ΘΕΟΚΡΙΤΟΥ

ΕΙΔΥΛΛΙΑ

XVI. ΧΑΡΙΤΕΣ Ἢ ΙΕΡΩΝ

 

 

    Αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς,
ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν.
Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι·
ἄμμες δὲ βροτοί, οἱ δὲ βροτοὺς βροτοὶ ἀείδοντι.

5

Τίς γὰρ τῶν, ὁπόσοι γλαυκὰν ναίουσιν ὑπ᾽ ἀῶ,
ἡμετέρας χάριτας πετάσας ὑποδέξεται οἴκῳ
ἀσπασίως, οὐδ᾽ αὖθις ἀδωρήτους ἀποπεμψεῖ;
Αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδ᾽ ἴασιν,
πολλά με τωθάζοισαι, ὅτ᾽ ἀλιθίην ὁδὸν ἦνθον,

10

ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐπὶ πυθμένι χαλοῦ
ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι,
ἐνθ᾽ αἰεὶ σφίσιν ἕδρη, ἐπὰν ἄπρακτοι ἵκωνται.
Τίς τῶν νῦν τοιόσδε; Τίς εὖ εἰπόντα φιλήσει;
Οὐκ οἶδ᾽· οὐ γὰρ ἔτ᾽ ἄνδρες ἐπ᾽ ἔργμασιν, ὡς πάρος, ἐσλοῖς

15

αἰνεῖσθαι σπεύδοντι· νενίκηνται δ᾽ ὑπὸ κερδέων.
Πᾶς δ᾽, ὑπὸ κόλπου χεῖρας ἔχων, πόθεν αὔξεται ἀθρεῖ
ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη·
ἀλλ᾽ εὐθὺς μυθεῖται· “Ἀπωτέρω ἢ γόνυ κνάμα
αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς

20

Τίς δέ κεν ἄλλου ἀκούσαι; Ἅλις πάντεσσιν Ὅμηρος.
Οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν.”
Δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς
κείμενος; Οὐχ ὧδε πλούτου φρονέουσιν ὄνασις,
ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν,

25

πολλοὺς δ᾽ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων
ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν,
μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ
μειλίξαντ᾽ ἀποπέμψαι, ἐπὰν ἐθέλωντι νέεσθαι·
Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας,

30

ὄφρα, καὶ εἰν Ἀΐδαο κεκρυμμένος, ἐσθλὸς ἀκούσῃς,
μηδ᾽ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος,
ὡσεί τις, μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας,
ἀχήν, ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων.
Πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα

35

ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται·
πολλοὶ δὲ Σκοπάδαισιν ἐλαυνόμενοι ποτὶ σακοὺς
μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσιν·
μυρία δ᾽ ἂμ πεδίον Κραννώνιον ἐνδιάασκον
ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις.

40

Ἀλλ᾽ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν
θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος,
ἄμναστοι δέ, τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες,
δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο,
εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήϊος, αἰόλα φωνέων

45

βάρβιτον ἐς πολύχορδον, ἐν ἀνδράσι θῆκ᾽ ὀνομαστοὺς
ὁπλοτέροις· τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι,
οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦνθον ἀγώνων.
Τίς δ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας
Πριαμίδας, ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω,

50

εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοὶ;
Οὐδ᾽ Ὀδυσεύς, ἑκατόν τε καὶ εἴκατι μῆνας ἀλαθεὶς
πάντας ἐπ᾽ ἀνθρώπους, Ἀΐδαν τ᾽ εἰς ἔσχατον ἐνθὼν
ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος,
δηναιὸν κλέος ἔσχεν· ἐσιγάθη δ᾽ ὁ συφορβὸς

55

Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφ᾽ ἀγελαίαις
ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης,
εἰ μὴ σφᾶς ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί.
    Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι·
χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων.

60

Ἀλλ᾽ ἶσος γὰρ ὁ μόχθος, ἐπ᾽ ᾀόνι κύματα μετρεῖν,
ὅσσ᾽ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ,
ἢ ὕδατι νίζειν θολερὰν διαειδέϊ πλίνθον,
καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρενθεῖν.
Χαιρέτω ὃς τοιοῦτος, ἀνήριθμος δέ οἱ εἴη

65

ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν.
Αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα
πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν.
    Δίζημαι δὲ τίνι θνατῶν κεχαρισμένος ἔνθω
σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς,

70

κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος.
Οὔπω μῆνας ἄγων ἔκαμ᾽ οὐρανός, οὐδ᾽ ἐνιαυτούς·
πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι·
ἔσσεται οὗτος ἀνήρ, ὡς ἐμοῦ κεχρήσετ᾽ ἀοιδοῦ,
ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας, ἢ βαρὺς Αἴας

75

ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου.
Ἤδη νῦν Φοίνικες, ὑπ᾽ ἠελίῳ δύνοντι
οἰκεῦντες Λιβύας ἄκρον σφυρόν, ἐρρίγασιν.
Ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα,
ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν·

80

ἐν δ᾽ αὐτοῖς Ἱέρων, προτέροις ἴσος ἡρώεσσιν,
ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι.
Αἰ γάρ, Ζεῦ, κύδιστε πάτερ, καὶ πότνι᾽ Ἀθάνα,
Κούρη θ᾽, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων
εἴληχας μέγα ἄστυ, παρ᾽ ὕδασι Λυσιμελείας,

85

ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα
Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγελέοντας
τέκνοις ἠδ᾽ ἀλόχοισιν, ἀριθματοὺς ἀπὸ πολλῶν.
Ἄστεα δὲ προτέροισι πάλιν ναίοιτο πολίταις,
δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατ᾽ ἄκρας.

90

Ἀγροὺς δ᾽ ἐργάζοιντο τεθαλότας· ἠδ᾽ ἀνάριθμοι
μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι
ἂμ πεδίον βληχοῖντο, βόες δ᾽ ἀγελαδὸν ἐς αὖλιν
ἐρχόμενοι σκνιπαῖον ἐπισπεύδοιεν ὁδίταν·
νειοὶ δ᾽ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ,

95

ποιμένας ἐνδίους πεφυλαγμένος, ἔνδοθι δένδρων
ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δ᾽ εἰς ὅπλ᾽ ἀράχναι
λεπτὰ διαστήσαιντο, βοᾶς δ᾽ ἔτι μηδ᾽ ὄνομ᾽ εἴη.
Ὑψηλὸν δ᾽ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ
καὶ πόντου Σκυθικοῖο πέραν, καὶ ὅπῃ, πλατὺ τεῖχος

100

ἀσφάλτῳ δήσασα, Σεμίραμις ἐμβασίλευεν.
Εἷς μὲν ἐγώ· πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους
θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὴν Ἀρέθοισαν
ὑμνεῖν σὺν λαοῖσι, καὶ αἰχματὰν Ἱέρωνα.
    Ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον

105

Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις,
ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων
θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἰοίμαν·
καλλείψω δ᾽ οὐδ᾽ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπατὸν
ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμ᾽ εἴην.

 


Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000