ΘΥΡΣΙΣ | ||
Ἁδύ
τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε,
τήνα
ἁ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τύ συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. Αἴ κα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ· |
||
5 | αἴ κα
δ᾽ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ
ἁ χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἔστε κ᾽ ἀμέλξῃς. |
|
ΑΙΠΟΛΟΣ | ||
Ἅδιον,
ὦ ποιμήν, τὸ τεὸν μέλος ἢ τὸ καταχές
τῆν᾽ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ. Αἴ κα ταὶ Μοῖσαι τὰν οἴϊδα δῶρον ἄγωνται, |
||
10 | ἄρνα
τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κ᾽ ἀρέσκῃ
τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄϊν ὕστερον ἀξῇ. |
|
ΘΥ. | Λῇς ποτὶ
τᾶν Νυμφᾶν, λῇς, αἰπόλε, τῆδε καθίξας,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι, συρίσδεν; Τὰς δ᾽ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ. |
|
ΑΙ. | Οὐ θέμις, ὦ ποιμήν, τὸ μεσαμβρινὸν οὐ θέμις ἄμμιν | |
16 | συρίσδεν.
Τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπ᾽ ἄγρας
τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός, καὶ οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται. Ἀλλὰ τὺ γὰρ δή, Θύρσι, τὰ Δάφνιδος ἄλγε᾽ ἀείδες |
|
20 | καὶ τᾶς
βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας,
δεῦρ᾽ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα τῶ τε Πριήπω καὶ τᾶν Κραναιᾶν κατεναντίον, αἷπερ ὁ θῶκος τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. Αἰ δὲ κ᾽ ἀείσῃς ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν αἶσας ἐρίσδων, |
|
25 | αἶγά
τέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι,
ἃ δύ᾽ ἔχοισ᾽ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας, καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέϊ κηρῷ, ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον. Τῶ ποτὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, |
|
30 | κισσὸς
ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατ᾽ αὐτόν
καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι. Ἔντοσθεν δὲ γυνά, τι θεῶν δαίδαλμα, τέτυκται, ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι· πὰρ δέ οἱ ἄνδρες καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος |
|
35 | νεικείουσ᾽
ἐπέεσσι· τὰ δ᾽ οὐ φρενὸς ἅπτεται αὐτᾶς·
ἀλλ᾽ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γέλαισα, ἄλλοκα δ᾽ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον· οἵ δ᾽ ὑπ᾽ ἔρωτος δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι. Τοῖς δὲ μέτα γριπεύς τε γέρων πέτρα τε τέτυκται |
|
40 | λεπράς,
ἐφ᾽ αἷ σπεύδων μέγα δίκτυον ἐς βόλον
ἕλκει
ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς· φαίης κα γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν· ὧδέ οἱ ᾠδήκαντι κατ᾽ αὐχένα πάντοθεν ἶνες καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἥβας. |
|
45 | Τυτθὸν
δ᾽ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος
πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά, τὰν ὀλίγος τις κῶρος ἐφ᾽ αἱμασιαῖσι φυλάσσει ἥμενος· ἀμφὶ δέ νιν δύ᾽ ἀλωπεκες, ἁ μὲν ἀν᾽ ὄρχως φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δ᾽ ἐπὶ πήραι |
|
50 | πάντα
δόλον τεύχοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν
φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ· αὐτὰρ ὅγ᾽ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτε τι πήρας οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ. |
|
55 | Παντᾷ
δ᾽ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος.
Αἰολικὸν θάημα· τέρας κέ τυ θυμὸν ἀτύξαι. Τῶ μὲν ἐγὼ πορθμῆϊ Καλυδνίῳ αἶγά τ᾽ ἔδωκα ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος· οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλ᾽ ἔτι κεῖται |
|
60 | ἄχραντον.
Τῷ κά τυ μάλα πρόφρων ἀρεσαίμαν,
αἴ κά μοι τύ, φίλος, τὸν ἐφίμερον ὕμνον ἀείσῃς. Κοὔτι τυ κερτομέω. Πόταγ᾽, ὠγαθέ· τὰν γὰρ ἀοιδάν οὔ τί πᾳ εἰς Ἀΐδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. |
|
|
||
ΘΥ. | Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. | |
65 | Θύρσις
ὅδ᾽ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά.
Πῆ ποκ᾽ ἄρ᾽ ἦσθ᾽, ὅκα Δάφνις ἐτάκετο, πῆ ποκα, Νύμφαι; Ἦ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἦ κατὰ Πίνδον; Οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετ᾽ Ἀνάπω, οὐδ᾽ Αἴτνας σκοπιάν, οὐδ᾽ Ἄκιδος ἱερὸν ὕδωρ. |
|
70 |
Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ᾽
ἀοιδᾶς.
Τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα. Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. Πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, |
|
75 | πολλαὶ
δ᾽ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο.
Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. Ἦνθ᾽ Ἑρμᾶς πράτιστος ἀπ᾽ ὤρεος, εἶπε δέ· “Δάφνι, τίς τυ κατατρύχει; τίνος, ὠγαθέ, τόσσον ἔρασαι;” Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. |
|
80 | Ἦνθον
τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον·
πάντες ἀνηρώτευν, τί πάθοι κακὸν. Ἦνθ᾽ ὁ Πρίηπος κἤφα· “Δάφνι τάλαν, τί νυ τάκεαι; Ἁ δέ τυ κώρα πάσας ἀνὰ κράνας, πάντ᾽ ἄλσεα ποσσὶ φορεῖται Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. |
|
85 | ζάτεισ᾽·
ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί.
Βούτας μὰν ἐλέγευ, νῦν δ᾽ αἰπόλῳ ἀνδρὶ ἔοικας. ᾩπόλος, ὅκκ᾽ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται, τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο. Ἄρχετε βουκολικᾶς, Μοῖσαι φίλαι, ἄρχετ᾽ ἀοιδᾶς. |
|
90 | Καὶ τὺ
δ᾽ ἐπεὶ κ᾽ ἐσορῇς τὰς παρθένος οἷα
γελᾶντι,
τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις.” Τὼς δ᾽ οὐδὲν ποτελέξαθ᾽ ὁ βουκόλος, ἀλλὰ τὸν αὑτῶ ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας. Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. |
|
95 | Ἦνθέ
γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα,
λάθρη μὲν γελάοισα, βαρὺν δ᾽ ἀνὰ θυμὸν ἔχοισα, κεἶπε: “Τύ θην τὸν Ἔρωτα κατεύχεο, Δάφνι, λυγιξεῖν· ἦ ῥ᾽ οὐκ αὐτὸς Ἔρωτος ὑπ᾽ ἀργαλέω ἐλυγίχθης; ” Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. |
|
100 | Τὰν δ᾽
ἄρα χὡ Δάφνις ποταμείβετο· “Κύπρι βαρεῖα,
Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής· ἤδη γὰρ φράσδῃ πάνθ᾽ ἅλιον ἄμμι δεδυκεῖν; Δάφνις κἠν Ἀΐδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι”. Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. Ὡς λέγεται τὰν Κύπριν ὁ βουκόλος —, “ἕρπε ποτ᾽ Ἴδαν, |
|
106 | ἕρπε
ποτ᾽ Ἀγχίσαν· τηνεὶ δρύες ἠδὲ κύπειρος,
αἱ δὲ καλὸν βομβεῦντι ποτὶ σμάνεσσι μέλισσαι· Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. [ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μῆλα νομεύει |
|
110 | καὶ πτῶκας
βάλλει καὶ θηρία πάντα διώκει.
Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. Αὖτις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα, καὶ λέγε· “Τὸν βοῦταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι.” Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. |
|
115 | Ὦ λύκοι,
ὦ θῶες, ὦ ἀν᾽ ὤρεα φωλάδες ἄρκτοι,
χαίρεθ᾽· ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτ᾽ ἂν᾽ ὕλαν, οὐκέτ᾽ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. Χαῖρ᾽, Ἀρέθοισα, καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θυμβρίδος ὕδωρ. Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. |
|
120 | Δάφνις
ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὦδε νομεύων,
Δάφνις ὁ τὼς ταύρως και πόρτιας ὧδε ποτίσδων. Ἄρχετε βουκολικᾶς, Μοῖσαι, πάλιν, ἄρχετ᾽ ἀοιδᾶς. Ὦ Πὰν Πάν, εἴτ᾽ ἐσσὶ κατ᾽ ὤρεα μακρὰ Λυκαίω, εἴτε τύγ᾽ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθ᾽ ἐπὶ νᾶσον |
|
125 | τὰν Σικελάν,
Ἑλίκας δὲ λίπε ῥίον αἰπύ τε σᾶμα
τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν· Λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε, λήγετ᾽ ἀοιδᾶς. ἔνθ᾽, ὦναξ, καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν ἐκ κηρῶ σύριγγα καλὰν περὶ χεῖλος ἑλικτάν· |
|
130 | ἦ γὰρ
ἐγὼν ὑπ᾽ ἔρωτος ἐς Ἄϊδος ἕλκομαι ἤδη.
Λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε, λήγετ ἀοιδᾶς. Νῦν ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δ᾽ ἄκανθαι, ἁ δὲ καλὰ νάρκισσος ἐπ᾽ ἀρκεύθοισι κομάσαι, πάντα δ᾽ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι, |
|
135 | Δάφνις
ἐπεὶ θνάσκει, καὶ τὼς κύνας ὥλαφος ἕλκοι,
κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι δηρίσαιντο.” Λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε, λήγετ᾽ ἀοιδᾶς. Χὣ μὲν τόσσ᾽ εἰπὼν ἀπεπαύσατο· τὸν δ᾽ Ἀφροδίτα ἤθελ᾽ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει |
|
140 | ἐκ Μοιρᾶν,
χὡ Δάφνις ἔβα ῥόον· ἔκλυσε δίνα
τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ. Λήγετε βουκολικᾶς, Μοῖσαι, ἴτε, λήγετ᾽ ἀοιδᾶς. |
|
Καὶ τὺ
δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας
σπείσω ταῖς Μοίσαις. Ὦ χαίρετε πολλάκι, Μοῖσαι, |
||
145 | χαίρετ᾽· ἐγὼ δ᾽ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον αἰσῶ. | |
ΑΙ. | Πλῆρές
τοι μέλιτος τὸ καλὸν στόμα, Θύρσι, γένοιτο,
πλῆρές τοι σχαδόνων, καὶ ἀπ᾽ Αἰγίλω ἰσχάδα τρώγοις ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις. Ἠνίδε τοι τὸ δέπας· θᾶσαι, φίλος, ὡς καλὸν ὄσδει· |
|
150 | Ὡρᾶν
πεπλύσθαι νιν ἐπὶ κράναισι δοκησεῖς.
Ὧδ᾽ ἴθι, Κισσαίθα· τὺ δ᾽ ἄμελγέ νιν. Αἱ δὲ χίμαιραι, οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ. |
|