόβατα, κι ἀκόμα τόσες χοῖροι·
γίδια κοπάδια δώδεκα, ἁπλωτά, ποὺ οἱ πιστικοί του
τὰ βόσκουν καὶ τὰ νοιάζουνται, καὶ ξένοι καὶ δικοί του.
Κι ἐδῶ, στὴν ἄκρη τοῦ νησιοῦ, γιδιῶν κοπάδια βόσκουν
ἕντεκα, καὶ καλόβουλοι τὰ σαλαγᾶνε ἀνθρῶποι.
105 τῶν αἰεί σφιν ἕκαστος ἐπ᾽ ἤματι μῆλον ἀγινεῖ,
ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε,
καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω."
Καθεμερνὰ καθένας τους θὰ φέρη στοὺς μνηστῆρες
ἀπὸ τὰ γίδια τὰ παχιὰ τὸ πιὸ καλὸ ποὺ βρίσκει.
Ἐγὼ φυλάω καὶ νοιάζουμαι τοὺς χοίρους ἐδῶ ἐτούτους,
καὶ πάντα τὸν καλύτερο διαλέγω καὶ τοὺς στέλνω. ”
  ὣς φύθ᾽, ὁ δ᾽ ἐνδυκέως κρέα τ᾽ ἤσθιε πῖνέ τε οἶνον      Εἶπε· κι ἐκεῖνος ἁρπαχτὰ τρωγόπινε σωπώντας,
110 ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν,
οἴνου ἐνίπλειον· ὁ δ᾽ ἐδέξατο, χαῖρε δὲ θυμῷ,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
καὶ μέσα του κρυφόπλεχνε κακὸ γιὰ τοὺς μνηστῆρες.
Καὶ σάνε καλοδείπνησε καὶ φράνθηκε ἡ καρδιά του,
ὁ ἄλλος τὸ ποτήρι του ποὺ γιὰ πιοτὸ κρατοῦσε,
κρασὶ γεμάτο τοῦ 'δωσε, κι αὐτὸς τὸ καλοδέχτη,
καὶ φώναξέ του κι εἶπε του μὲ λόγια φτερωμένα·
115 "ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν,
ὧδε μάλ᾽ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
φῆς δ᾽ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,
     “ Φίλε, καὶ ποιὸς σ' ἀγόρασε μὲ βιὸς δικό του ἐσένα,
μεγάλος καὶ βαθιόπλουτος, καθὼς τὸν παρασταίνεις,
καὶ λὲς γιὰ τοῦ Ἀγαμέμνονα τὴ χάρη θά 'χη πέσει ;
Πές μου, μὴν τόνε γνώρισα ποιός ἦταν· γιατὶ ὁ Δίας
κι οἱ ἄλλοι θεοὶ θὰ ξέρουν ἂν τὸν εἶδα κι ἐδῶ φέρνω
120 εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δ᾽ ἀλήθην." μαντάτα του· τὶ γύρισα μέρη πολλὰ στὸν κόσμο.”      
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν·
"ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν,
ἀλλ᾽ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται
     Κι ὁ πρῶτος τῶ χοιροβοσκῶν ἀπάντησε καὶ τοῦ πε,
“ Μήδ' ἡ γυναίκα μήτε ὁ γιός, ὦ γέρο, δὲν ἀκούγει
τὸν ταξιδιώτη ποὺ ἔρχεται καὶ λέει μαντάτα φέρνει·
πολλοὶ πλανιοῦνται κι ἔρχουνται γιὰ λίγη πόρεψή τους,
125 ψεύδοντ᾽, οὐδ᾽ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
ὃς δέ κ᾽ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται,
ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
ἡ δ᾽ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ,
καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει,
μὰ τοὺς γελοῦν μὲ ψέματα καὶ κρύβουν τὴν ἀλήθεια.
Ἂν τύχη κοσμογυριστὴς καὶ φτάση ἐδῶ στὸ Θιάκι,
ἔρχεται, λόγια πλανερὰ στὴ δέσποινα μου κρένει,
κι αὐτὴ τὸν καλοδέχεται, κι ὅλα ζητάει νὰ μάθη,
χύνοντας δάκρυα περισσά, σὰν πού 'ναι τὸ συνήθειο
130 ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθ᾽ ὄληται.
αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο.
εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
τοῦ δ᾽ ἤδη μέλλουσι κύνες ταχέες τ᾽ οἰωνοὶ
ῥινὸν ἀπ᾽ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
κάθε γυναίκας ποὺ ἄντρα της στὰ ξένα ἔχει χαμένο.
Ἔτσι κι ἐσὺ θὰ σκάρωνες, ὦ γέρο, παραμύθια,
σ' ὅποιον χλαμύδα σοῦ 'δινε νὰ βάλης καὶ χιτώνα.
Ὡς τόσο ἐκειοῦ θὰ τοῦ 'γδαραν τὰ κόκκαλά του οἱ σκύλοι
καὶ τὰ ὅρνια τὰ γοργόφτερα, καὶ τέλειωσε ἡ ζωή του·
135 ἢ τόν γ᾽ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δ᾽ αὐτοῦ
κεῖται ἐπ᾽ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ.
ὣς ὁ μὲν ἔνθ᾽ ἀπόλωλε, φίλοισι δὲ κήδε᾽ ὀπίσσω
πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτ᾽ ἄλλον
ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσ᾽ ἐπέλθω,
ἢ ψάρια τόνε φάγανε στὴ θάλασσα, καὶ τώρα
τὰ κόκκαλά του στὴ στεριὰ κοίτουνται μὲς στοὺς ἄμμους.
Χάθηκ' ἐκεῖνος, καὶ σ' ἐμᾶς τοὺς φίλους μὰ σ' ἐμένα
ἀκόμα πιότερο ἄφησε τῆς στέρησης τὸν πόνο·
τὶ τέτοιο ἀφέντη πάγκαλο δὲ θά 'βρω ὅπου κι ἂν πάω,
140 οὐδ᾽ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι
οἶκον, ὅθι πρῶτον γενόμην καί μ᾽ ἔτρεφον αὐτοί.
οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ
ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ·
ἀλλά μ᾽ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο.
μήτε στῆς μάνας μου ξανὰ καὶ στοῦ κυροῦ ἂ γυρίσω
τὸ σπίτι ποὺ γεννήθηκα, καὶ μ' ἔθρεψαν ἐκεῖνοι.
Μήτε γιὰ κείνους τόσο ἐγὼ δὲ θά 'κλαιγα, κι ἂς θέλω
νὰ τοὺς χαροῦν τὰ μάτια μου στὴν ποθητὴ πατρίδα·
μὰ τοῦ Ὀδυσσέα ποὺ χάθηκε μὲ συνεπαίρνει ὁ πόθος.
145 τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντ᾽ ὀνομάζειν
αἰδέομαι· πέρι γάρ μ᾽ ἐφίλει καὶ κήδετο θυμῷ·
ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα."
Ποὺ τ' ὄνομά του ντρέπουμαι νὰ πῶ, κι ἂς λείπη, ὦ ξένε,
τὶ μ' ἀγαποῦσε ὁλόψυχα καὶ μὲ πονοῦσε ἐκεῖνος·
φίλο ἀδερφὸ τὸν κράζω ἐγώ, κι ἂς βρίσκεται μακριά μου.”
τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
"ὦ φίλ᾽, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδ᾽ ἔτι φῇσθα
     Τότες τοῦ λάλησε ὁ τρανὸς, πολύπαθος Δυσσέας·
“Φίλε, ποὺ ἀρνιέσαι ὁλότελα νὰ πῆς πὼς θὰ ξανάρθη
150 κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος·
ἀλλ᾽ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ,
ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω
αὐτίκ᾽, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθ᾽ ἵκηται·
ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά·
ἐκεῖνος πάλε, κι ἄπιστος ὁλοένα μένει ὁ νοῦς σου,
ἐγὼ τοῦ βρόντου δὲ μιλῶ, παρὰ σοῦ λέω μὲ ὅρκο,
πὼς ὁ Δυσσέας ἔρχεται· κι ὅσο γιὰ συχαρίκια,
εὐτὺς ποὺ στὰ παλάτια του ὁ ἀφέντης σου πατήση,
μὲ ὥρια χλαμύδα καὶ καλὸ χιτώνα θὰ μὲ ντύσης·
155 πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην.
ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι
γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει.
ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα,
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω·
πρὶν ὅμως δὲν τὰ δέχουμαι, πολλὴ κι ἂν τά 'χω ἀνάγκη·
τὶ ὅσο ἐγὼ σιχαίνουμαι τὶς μαῦρες πόρτες τοῦ Ἅδη,
τόσο κι ἐκεῖνον ποὺ ψευτιὲς σοφίζεται ἀπὸ φτώχεια.
Ὁ Δίας νά 'ναι μάρτυρας, τὸ ξενικὸ τραπέζι,
κι ἐτούτη ἡ στιὰ τοῦ θεόλαμπρου Ὀδυσσέα ποὺ μὲ δέχτη,
160 ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ᾽ Ὀδυσσεύς.
τοῦ μὲν φθίνοντος μηνός, τοῦ δ᾽ ἱσταμένοιο,
οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου
ἐνθάδ᾽ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν."
πὼς ὅλ' αὐτὰ θὰ τελεστοῦν καθὼς ἐγὼ τὰ λέγω.
Μέσα στὸ χρόνο αὐτὸν ἐδῶ θὰ φτάση ὁ Ὀδυσσέας.
Τοῦτος ὁ μήνας ἅμα βγῆ, κι ἅμα πατήση ὁ ἄλλος,
θὰ ρθῆ πάλε στὸ σπίτι του, καὶ θὰ παιδέψη ἐκείνους
ποὺ βρίζουν τὴ γυναίκα του καὶ τὸ χρυσό του γιόκα. ”
165 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"ὦ γέρον, οὔτ᾽ ἄρ᾽ ἐγὼν εὐαγγέλιον τόδε τίσω,
οὔτ᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος
πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων
μίμνησκ᾽· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν
     Κι ἐσὺ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης, κι εἶπες·
“Μήτε σοῦ δίνω ἐγὼ ποτὲς τὰ συχαρίκια, ὦ γέρο,
καὶ μήτε ὁ Ὀδυσσέας θὰ ρθῆ στὸ σπίτι του· μόν' πίνε
ἤσυχα ἐσὺ, καὶ πίνοντας ἄλλη κουβέντα ἂς βροῦμε,
κι αὐτὰ μὴ μοῦ θυμίζης τα, γιατί πονεῖ ἡ καρδιά μου
170 ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος.
ἀλλ᾽ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς
ἔλθοι ὅπως μιν ἐγώ γ᾽ ἐθέλω καὶ Πηνελόπεια
Λαέρτης θ᾽ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής.
σὰ μοῦ θυμίζουν ἄξαφνα τὸ δοξαστό μου ἀφέντη.
Καὶ τώρα ἂς τὸν ἀφήσουμε τὸν ὅρκο, ἂν καὶ μακάρι
νά 'ρθη ὁ Δυσσέας, καθὼς κι ἐγὼ ποθῶ κι ἡ Πηνελόπη,
κι ὁ θεόμοιαστος Τηλέμαχος κι ὁ γέρος ὁ Λαέρτης.
  νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκ᾽ Ὀδυσσεύς,      Ὡς τόσο τὸν Τηλέμαχο, τὸ τέκνο τοῦ Ὀδυσσέα,
175 Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον,
καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα
πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν,
τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας
ἠέ τις ἀνθρώπων· ὁ δ᾽ ἔβη μετὰ πατρὸς ἀκουὴν
τὸν πικροκλαίω, ποὺ οἱ θεοὶ τὸν θρέψαν σὰ βλαστάρι,
κι εἶπα, δὲ θά 'βγη πιὸ ἀχαμνὸς ἀπ' τὸ λαμπρὸ γονιό του,
τὸν ξακουστὸ στὴν ὀμορφιὰ καὶ στὸ κορμί, μὰ τώρα
κάποιος θνητὸς ἢ ἀθάνατος τοῦ θάμπωσε τὰ φρένα·,
στὴν ὥρια Πύλο τράβηξε ν' ἀκούση τοῦ γονιοῦ του
180 ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ
οἴκαδ᾽ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται
νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο.
ἀλλ᾽ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ
ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων.
μαντάτα. Κι οἱ καμαρωτοὶ μνηστῆρες τοῦ 'χουν στήσει
καρτέρι πὰς στὸ γυρισμό, γιὰ νὰ χαθῆ τὸ γένος
καὶ τ' ὄνομα τοῦ ἰσόθεου τοῦ Ἀρκείσιου ἀπ' τὸ Θιάκι.
Μὰ ἂς τὸν ἀφήσουμε, ἢ πιαστῆ ἀπ' αὐτούς, ἢ καὶ γλυτώση,
σὰ βάλη ὁ Δίας τὸ χέρι του καὶ τόνε διαφεντέψη.
185 ἀλλ᾽ ἄγε μοι σύ, γεραιέ, τὰ σ᾽ αὐτοῦ κήδε᾽ ἐνίσπες
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον, ὄφρ᾽ ἐῢ εἰδῶ·
τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;
Μόνε ἔλα, γέρο, κι ὅλα σου δηγήσου μου τὰ πάθια·
πές μου κι ἐτοῦτο ξάστερα· ποιός εἶσαι, κι ἀποποῦθε;
ποιοί 'ν' οἱ γονιοί σου, ὁ τόπος σου; μὲ τί καράβι φάνης ;
οἱ ναῦτες πῶς σὲ φέρανε στὸ Θιάκι ; ποιοί παινιένται
πὼς εἶναι ; τί θαρρῶ πεζὸς ἐδῶ δὲ μᾶς ὁρίζεις.”      
190 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ᾽ ἱκέσθαι."  
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
"τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ
ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι,
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος τοῦ ἀπολογήθη κι εἶπε·
“Ὅλα σωστὰ κι ἀληθινὰ θὰ σοῦ τὰ πῶ ἐγὼ τοῦτα.
Καὶ νά 'χαμε γιὰ κάμποσον καιρὸ μὲς στὴν καλύβα
φαῒ καὶ γλυκερὸ κρασί, καὶ καλοκαθισμένοι
195 δαίνυσθαι ἀκέοντ᾽, ἄλλοι δ᾽ ἐπὶ ἔργον ἕποιεν·
ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα
οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ,
ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα.
"ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων,
νὰ τρώγαμε, νὰ πίναμε, κι οἱ ἄλλοι νὰ δουλεῦαν,
θὰ σοῦ μιλοῦσα ἁλάκερο τὸ χρόνο δίχως κόπο,
καὶ πάλε δὲ θὰ τέλειωνα τὰ πάθια τῆς ψυχῆς μου,
ὅσα ἀπὸ θέλημα θεῶν σωρὸς μοῦ μαζωχτῆκαν.
Ἀπ' τὴν ἁπλόχωρη βαστάει ἡ φύτρα μου τὴν Κρήτη,
200 ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι
υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδ᾽ ἐγένοντο
γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δ᾽ ὠνητὴ τέκε μήτηρ
παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα
Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι
καὶ πλούσιου ἀνθρώπου εἶμαι παιδί· κι ἄλλους πολλοὺς στὸ σπίτι
γέννησε γιοὺς κι ἀνάθρεψε μὲ τὴ στεφανωτή του,
μὰ ἐμένα ἐκεῖ μὲ γέννησε σκλάβα ἀγαπητικιά του.
Ὅμως σὰν τ' ἄλλα του παιδιὰ κι ἐμένα μὲ τιμοῦσε,
ὁ Κάστορας τοῦ Ὕλακα· θρέμμα του ἐγὼ παινιέμαι,
205 ὃς τότ᾽ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ
ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν.
ἀλλ᾽ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι
εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδύσαντο
παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο,
ποὺ τόνε λάτρευε σὰ θεὸ στὴν Κρήτη ὁ κόσμος ὅλος,
τὶ πλούτια καὶ καλοτυχιὰ καὶ ξακουστὰ εἶχε τέκνα.
Μὰ τοῦ θανάτου οἱ δαίμονες στὸν Ἅδη σὰν τὸν πῆγαν,
τὰ παλληκάρια του τὸ βιὸς μοιράστηκαν μὲ κλήρους,
κι ἐμένα λίγο μερτικὸ μοῦ ἀφῆκαν, κι ἕνα σπίτι.      
210 αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκί᾽ ἔνειμαν.
ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων
εἵνεκ᾽ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα
οὐδὲ φυγοπτόλεμος· νῦν δ᾽ ἤδη πάντα λέλοιπεν
ἀλλ᾽ ἔμπης καλάμην γέ σ᾽ ὀΐομαι εἰσορόωντα
Κόρη γονιῶν μυριόπλουτων πῆρα γυναίκα τότες,
ἀπὸ δική μου λεβεντιά, γιατί ἄναντρος δὲν ἤμουν
μήτε ἀνωφέλευτος ἐγώ· τώρα μου λεῖψαν ὅλα.
Μὰ κι ἀπ' τὴν καλαμιὰ θαρρῶ ποὺ βλέπεις, θὰ μὲ νιώσης,
215 γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή.
ἦ μὲν δὴ θάρσος μοι Ἄρης τ᾽ ἔδοσαν καὶ Ἀθήνη
καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε
ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων,
οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ,
τὶ ἤμουν πριχοῦ μὲ ζώσουνε τὰ βάσανα κι οἱ πόνοι.
Θάρρος καὶ τόλμη ἡ Ἀθηνᾶ κι ὁ Ἄρης μοῦ χαρίσαν,
ποὺ ἀσκέρια ὀμπρός μου σπάζανε· σὰν ἔπαιρνα μαζί μου
παλληκαράδες διαλεχτούς, καὶ στήναμε καρτέρι,
μεγάλο πλέχνοντας κακὸ τοῦ ὀχτροῦ, ἡ ἀντρειωμένη
220 ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον
ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν.
ψυχή μου τότες θάνατο δὲ λόγιαζε ὀμπροστά της,
μόν' πρῶτος πρῶτος χούμιζα, κι ὅποιος ὀχτρὸς δὲ μπόρειε
νὰ μὲ ξεφύγη, τοῦ 'παιρνα τὴ ζωὴ μὲ τὸ κοντάρι.
τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν
οὐδ᾽ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα,
ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν
Τέτοιος ἐγὼ στὸν πόλεμο· δὲ μ' ἄρεζαν χωράφια
καὶ σπιτικά, ποὺ συνηθοῦν λαμπρὰ παιδιὰ νὰ θρέφουν,
μόνε ὅλο πλοῖα μὲ τὰ κουπιὰ λαχτάραγε ἡ καρδιά μου,
225 καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί,
λυγρά, τά τ᾽ ἄλλοισίν γε καταριγηλὰ πέλονται.
αὐτὰρ ἐμοὶ τὰ φίλ᾽ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν·
ἄλλος γάρ τ᾽ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις.
πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν
πολέμους, καὶ καλόξεστα κοντάρια καὶ σαγίτες,
κακά, ποὺ φόβο σὲ ἀλλονοὺς κι ἀνατριχίλα δίνουν.
Μὰ πάλε, τὰ ὅσα μοῦ 'βαζε ὁ θεὸς στὸ νοῦ ἀγαποῦσα·
τὶ ἄλλα ὁ ἕνας κυνηγάει, κι ἄλλα ζητάει ὁ ἄλλος.
Καὶ πρὶν ἀκόμα οἱ Ἀχαιοὶ πατήσουνε στὴν Τροία,
230 εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν
ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά.
τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δ᾽ ὀπίσσω
λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα
δεινός τ᾽ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην.
ἐννιὰ φορὲς ἐγὼ ἀρχηγὸς μὲ τὰ καράβια βγῆκα
σὲ ξένους τόπους, καὶ πολλὰ μάζευα τότες πλούτια.
Διάλεγα μέρος, καὶ πολλὰ μοῦ πέφταν καὶ στὸν κλῆρο.
Μεγάλωσε κι ἀρχόντηνε μεμιὰς τὸ σπιτικό μου,
κι ὅλοι τὴν Κρήτη μ' ἔβλεπαν μὲ σεβασμὸ καὶ φόβο.
235 "ἀλλ᾽ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
ἐφράσαθ᾽, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατ᾽ ἔλυσε,
δὴ τότ᾽ ἔμ᾽ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα
νήεσσ᾽ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος
ἦεν ἀνήνασθαι, χαλεπὴ δ᾽ ἔχε δήμου φῆμις.
Μὰ σὰ στοχάστη ὁ βροντηχτής ὁ Δίας τὸ ταξίδι
τὸ τρομερό, ποὺ ἀρίθμητους ἀφάνισε λεβέντες,
ἐμένα καὶ τὸν ξακουστὸ Ἰδομενέα προστάξαν
νὰ πᾶμε οἱ δυό μας ἀρχηγοὶ στὸ Ἴλιο μὲ τὰ πλοῖα.
Δὲν ἦταν τρόπος ν' ἀρνηθῶ· βαρὺς τοῦ λαοῦ ὁ λόγος.
240 ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν,
τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν
οἴκαδε σὺν νήεσσι, θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς.
αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς·
μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν
Χρόνους ἐννιὰ χτυπιούμασταν Ἀχαιοὶ μὲ Τρωαδῖτες,
στοὺς δέκα χρόνους, πήραμε τὴ χώρα τοῦ Πριάμου·
ὅμως στὸ γυρισμὸ θεὸς μᾶς σκόρπισε τὰ πλοῖα,
κι ἐμένα ὁ Δίας συφορὲς τοῦ δόλιου μελετοῦσε·
τὶ μόλις μήνα χάρηκα παιδιά, γυναίκα, πλούτια,
245 κουριδίῃ τ᾽ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα
Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι,
νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν.
ἐννέα νῆας στεῖλα, θοῶς δ᾽ ἐσαγείρατο λαός.
ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι
καὶ πόθος μοῦ 'ρθε στὴν καρδιὰ καράβια ν' ἀρματώσω,
καὶ μὲ συντρόφους διαλεχτοὺς στὴν Αἴγυπτο νὰ σύρω.
Ἐννιὰ καράβια ἀρμάτωσα, καὶ τρέξαν μέσα κόσμος,
Ἕξι μερόνυχτα οἱ καλοὶ συντρόφοι τρωγοπίναν,
250 δαίνυντ᾽· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον
θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι.
ἑβδομάτῃ δ᾽ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης
ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ
ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι
καὶ τότε ἐγὼ τοὺς ἔδινα παχιὰ σφαχτὰ ὁλοένα,
νὰ θυσιάζουνε στοὺς θεούς, νὰ γεύουνται κι ἀτοί τους.
Ἕβδομη μέρα, ἀπ' τὴν πλατειὰ τὴν Κρήτη ξεκινώντας
μὲ δυνατὸ καλὸ Βοριὰ ἀρμενίζαμε στὰ πρύμα,
ποὺ ρέμα λὲς μᾶς ἔσερνε· μήτ' ἕνα ἀπ' τὰ καράβια
255 νηῶν πημάνθη, ἀλλ᾽ ἀσκηθέες καὶ ἄνουσοι
ἥμεθα, τὰς δ᾽ ἄνεμός τε κυβερνῆταί τ᾽ ἴθυνον.
"πεμπταῖοι δ᾽ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα,
στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
δὲν ἔπαθε, μόν' ἄβλαβοι καθόμασταν, κι ἐκεῖνα
τὰ πήγαινε ἴσια ὁ ἄνεμος μαζὶ μὲ τοὺς ποδότες,
Σὲ μέρες πέντε φτάσαμε στοῦ ποταμοῦ τοῦ Αἰγύπτου
τὸ καλὸ ρέμα· καὶ ἄραξα τὰ δίπλωρα καράβια.
Πρόσταξα τότες τοὺς καλοὺς συντρόφους μου νὰ μείνουν
260 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι·
οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
αὐτοῦ, πλάϊ στὰ καράβια τους, γιὰ νὰ τὰ διαφεντεύουν,
κι ἔστειλα βίγλες νὰ τηροῦν ἀπ' τὶς κορφὲς τριγύρω·
μὰ ἐκεῖνοι ξεπαρθήκανε κι ὅπου ἤθελαν τραβῆξαν·
τῶν Αἰγυπτίων κουρσέψανε τὰ ὁλόμορφα χωράφια,
καὶ παῖρναν γυναικόπαιδα, χαλνούσανε τοὺς ἄντρες.
265 αὐτούς τ᾽ ἔκτεινον· τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
Κι ἦρθε ὡς τὴ χώρα τὸ βουητό, κι ἀκοῦν αὐτοὶ καὶ τρέχουν
σὰν ἔφεξε· καὶ γέμισε πεζούρα καὶ καβάλα
ὅλος ὁ κάμπος, κι ἄστραφτε ὁ χαλκός· κι ὁ βροντοχάρης
ὁ Δίας στοὺς συντρόφους μου ρίχνει κακὴ φευγάλα,
κι ἕνας δὲν κόταε νὰ σταθῆ κι ὀχτρό του ν' ἀντικρύση,
270 μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα
ποίησ᾽--ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
γιατί παντοῦθε ἀφανισμὸς κακὸς τοὺς εἶχε ζώσει.
Τότες πολλοὺς μοῦ σκότωσαν τὰ κοφτερὰ σπαθιά τους,
κι ἄλλους τοὺς πιάσαν ζωντανοὺς καὶ στὴ σκλαβιὰ τοὺς ρίξαν.
Ὡς τόσο αὐτὸ τὸ στοχασμὸ μοῦ φέρνει ὁ Δίας στὸ νοῦ μου,
ἂν καὶ μακάρι ὁ θανατος νὰ μ' εὕρισκε ἐκεῖ πέρα,
275 αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμ᾽ ὑπέδεκτο--
αὐτίκ᾽ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα
καὶ σάκος ὤμοιϊν, δόρυ δ᾽ ἔκβαλον ἔκτοσε χειρός·
αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων
καὶ κύσα γούναθ᾽ ἑλών· ὁδ᾽ ἐρύσατο καί μ᾽ ἐλέησεν,
τὶ κι ἄλλα μὲ προσμένανε παθήματα κατόπι.
Βγάζω καὶ θέτω καταγῆς τὸ κράνος, τὴν ἀσπίδα,
καὶ τὸ κοντάρι, κι ἀντικρὺ στοῦ βασιλέα τ' ἁμάξι
πηγαίνοντας, προσπέφτω του, φιλῶ τὰ γόνατά του·
κι ἐκεῖνος μὲ σπλαχνίστηκε, μὲ κάθισε στ' ἁμάξι,
280 ἐς δίφρον δέ μ᾽ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν,
ἱέμενοι κτεῖναι--δὴ γὰρ κεχολώατο λίην--
ἀλλ᾽ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δ᾽ ὠπίζετο μῆνιν
ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
καὶ μέσα στὰ παλάτια του μὲ πῆρε δακρυσμένο.
Πολλοὶ μὲ τὰ κοντάρια τους χυνόντανε ἀφρισμένοι,
γιὰ νὰ μὲ κόψουνε, μὰ αὐτὸς ἀλάργα τοὺς κρατοῦσε·
φοβότανε τὴ μάνητα τοῦ Δία τοῦ ξενοσώστη,
ποὺ τὰ ἔργα τὰ παράνομα τά 'χει σὲ μέγα μῖσος.
285 "ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δ᾽ ἄγειρα
χρήματ᾽ ἀν᾽ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες.
ἀλλ᾽ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν,
δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
τρώκτης, ὃς δὴ πολλὰ κάκ᾽ ἀνθρώποισιν ἐώργει·
Ἔμεινα ἐκεῖ χρόνους ἑφτά, καὶ τότε ἀπὸ τοὺς ντόπιους
μάζεψα πλούτια ἀρίφνητα, γιατὶ ὅλοι τους μοῦ δίναν.
Σὰν ἔγιναν τὰ χρόνια ὀχτώ, τότε ἦρθε κάποιος ἄντρας
ἀπ' τὴ Φοινίκη, μάστορης στὸ ψέμα καὶ στὸ δόλο,
κι ἀχόρταγος, ποὺ πάμπολλους εἶχε ἀδικήσει ἀνθρώπους.
290 ὅς μ᾽ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρ᾽ ἱκόμεσθα
Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματ᾽ ἔκειτο.
ἔνθα παρ᾽ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
ἀλλ᾽ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο
ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι,
Ἐκεῖνος μὲ κατάπεισε νὰ πᾶμε στὴ Φοινίκη,
ποὺ βρίσκονταν τὰ σπίτια του καὶ τ' ἄλλα χτήματά του,
Ἔμεινα χρόνο ἁλάκερο μαζί του στὴ Φοινίκη.
Μὰ οἱ μῆνες σάνε διάβηκαν κι οἱ μέρες σὰν τελειῶσαν,
κι ὁ χρόνος σάνε γύρισε κι οἱ ἐποχὲς ξανάρθαν,
295 ἐς Λιβύην μ᾽ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο
ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι,
κεῖθι δέ μ᾽ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
ἡ δ᾽ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ,
μὲ πελαγόδρομο σκαρὶ μὲ παίρνει στὴ Λιβύα,
μὲ ἀπάτη, τάχα τὸ φορτιὸ μαζί του γιὰ νὰ φέρω,
μὰ μὲ σκοπό, σὰν πάω ἐκεῖ νὰ μ' ἀκριβοπουλήση.
Τὸν ἔνιωσα, μὰ ἀνέβηκα στὸ πλοῖο του ἀπ' ἀνάγκη.
Μὲ δυνατὸ καλὸ βοριὰ τραβοῦσε τοῦ πελάγου
300 μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετ᾽ ὄλεθρον.
ἀλλ᾽ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη
φαίνετο γαιάων, ἀλλ᾽ οὐρανὸς ἠδὲ θάλασσα,
δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων
νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπ᾽ αὐτῆς.
πέρ' ἀπ' τὴν Κρήτη· χαλασμὸ τοὺς μελετοῦσε ὁ Δίας.
Τὴν Κρήτη σὰν ἀφήσαμε, κι ἄλλη στεριὰ τριγύρω
δὲ φαίνονταν, παρὰ οὐρανὸς καὶ θάλασσα παντοῦθε,
σύννεφο μαῦρο ἀπάνω μας τοῦ Κρόνου ὁ γιὸς ἁπλώνει,
ποὺ θεοσκότεινα ἔγιναν τὰ πέλαγα ἀποκάτου.
305 Ζεὺς δ᾽ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
ἡ δ᾽ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ,
ἐν δὲ θεείου πλῆτο· πέσον δ᾽ ἐκ νηὸς ἅπαντες.
οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν
κύμασιν ἐμφορέοντο· θεὸς δ᾽ ἀποαίνυτο νόστον.
Τότες ὁ Δίας βρόντηξε, καὶ μὲ τ' ἀστροπελέκι
χτυπάει τὸ πλοῖο, κι ὁλόβολο τ' ἀναποδογυρίζει
γεμάτο θειάφι· πέφτουνε στὴ θάλασσα οἱ συντρόφοι,
γύρω στὸ μαυροκάραβο γυρνώντας σὰν κουροῦνες
καὶ χέρι θεοῦ τοὺς ἔκοβε τοῦ γυρισμοῦ τὴ γλύκα.
310 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ,
ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο
ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ
Μὰ ἐμένα τοῦ πολύπαθου τετράψηλο κατάρτι
μοῦ βάζει ἀπ' τὸ μαυρόπλωρο καράβι ὁ γιὸς τοῦ Κρόνου
στὰ χέρια, ἀπὸ τὴ συφορὰ γιὰ νὰ γλυτώσω ἐκείνη.
Τ' ἀγκάλιασα, καὶ μ' ἔπαιρναν οἱ λυσσασμένοι ἀνέμοι.
Μέρες ἐννιὰ πλανιόμουνα, τὴ δέκατη τὴ νύχτα
315 γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων
ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν
αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
χειρὸς ἀναστήσας, ὄφρ᾽ ἵκετο δώματα πατρός·
μεγάλο κῦμα μ' ἔρριξε στῶν Θεσπρωτῶν τὴ χώρα.
Ἐκεῖ μὲ δέχτη ὁ Φείδωνας ὁ ρήγας, δίχως λύτρα
τὶ ὁ γιός του, ποὺ μὲ πρόφτασε ἀπ' τὸ κρύο κι ἀπ' τὸν κόπο
κατακομμένο μ' ἔφερε στὸ πατρικὸ παλάτι,
κι ὁ ρήγας τότες μ' ἔντυσε χλαμύδα καὶ χιτώνα.      
320 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
"ἔνθ᾽ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε
ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντ᾽ ἐς πατρίδα γαῖαν,
καί μοι κτήματ᾽ ἔδειξεν ὅσα ξυναγείρατ᾽ Ὀδυσσεύς,
χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
Γιὰ τὸ Δυσσέα ἔμαθα ἐκεῖ, τὶ μοῦ 'λεγε κι ὁ ἴδιος
πὼς τόνε δέχτη φιλικά, στὸν τόπο του σὰ γύρνα·
καὶ μοῦ 'δειξε ὅσους θησαυροὺς εἶχε ὁ Δυσσέας συνάξει,
χαλκό, χρυσάφι, σίδερο μὲ τέχνη δουλεμένο,
325 καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι·
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
τὸν δ᾽ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι,
ὅππως νοστήσει᾽ Ἰθάκης ἐς πίονα δῆμον
ποὺ σῶναν καὶ τὴ δέκατη νὰ θρέψουνε γενιά του·
τόσα τοῦ μένανε καλὰ στοῦ βασιλέα τὰ σπίτια.
Καὶ στὴ Δωδώνη μοῦ 'λεγε πὼς εἶχε αὐτὸς περάσει,
ἀπ' τ' ἁψηλόκορφο τὸ ἰδρὺ τὸ θέλημα τοῦ Δία
ν' ἀκούση πὼς θὰ ξαναρθῆ στὸ πλούσιο τὸ νησί του,
330 ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν.
ὤμοσε δὲ πρὸς ἔμ᾽ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ,
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
ἀλλ᾽ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς
κρυφὰ μαθὲς ἢ φανερά, τόσον καιρὸ ποὺ λείπει.
Καὶ μὲς στὸ σπίτι στάζοντας μοῦ ὁρκίστη πὼς τὸ πλοῖο
ἦταν ριγμένο, κι ἕτοιμοι στεκόνταν οἱ συντρόφοι,
στὴ γῆς νὰ τόνε φέρουνε τῆς ποθητῆς πατρίδας.
Ἐμένα ὅμως πρωτόστειλε, γιατ' ἔτυχε καράβι
335 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
ἔνθ᾽ ὅ γέ μ᾽ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ
ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ
ἀμφ᾽ ἐμοί, ὄφρ᾽ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
ἀλλ᾽ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς,
Θεσπρωτικὸ νὰ ξεκινάη στὸ καρπερὸ Δουλίχι.
Στὸ βασιλέα τὸν Ἄκαστο τοὺς εἶπε νὰ μὲ φέρουν,
μὰ αὐτοὶ κακὰ βουλεύτηκαν, γιὰ νὰ τραβήξω κι ἄλλα
παθήματα καὶ συφορές· κι ἀπ' τὴ στεριὰ σὰ βγῆκε
πολὺ ἀνοιχτὰ τὸ πλεούμενο, σοφίστηκαν νὰ βροῦνε
340 αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματ᾽ ἔδυσαν,
ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
ἑσπέριοι δ᾽ Ἰθάκης εὐδειέλου ἔργ᾽ ἀφίκοντο.
τὸν τρόπο νὰ μὲ ρίξουνε μὲς στῆς σκλαβιᾶς τὰ πάθια.
Μοῦ βγάλαν τὴ χλαμύδα μου, μοῦ βγάλαν τὸ χιτώνα,
κι ἄλλο παλιὸ μὲ ντύσανε κουρέλι καὶ χιτώνα,
αὐτὰ ἐδῶ τὰ παλιόρουχα ποὺ βλέπεις κι ἔχω τώρα·
καὶ πρὸς τὸ βράδυ φτάσανε στὸ ξάστερο τὸ Θιάκι.
345 ἔνθ᾽ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ
ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δ᾽ ἀποβάντες
ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ
ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας,
Σφιχτὰ μὲς στὸ καλόθρονο σὰ μ' ἔδεσαν καράβι,
καὶ μὲ σκοινὶ πολύστρεφτο, πηδήξανε μὲ βιάση
στὴ γῆς, καὶ καλοκάθισαν νὰ φᾶνε στ' ἀκρογιάλι.
Ὡς τόσο γλήγορα οἱ θεοὶ μοῦ ξέλυσαν τὸν κόμπο,
κι ἐγὼ μὲ τὸ παλιόρουχο σκεπάζοντας τὴν ὅψη,
350 ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ
στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσ᾽ ἀμφοτέρῃσι
νηχόμενος, μάλα δ᾽ ὦκα θύρηθ᾽ ἔα ἀμφὶς ἐκείνων.
ἔνθ᾽ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης,
κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες
ἀπ' τὸ καλοπελέκητο κατέβηκα τιμόνι,
πάνω στὴ θάλασσα ἔρριξα τὸ στῆθος, καὶ τὰ χέρια
ἁπλώνοντας κολυμπητὰ βγαίνω στὴ γῆς, καὶ τρέχω
κι ἀνάμερα τους κρύβουμαι στὰ φυλλωτὰ τὰ δάσια.
Τοῦ κάκου γύριζαν αὐτοὶ καὶ δυνατὰ φωνάζαν.
355 φοίτων· ἀλλ᾽ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι
μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον
νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δ᾽ ἔκρυψαν θεοὶ αὐτοὶ
ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες
ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι."
μὰ δὲν τὸ κρίνανε καλὸ παρέκει νὰ ζητήσουν,
καὶ γύρισαν καὶ μπήκανε στὸ βαθουλὸ καράβι·
κι ἔτσ' οἱ θεοὶ μὲ κρύψανε καλὰ καὶ δίχως κόπο,
καὶ στὴν αὐλὴ μὲ φέρανε φρόνιμου ἀνθρώπου. Βλέπεις,
ἀκόμα εἶναι τῆς μοίρας μου στὸν κόσμο αὐτὸν νὰ ζήσω.”
360 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας
ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδ᾽ ὅσ᾽ ἀλήθης.
ἀλλὰ τά γ᾽ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις
εἰπὼν ἀμφ᾽ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα
     Κι ἐσὐ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες·
“Ἄμοιρε ξένε, περισσὰ μὲ λύπησες δηγώντας
ἕνα ἕνα τὰ ὅσα τράβηξες καὶ τὰ ὅσα πῆγες κι ἦρθες.
Μὰ δὲ λαλεῖς, θαρρῶ, σωστά, καὶ μήτε θὰ μὲ πείσης
μὲ τὰ ὅσα μοῦ δηγήθηκες ἐσὺ γιὰ τὸ Δυσσέα.
365 μαψιδίως ψεύδεσθαι; ἐγὼ δ᾽ εὖ οἶδα καὶ αὐτὸς
νόστον ἐμοῖο ἄνακτος, ὅ τ᾽ ἤχθετο πᾶσι θεοῖσι
πάγχυ μάλ᾽, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν
ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
Γιατί μαθὲς νὰ κάθεσαι καὶ ψέματα νὰ κρένης;
Καὶ μοναχός μου ξέρω ἐγὼ τὸ ἂν θὰ γυρίση ἐκεῖνος·
ξέρω πὼς ὅλ' οἱ ἀθάνατοι τὸν ἔχουνε μισήσει,
καὶ νὰ χαθῆ δὲ στέρξανε στοὺς Τρωαδῖτες μέσα,
γιά ἀπὸ τὸν πόλεμο ὕστερα σ' ἀγαπητὲς ἀγκάλες.
370 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
Καὶ τότες οἱ Παναχαιοὶ θὰ τοῦ 'στηναν μνημούρι,
κι ὄνομα θά 'βγαζε λαμπρὸ ν' ἀφήση τοῦ παιδιοῦ του.      
αὐτὰρ ἐγὼ παρ᾽ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια
ἐλθέμεν ὀτρύνῃσιν, ὅτ᾽ ἀγγελίη ποθὲν ἔλθῃ.
Μὰ τώρα οἱ Ἅρπυιες ἄδοξα τὸν πῆραν, κι ἐγὼ μένω
στὴ μάντρα μου ὁλομόναχος· μήτε στὴ χώρα κάτου
δὲν πάω, ἐξὸν ἡ φρόνιμη σὰν τύχη Πηνελόπη
νὰ μὲ φωνάξη, μήνυμα ἀπὸ κάπου σὰν τῆς ἔρθη.
375 ἀλλ᾽ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν,
ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος,
ἠδ᾽ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
ἀλλ᾽ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι,
ἐξ οὗ δή μ᾽ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
Καθίζουν τότες κι ὅλοι τους ψιλορωτοῦν τὸν ξένο,
κι αὐτοὶ ποὺ κλαῖνε καὶ πονοῦν γιὰ τὸ χαμὸ τοῦ ρήγα,
κι αὐτοὶ ποὺ χαίρουν, καὶ τὸ βιὸς ἀπλέρωτα τοῦ τρῶνε·
μὰ ἐγὼ κανένα δὲ ρωτῶ πιὰ ἀπ' τὸν καιρὸ ποὺ κάποιος
μὲ γέλασε Αἰτωλὸς φονιάς, ποὺ σὲ χωριὰ καὶ χῶρες      
380 ὅς ῥ᾽ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς,
ἦλθεν ἐμὰ πρὸς δώματ᾽· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
φῆ δέ μιν ἐν Κρήτεσσι παρ᾽ Ἰδομενῆϊ ἰδέσθαι
νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
καὶ φάτ᾽ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην,
πλανέθηκε, κι ἦρθ' ὡς ἐδῶ, κι ἐγὼ τὸν καλοδέχτην.
Καὶ πὼς τὸν εἶδε μοῦ 'λεγε στοῦ Ἰδομενέα στὴν Κρήτη,
τὰ πλοῖα του σὰ διόρθωνε τ' ἀνεμοτσακισμένα,
καὶ πὼς μὲ τοὺς ἰσόθεους συντρόφους του θὰ φτάση
385 πολλὰ χρήματ᾽ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων,
μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
οὐ γὰρ τοὔνεκ᾽ ἐγώ σ᾽ αἰδέσσομαι οὐδὲ φιλήσω,
ἀλλὰ Δία ξένιον δείσας αὐτόν τ᾽ ἐλεαίρων."
τὸ θέρο ἢ τὸ χινόπωρο μὲ πλούτια φορτωμένος.
Κι ἐσὺ, ποὺ θεὸς σὲ φέρνει ἐδῶ, πολύπαθέ μου γέρο,
νὰ μοῦ κερδίσης μὴ ζητᾶς μὲ δόλους τὴν καρδιά μου·
μ' αὐτὰ δὲ θὰ σὲ σεβαστῶ, καὶ δὲ θὰ σ' ἀγαπήσω,
παρ' ἀπὸ φόβο τοῦ Διὸς κι ἀπὸ ψυχοπονιά μου. ”
390 τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
"ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος,
οἷόν σ᾽ οὐδ᾽ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
ἀλλ᾽ ἄγε νῦν ῥήτρην ποιησόμεθ᾽· αὐτὰρ ὄπισθε
μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
     Τότε ὁ Δυσσέας μίλησε ὁ πολύβουλος καὶ τοῦ εἶπε·
“Ἄπιστη ἀλήθεια τὴν καρδιὰ μέσα στὰ στήθια σου ἔχεις·
τοῦ κάκου πᾶν οἱ ὅρκοι μου, καὶ δὲ σὲ καταπείθω.
Μὰ συμφωνία ἂς κάμουμε, καὶ μάρτυρες ἂς εἶναι
οἱ ἀθάνατοι ἀποπάνωθε, ποὺ κατοικοῦν τὰ οὐράνια·
395 εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα,
ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι
Δουλίχιόνδ᾽ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω,
δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης,
σ' ἐτοῦτο ἂν ὁ ἀφέντης σου στὸ σπίτι του γυρίση,
ἐσὺ μοῦ δίνεις φόρεμα χλαμύδα καὶ χιτώνα,
καὶ στὸ Δουλίχι στέλνεις με, ποὺ τὸ ποθεῖ ἡ καρδιά μου·
μὰ ἂν ὁ ἀφέντης δὲ φανῆ καθὼς ἐγὼ σοῦ κρένω,
τοὺς δούλους βάλε ἀπ' τὸν γκρεμνὸ νὰ πᾶνε νὰ μὲ ρίξουν,
400 ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν." ποὺ ἄλλος φτωχὸς νὰ μὴν κοτάη νὰ σὲ ξαναγελάση.”      
τὸν δ᾽ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
"ξεῖν᾽, οὕτω γάρ κέν μοι ἐϋκλείη τ᾽ ἀρετή τε
εἴη ἐπ᾽ ἀνθρώπους ἅμα τ᾽ αὐτίκα καὶ μετέπειτα,
ὅς σ᾽ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα,
     Κι ὁ πάγκαλος χοιροβοσκὸς τοῦ ἀπολογήθη κι εἶπε·
“Μεγάλη δόξα καὶ τιμὴ στὸν κόσμο θά 'χα, ὦ ξένε,
καὶ τώρα καὶ κατοπινά, στὸ σπίτι μου μιᾶς κι ἦρθες,
καὶ σοῦ 'δωκα νὰ φᾶς νὰ πιῆς, κατόπι ἂν σὲ χαλνοῦσα,
405 αὖτις δὲ κτείναιμι φίλον τ᾽ ἀπὸ θυμὸν ἑλοίμην·
πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην.
νῦν δ᾽ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι
εἶεν, ἵν᾽ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον."
καὶ δίχως πόνο σοῦ 'παιρνα τὴν ποθητὴ ζωή σου.
Μὲ τί καρδιὰ θὰ πρόσφερνα τότες εὐκὴ τοῦ Δία ;
Μὰ ὥρα γιὰ δεῖπνο· ἂς ἔρχουνταν ἀμέσως οἱ συντρόφοι,
τραπέζι νὰ μᾶς στρώσουνε λαμπρὸ μὲς στὸ καλύβι.”
  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,      Αὐτὰ καθὼς μιλούσανε τὰ λόγια μεταξύ τους,
410 ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί.
τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι,
κλαγγὴ δ᾽ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων
αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός·
ζυγώνουν οἱ χοιροβοσκοὶ καὶ φέρνουνε τοὺς χοίρους.
Τοὺς κλείσανε νὰ κοιμηθοῦν ἐκεῖ ποὺ συνηθοῦσαν,
κι αὐτοί, στὶς μάντρες μπαίνοντας, βγάζαν ἀχὸ μεγάλο.
Κι ὁ πάγκαλος χοιροβοσκὸς φωνάζει στοὺς συντρόφους·
  "ἄξεθ᾽ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω      “ Φέρτε μου τὸ καλύτερο καπρὶ γιὰ νὰ τὸ σφάξω
415 τηλεδαπῷ· πρὸς δ᾽ αὐτοὶ ὀνησόμεθ᾽, οἵ περ ὀϊζὺν
δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκ᾽ ἀργιοδόντων·
ἄλλοι δ᾽ ἡμέτερον κάματον νήποινον ἔδουσιν."
τοῦ ξένου ἐδῶ, μὰ καὶ γιὰ μᾶς καλό, ποὺ μερονύχτα
πολλὰ τραβᾶμε ὅλο γι' αὐτὰ τ' ἀσπρόδοντα καπριά μας,
κι ἄλλοι μᾶς τρῶν τὸν κόπο μας χωρὶς νὰ μᾶς πλερώνουν. ”
ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ,
οἱ δ᾽ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον.
     Αὐτὰ τοὺς εἶπε, κι ἔσκισε τὰ ξύλα μ' ἀξινάρι,
κι αὐτοὶ τοῦ φέρανε παχὺ καπρὶ πέντε χρονῶνε,
420 τὸν μὲν ἔπειτ᾽ ἔστησαν ἐπ᾽ ἐσχάρῃ· οὐδὲ συβώτης
λήθετ᾽ ἄρ᾽ ἀθανάτων· φρεσὶ γὰρ κέχρητ᾽ ἀγαθῇσιν·
ἀλλ᾽ ὅγ᾽ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν
ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν
νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
ἐκεῖ παράδιπλα τῆς στιᾶς· τοὺς θεοὺς δὲν ἀστοχοῦσε
ὁ γέρος ὁ χοιροβοσκός, τί 'χε στὰ φρένα γνώση.
Ἔκοψε τρίχες ἀπαρχὴ ἀπ' τοῦ χοίρου τὸ κεφάλι,
καὶ στὴ φωτιὰ τὶς ἔρριξε· καὶ τῶν θεῶν εὐκόταν
νὰ φέρουνε στὸ σπίτι του τὸ γνωστικὸ Ὀδυσσέα.
425 κόψε δ᾽ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων·
τὸν δ᾽ ἔλιπε ψυχή. τοὶ δ᾽ ἔσφαξάν τε καὶ εὗσαν·
αἶψα δέ μιν διέχευαν· ὁ δ᾽ ὠμοθετεῖτο συβώτης,
πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν,
καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ,
Κατόπι σήκωσε δαυλὸ ποὺ δὲν τὸν εἶχε σκίσει,
καὶ βάρεσε καὶ σκότωσε τὸ ζῶ· κι οἱ ἄλλοι τότες
τὸ σφάξαν, τὸ καψάλισαν, τὸ κόψανε κομμάτια,
καὶ στοίβαξε αὐτὸς τὰ ὠμὰ ποὺ τά 'κοβε ἀπ' ὁλοῦθε,
μέσα στὴν σκέπη τὴν παχειά, καὶ τά 'καμε ἀπαρχή του·
430 μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα,
βάλλον δ᾽ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης
ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη.
καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων·
καὶ σὰν τ' ἀλεύρωσε καλά, πὰς στὴ γωνιὰ τὰ βάζει.
Καὶ τ' ἄλλα τὰ λιανίσανε, τὰ πέρασαν στὶς σοῦβλες,
τὰ ψήσανε μὲ προσοχή, τὰ ξεσουβλίσαν ὅλα,
καὶ στοὺς ταβλάδες τά 'ριξαν· καὶ στάθη τότε ὁ γέρος,
ποὺ ἔνιωθε πάντα τὸ σωστό, νὰ τὸ καλομοιράση.
435 τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ,
θῆκεν ἐπευξάμενος, τὰς δ᾽ ἄλλας νεῖμεν ἑκάστῳ·
νώτοισιν δ᾽ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν
ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος·
καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς·
Σὲ μέρη ἑφτὰ τὰ χώρισε· στὶς Νύφες θεὲς τὸ πρῶτο
καὶ στὸν Ἑρμῆ, τῆς Μαίας τὸ γιό, μαζὶ μ' εὐκὲς προσφέρνει,
καὶ τ' ἄλλα στὸν καθένα τους· καὶ τοῦ Ὀδυσσέα χωρίζει
τὸ ψαρονέφρι ἁλάκερο τοῦ χοίρου γιὰ τιμή του·
καὶ τὸ εἶδε αὐτὸς καὶ χάρηκε, κι ὀνόμασέ τον κι εἶπε·
440 "αἴθ᾽ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο
ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντ᾽ ἀγαθοῖσι γεραίρεις."
     “Ὅσο σ' ἀγάπησα, Εὔμαιε, κι ὁ Δίας νὰ σ' ἀγαπήση,
ποὺ ἐμένα τὸν ἀσήμαντο τιμᾶς μὲ τέτοια δῶρα. ”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε,
οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δ᾽ ἐάσει,
     Κι ἐσὺ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες·
“Τρῶγε, καλέ μου ξένε, ἐσὺ καὶ τὰ καλά μας χαίρου·
τὸ ἕνα ὁ θεὸς χαρίζει μας, καὶ τ' ἄλλο μᾶς τ' ἀρνιέται
445 ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα." ὅπως στὸ νοῦ του βουληθῆ, τὶ δύνεται τὰ πάντα.”
ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι,
σπείσας δ᾽ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ
ἐν χείρεσσιν ἔθηκεν· ὁ δ᾽ ἕζετο ᾗ παρὰ μοίρῃ.
σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης
     Αὐτὰ εἶπε, κι ἔκαψε ἀπαρχὲς στοὺς θεούς τοὺς παναιώνιους,
κι ἔσταξε, κι ἔβαλε καυκὶ λαμπρὸ κρασὶ γεμάτο
μὲς στοῦ Ὀδυσσέα τοῦ κουρσευτῆ τὰ χέρια· τότε δίπλα
στὸ μερτικό του κάθισε· καὶ μοίραζε ὁ Μεσαύλης
450 αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος,
νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος·
πὰρ δ᾽ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
ψωμί, ποὺ ὁ Εὔμαιος δοῦλο του τὸν εἶχε ἀγορασμένο
ἀτός του ἀπὸ τοὺς Ταφινούς, σὰν ἔλειπε ὁ ἀφέντης,
δίχως νὰ ξέρη ἡ ἀφέντισσα κι ὁ γέρος ὁ Λαέρτης·
κι ἁπλῶσαν χέρια στὰ ἕτοιμα φαγιὰ πού 'χαν ὀμπρός τους.
Κι ἀπὸ φαῒ κι ἀπὸ πιοτὸ σὰ φράνθηκε ἡ καρδιά τους,
455 σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δ᾽ ἐπὶ κοῖτον
σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο.
πῆρ' ὁ Μεσαύλης τὸ ψωμί, κι ἐκεῖνοι χορτασμένοι
ἀπὸ ψωμὶ καὶ κρέατα κινῆσαν νᾶ πλαγιάσουν.
νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δ᾽ ἄρα Ζεὺς
πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος.
τοῖς δ᾽ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,
     Νύχτα ἦρθε χασοφέγγαρη κι ἀγριωπή, ποὺ ὁ Δίας
ἔβρεχε, κι ἄνεμος ὑγρὸς ὁλονυχτὶς φυσοῦσε.
Τότες τοῦ γέρου μίλησε ὁ Δυσσέας, νὰ δοκιμάση
460 εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τιν᾽ ἑταίρων
ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην·
ἂν ὁ ἴδιος τὴ χλαμύδα του θὰ βγάλη νὰ τοῦ δώση,
ἢ σὲ ἄλλο σύντροφο θὰ πῆ, ἀφοῦ τόση τοῦ εἶχε ἀγάπη·
"κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι,
εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει
ἠλεός, ὅς τ᾽ ἐφέηκε πολύφρονά περ μάλ᾽ ἀεῖσαι
     “Ἄκουσε τώρα, ὦ Εὔμαιε, κι ὅλοι οἱ συντρόφοι γύρω
κάτι ἔταξα, καὶ θὰ τὸ πῶ· τὶ τὸ τρελλὸ μ' ἀνάβει
κρασὶ ποὺ καὶ τοὺς γνωστικοὺς κινάει νὰ τραγουδᾶνε,
465 καί θ᾽ ἁπαλὸν γελάσαι, καί τ᾽ ὀρχήσασθαι ἀνῆκε,
καί τι ἔπος προέηκεν ὅ περ τ᾽ ἄρρητον ἄμεινον.
ἀλλ᾽ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω.
εἴθ᾽ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη,
ὡς ὅθ᾽ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες.
μὲ γέλια νὰ γλεντίζουνε, καὶ στοὺς χοροὺς νὰ βγαίνουν,
μὰ καὶ νὰ λὲν ὅσα ἤτανε καλὸ νὰ μὴ λεχτοῦνε.
Τώρα κι ἐγὼ, ποὺ ἀρχίνησα νὰ λέω, δὲ θὰ τὸ κρύψω.
Μακάρι νιότη ν'άχα ἐγώ, καὶ τέτοια γερωσύνη,
σὰν ποὺ εἶχα σάνε στήσαμε καρτέρι ὀμπρὸς στὴν Τροία.
470 ἡγείσθην δ᾽ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος,
τοῖσι δ᾽ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος,
ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά,
ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες
Ὁ γιὸς τοῦ Ἀτρέα ὁ Μενέλαος κι ὁ μέγας Ὀδυσσέας
ἤτανε τότες ἀρχηγοί, κι ἐμένα βάλαν τρίτο.
Στὴ χώρα φτάνοντας σιμὰ καὶ στ' ἁψηλὸ τὸ κάστρο,
ἐκεῖ τριγύρω στὰ πηχτὰ χαμόδεντρα, στοῦ βάλτου
τὶς καλαμιὲς πλαγιάσαμε κρυμμένοι στ' ἄρματα μας·
475 κείμεθα. νὺξ δ᾽ ἄρ᾽ ἐπῆλθε κακὴ Βορέαο πεσόντος,
πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετ᾽ ἠΰτε πάχνη,
ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος.
ἔνθ᾽ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας,
εὗδον δ᾽ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους·
καὶ νύχτα πλάκωσε κακή, Βοριὰς πολὺς φυσοῦσε,
ποὺ ὅλα παγῶναν, καὶ ψυχρὸ σὰν πάχνη ἔπεφτε χιόνι,
καὶ τὸ κρουστάλλι ὁλόγυρα κολνοῦσε στὶς ἀσπίδες.
Ὅλοι εἶχαν καὶ φορούσανε χλαμύδες καὶ χιτῶνες,
κι ἀναπαυόνταν ἥσυχα κάτω ἀπὸ τὶς ἀσπίδες·
480 αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον
ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης,
ἀλλ᾽ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν.
ἀλλ᾽ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δ᾽ ἄστρα βεβήκει,
καὶ τότ᾽ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα
ἐγὼ ὅμως τὴ χλαμύδα μου σὲ σύντροφο εἶχ' ἀφήσει
ἀστόχαστα· δὲν τό 'λεγα ποτὲς νὰ ξεπαγιάσω·
μόνο τὴ ζώνη τὴ λαμπρὴ καὶ τὴν ἀσπίδα πῆρα.
Στὴν τρίτη βίγλα τῆς νυχτός, τότες ποὺ τ' ἄστρα γέρνουν,
μὲ τὸν ἀγκώνα σάλεψα τὸν Ὀδυσσέα σιμά μου,
485 ἀγκῶνι νύξας· ὁ δ᾽ ἄρ᾽ ἐμμαπέως ὑπάκουσε·
"διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,
οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα
δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μ᾽ ἤπαφε δαίμων
οἰοχίτων᾽ ἔμεναι· νῦν δ᾽ οὐκέτι φυκτὰ πέλονται."
κι αὐτὸς μεμιὰς μ' ἀγρίκησε· καὶ φώναξά τον κι εἶπα·
“ Γιὲ τοῦ Λαέρτη Διογενῆ, πολύτεχνε Ὀδυσσέα,
πάω νὰ πεθάνω· κάποιος θεὸς μὲ γέλασε νὰ μείνω
μὲ τὸ χιτώνα μοναχά, καὶ γλυτωμὸ δὲ βλέπω. ”
490 "ὣς ἐφάμην, ὁ δ᾽ ἔπειτα νόον σχέθε τόνδ᾽ ἐνὶ θυμῷ,
οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι·
φθεγξάμενος δ᾽ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε·
"σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ."
"ἦ καὶ ἐπ᾽ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον·
Ἔτσ' εἶπα, καὶ στὰ φρένα του νά, τί στοχάστη ἐκεῖνος,
μεγάλος καθὼς ἤτανε στὸ νοῦ καὶ στοὺς πολέμους·
σιγομιλώντας ἔσκυψε καὶ μοῦ 'πε· “ Σώπα τώρα,
μὴν τύχη κι ἄλλος Ἀχαιὸς κανένας σ' ἀγρικήση.”
Κατόπι στὸν ἀγκώνα του τὴν κεφαλὴ ἀκουμπώντας,
495 ᾽κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος.
λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη
εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν,
εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι.᾽
"ὣς ἔφατ᾽, ὦρτο δ᾽ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός,
μίλησε· “Ἀκοῦστε, φίλοι μου, κι ὄνειρο μοῦ 'ρθε θεῖο
στὸν ὕπνο· βγήκαμε πολὺ μακριὰ ἀπὸ τὰ καράβια,
κι ἂς πάη τοῦ Ἀγαμέμνονα κάποιος νὰ πῆ, τοῦ ἀφέντη,
ἀπ' τὰ καράβια πιὸ πολλοὺς νὰ στείλη ἐδῶ νά 'ρθοῦνε.”
Εἶπε, κι ὁ Θόας τοῦ Ἀντραίμονα ὁ γιὸς πηδάει ἀμέσως
500 καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν,
βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δ᾽ ἐνὶ εἵματι κείνου
κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς.
ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη·
δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν,
καὶ τὴν πορφυροχρώματη χλαμύδα του πετώντας
τρέχει στὰ πλοῖα· τυλίχτηκα τότες ἐγὼ τὸ ροῦχο
χαρούμενος, καὶ πλάγιασα· καὶ φάνηκε ἡ Αὐγούλα
λάμποντας ἡ χρυσόθρονη. Καὶ νά 'χα τώρα ἐκεῖνα
τὰ νιάτα καὶ τὴ δύναμη, θὰ μοῦ 'δινε χλαμύδα
505 ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος·
νῦν δέ μ᾽ ἀτιμάζουσι κακὰ χροῒ εἵματ᾽ ἔχοντα."
κάποιος μὲς στῶ χοιροβοσκῶν τὶς μάντρες, ἀπ' ἀγάπη
καὶ σεβασμὸ πρὸς ἄνθρωπο καλὸ καὶ παινεμένο·
μὰ τώρα μ' ἀψηφοῦν, γιατὶ μὲ βλέπουν μὲ κουρέλια. ”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας,
οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες·
     Κι ἐσύ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες·
“ Καλὰ μᾶς τὴ δηγήθηκες τὴν ἱστορία σου, γέρο,
δὲν εἶπες τίποτε ἄτοπο, μηδὲ ποὺ θὰ σὲ βλάψη·
510 τῷ οὔτ᾽ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου,
ὧν ἐπέοιχ᾽ ἱκέτην ταλαπείριον ἀντιάσαντα,
νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις.
οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες
ἐνθάδε ἕννυσθαι, μία δ᾽ οἴη φωτὶ ἑκάστῳ.
δὲ θὰ σοῦ λείψη μήτ' αὐτό, μηδ' ὅ,τι ἄλλο ταιριάζει
σὲ ἱκέτη ποὺ ἔπαθε πολλά, καὶ ποὺ ἔρχεται ὀμπροστά μας·
ὅμως σὰ φέξη πάλε αὐγή, θὰ βάλης τὰ παλιά σου.
Γιατ' ἀλλαξὲς δὲν ἔχουμε χλαμύδες καὶ χιτῶνες
ἐδῶ πολλές, παρ' ἀπὸ μιὰ καθένας μας τὴν ἔχει.
515 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,
αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει,
πέμψει δ᾽ ὅππῃ σε κραδίη θυμός τε κελεύει."
Ὅμως σὰν ἔρθη ὁ ἀκριβογιος τοῦ αφέντη τοῦ Ὀδυσσέα,
τότε θένα σοῦ δώση αὐτὸς χλαμύδα καὶ χιτώνα,
κι ὅπου ἡ καρδιά σου λαχταρεῖ θὰ σὲ ξεπροβοδήση.”
"ὣς εἰπὼν ἀνόρουσε, τίθει δ᾽ ἄρα οἱ πυρὸς ἐγγὺς
εὐνήν, ἐν δ᾽ ὀΐων τε καὶ αἰγῶν δέρματ᾽ ἔβαλλεν.
     Σὰν εἶπε αὐτὰ σηκώθηκε καὶ τοῦ ἔφτιασε τὸ στρῶμα
σιμὰ στὴ στιὰ, ὅπου ἔβαλε γιδιῶνε καὶ προβάτων
520 ἔνθ᾽ Ὀδυσεὺς κατέλεκτ᾽· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ
πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετ᾽ ἀμοιβάς,
ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο.
προβιές, κι ἀπάνω τοῦ ἔρριξε, σὰν πλάγιασε ὁ Δυσσέας,
τρανὴ χλαμύδα καὶ χοντρή, ποὺ κι ἄλλη εἶχε δική του,
νὰ τὴ φορῆ σὰν πλάκωνε πολὺ βαρὺς χειμώνας.
"ὣς ὁ μὲν ἔνθ᾽ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρ᾽ αὐτὸν
ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ
     Ἔτσι ὁ Δυσσέας κοιμήθηκε, κοιμήθηκαν καὶ τ' ἄλλα
τὰ παλληκάρια πλάγι του· μὰ ὡς τόσο ὁ χοιροτρόφος
525 ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι,
ἀλλ᾽ ὅ γ᾽ ἄρ᾽ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δ᾽ Ὀδυσσεύς,
ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος.
πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετ᾽ ὤμοις,
ἀμφὶ δὲ χλαῖναν ἑέσσατ᾽ ἀλεξάνεμον, μάλα πυκνήν,
δὲν ἔστεργε νὰ κοιμηθῆ μακριάθε ἀπὸ τοὺς χοίρους,
μόνε ἀρματώθηκε νὰ βγῆ· καὶ χάρηκε ὁ Δυσσέας
ποὺ γιὰ τὸ βιός του νοιάζουνταν σὰν ἔλειπε ὁ ἀφέντης.
Πρῶτα στοὺς ὤμους τοὺς πλατιοὺς κρεμάζει τὸ σπαθί του,
βάζει χλαμύδα χοντρουλή, προφύλαμα τοῦ ἀνέμου,
530 ἂν δὲ νάκην ἕλετ᾽ αἰγὸς ἐϋτρεφέος μεγάλοιο,
εἵλετο δ᾽ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν.
βῆ δ᾽ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες
πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπ᾽ ἰωγῇ.
κι ἔρριξ' ἀπάνω του προβιὰ παχειᾶς μεγάλης γίδας,
πῆρε κοντάρι σουβλερό, νὰ διώχνη σκύλους κι ἄντρες,
καὶ πῆγε πλάγιασε κοντὰ στ' ἀσπρόδοντα θρεφτάρια,
κάτου ἀπὸ πέτρα θολωτὴ καὶ στοῦ Βοριᾶ τὸ ἀπάγγιο.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001