<<<  

Λουκιανοῦ

“Πῶς δεῖ ἱστορίαν συγγράφειν”

Μετάφραση Ἰωάννου Κονδυλάκη



 
 
 
 
 

50. [61] Καὶ πᾶσι τούτοις μέτρον ἐπέστω, μὴ ἐς κόρον μηδὲ ἀπειροκάλως μηδὲ νεαρῶς, ἀλλὰ ῥᾳδίως ἀπολυέσθω· καὶ στήσας ἐνταῦθά που ταῦτα ἐπ᾽ ἐκεῖνα μεταβαινέτω, ἢν κατεπείγῃ· εἶτα ἐπανίτω λυθείς, ὁπόταν ἐκεῖνα καλῇ· καὶ πρὸς πάντα σπευδέτω καὶ ὡς δυνατὸν ὁμοχρονείτω καὶ μεταπετέσθω ἀπ᾽ Ἀρμενίας μὲν εἰς Μηδίαν, ἐκεῖθεν δὲ ῥοιζήματι ἑνὶ εἰς Ἰβηρίαν, εἶτα εἰς Ἰταλίαν, ὡς μηδενὸς καιροῦ ἀπολείποιτο. 50. Εἰς ὅλα δὲ ταῦτα νὰ ἐπικρατῇ μέτρον, ὥστε ν᾽ ἀποφεύγῃ τήν ἀπειροκαλίαν καὶ την φορτικήν πολυλογίαν, εἰς τήν ὁποίαν ἡ ἀπειρία παρασύρει τοὺς νέους, ἀλλ᾽ εὐκόλως νὰ δίδῃ πέρας εἰς τὴν διήγησιν τών ἐπεισοδίων· καὶ ἀφοῦ διακόψῃ ἐδῶ τὴν ἀφήγησιν, ἂς μεταβαίνῃ εἰς τὰ ἄλλα, ἂν εἶναι ἐπείγοντα· ἔπειτα δὲ ἀφήσας αὐτὰ νὰ ἐπανέρχεται εἰς τὰ πρῶτα, ἐὰν εἶνε ἀνἀγκη· καὶ πρὸς ὅλα νὰ σπεύδῃ καὶ εἰ δυνατὸν συγχρόνως νὰ διηγῆται τὰ συγχρόνως συμβαίνοντα καὶ νὰ πετᾷ ἀπὸ τῆς Ἀρμενίας εἰς τὴν Μηδίαν, ἐκεῖθεν δὲ ὥς βέλος νὰ φθάνῃ εἰς τὴν Ἰβηρίαν, ἔπειτα εἰς τήν Ἰταλίαν, ὥστε νὰ μὴ χάνῃ τίποτε ἐνδιαφέρον.
   
51. Μάλιστα δὲ κατόπτρῳ ἐοικυῖαν παρασχέσθω τὴν γνώμην ἀθόλῳ καὶ στιλπνῷ καὶ ἀκριβεῖ τὸ κέντρον, καὶ ὁποίας ἂν δέξηται τὰς μορφὰς τῶν ἔργων, [62] τοιαῦτα καὶ δεικνύτω αὐτά, διάστροφον δὲ ἢ παράχρουν ἢ ἑτερόσχημον μηδέν· οὐ γὰρ ὥσπερ τοῖς ῥήτορσι γράφουσιν, ἀλλὰ τὰ μὲν λεχθησόμενα ἔστι καὶ εἰρήσεται· πέπρακται γὰρ ἤδη· δεῖ δὲ τάξαι καὶ εἰπεῖν αὐτά. Ὥστε οὐ τί εἴπωσι ζητητέον αὐτοῖς, ἀλλ᾽ ὅπως εἴπωσιν.    51. Πρέπει δὲ πρὸ πάντων νὰ καταστήσῃ τὴν κρίσιν τοῦ ὁμοίαν πρὸς κάτοπτρον καθαρὸν καὶ στιλπνὸν καὶ ἀκριβὲς εἰς τήν ἀνάκλασιν, ὥστε νἀποδίδῃ ἀποραλλάκτους τὰς εἰκόνας τῶν ἔργων, τὰς ὁποίας δέχεται, νὰ μὴ παρουσιάζῃ δὲ τίποτε διεστραμμένον μὲ διάφορον χρωματισμὸν καὶ ἀλλοιωμένον σχῆμα· διότι ὁ ἱστορικὸς δὲν συνθέτει ὅπως οἱ ρήτορες, ἀλλ᾽ ἐκεῖνα τὰ ὁποῖα θὰ εἴπῃ ὑπάρχουν· διότι ἔγιναν ἤδη· πρέπει δὲ καὶ νὰ τὰ κατατάξῃ καὶ νὰ τὰ εἴπῃ· ὥστε ἡ κυριωτέρα του φροντὶς δὲν εἶνε τὶ θὰ εἴπῃ, ἀλλὰ πῶς θὰ τὸ εἴπῃ.
Ὅλως δὲ νομιστέον τὸν ἱστορίαν συγγράφοντα Φειδίᾳ χρῆναι ἢ Πραξιτέλει ἐοικέναι ἢ Ἀλκαμένει ἢ τῷ ἄλλῳ ἐκείνων. Οὐδὲ γὰρ οὐδ᾽ ἐκεῖνοι χρυσὸν ἢ ἄργυρον ἢ ἐλέφαντα ἢ τὴν ἄλλην ὕλην ἐποίουν, ἀλλ᾽ ἡ μὲν ὑπῆρχε καὶ προϋπεβέβλητο, Ἠλείων ἢ Ἀθηναίων ἢ Ἀργείων πεπορισμένων, οἱ δὲ ἔπλαττον μόνον καὶ ἔπριον τὸν ἐλέφαντα καὶ ἔξεον καὶ ἐκόλλων καὶ ἐρρύθμιζον καὶ ἐπήνθιζον τῷ χρυσῷ, καὶ τοῦτο ἦν ἡ τέχνη αὐτοῖς ἐς δέον οἰκονομήσασθαι τὴν ὕλην.       Ἐν γένει δὲ δύναταί τις νὰ θεωρήσῃ τὸν γράφοντα ἱστορίαν ὅμοιον πρὸς τὸν Φειδίαν, τὸν Πραξιτέλην ἢ τὸν Ἀλκαμένην ἢ ἄλλον οἱονδήποτε γλύπτην. Διότι οὔτε αὐτοὶ κατεσκεύαζον τὸν χρυσόν, τὸν ἄργυρον καὶ τὸν ἐλέφαντα ἢ τὰ ἄλλα ὑλικὰ τὰ ὁποῖα μετεχειρίζοντο. Ἀλλ᾽ ἡ ὕλη ὑπῆρχε, τὴν ἐπρομήθευσαν δὲ εἰς αὐτοὺς οἱ Ἠλεῖοι, οἱ Ἀθηναῖοι ἢ οἱ Ἀργεῖοι καὶ αὐτοὶ μόνον τὴν διέπλασαν, ἐπριόνισαν τὸν ἐλέφαντα, ἔξυσαν, συνεκόλλησαν, ἐρρύθμισαν καὶ ἐκόσμησαν διὰ χρυσοῦ, ἡ τέχνη των δὲ ἦτο νὰ συναρμόσουν καταλλήλως τὰ ὑλικά.
Τοιοῦτο δή τι καὶ τὸ τοῦ συγγραφέως ἔργον, εἰς καλὸν διαθέσθαι τὰ πεπραγμένα [63] καὶ εἰς δύναμιν ἐναργέστατα ἐπιδεῖξαι αὐτά. Καὶ ὅταν τις ἀκροώμενος οἴηται μετὰ ταῦτα ὁρᾶν τὰ λεγόμενα καὶ μετὰ τοῦτο ἐπαινῇ, τότε δὴ τότε ἀπηκρίβωται καὶ τὸν οἰκεῖον ἔπαινον ἀπείληφε τὸ ἔργον τῷ τῆς ἱστορίας Φειδίᾳ.      Τοιοῦτον περίπου εἶνε καὶ τὸ ἔργον τοῦ συγγραφέως, νὰ κατατάξῃ καλῶς τὰ γενόμενα καὶ νὰ τὰ παρουσιάσῃ εἰς ὅλην αὐτῶν τὴν δύναμιν καὶ τὴν ἐνάργειαν. Ὅταν δὲ ἔπειτα ὅσοι τὰ ἀναγινώσκουν νομίζουν ὅτι τὰ βλέπουν καὶ ἐπαινοῦν τήν διήγησιν, τοῦτο θὰ εἶνε ἀπόδειξις ὅτι τὸ ἔργον ἔγινε καλῶς καὶ ἀκριβῶς καὶ ὅτι δικαίως ἐπαινεῖται δι᾽ αὐτὸ ὁ Φειδίας τῆς ἱστορίας.
   
52. Πάντων δὲ ἤδη παρεσκευασμένων, καὶ ἀπροοιμίαστον μέν ποτε ποιήσεται τὴν ἀρχήν, ὁπόταν μὴ πάνυ κατεπείγῃ τὸ πρᾶγμα προδιοικήσασθαι τι ἐν τῷ προοιμίῳ· δυνάμει δὲ καὶ τότε φροιμίῳ χρήσεται τῷ ἀποσαφοῦντι περὶ τῶν λεκτέων. 53. Ὁπόταν δὲ καὶ φροιμιάζηται, ἀπὸ δυοῖν μόνον ἄρξεται, οὐχ ὥσπερ οἱ ῥήτορες ἀπὸ τριῶν, ἀλλὰ τὸ τῆς εὐνοίας παρεὶς προσοχὴν καὶ εὐμάθειαν εὐπορήσει τοῖς ἀκούουσι. Προσέξουσι μὲν γὰρ αὐτῷ, ἢν δείξῃ ὡς περὶ μεγάλων ἢ ἀναγκαίων ἢ οἰκείων ἢ χρησίμων ἐρεῖ· εὐμαθῆ δὲ καὶ σαφῆ τὰ ὕστερον ποιήσει, τὰς αἰτίας προεκτιθέμενος καὶ περιορίζων τὰ κεφάλαια τῶν γεγενημένων.   52. Ἀφοῦ δὲ ὅλα ἑτοιμασθοῦν, ὁ συγγραφεὺς δύναται ν᾽ ἀρχίσῃ καὶ χωρὶς προοίμιον, ὅταν δὲν ὑπάρχῃ μεγάλη ἀνάγκη νὰ διασαφήσῃ τι εἰς τὴν εἰσαγωγήν· καὶ τότε δὲ τὸ προοίμιον θὰ περιορισθῇ εἰς τὴν διασάφησιν τῶν ἱστορηθησομένων. 53. Ἐν γένει δέ, ὅταν ἀρχίζῃ μὲ προοίμιον, πρέπει νάρχίζῃ μὲ δύο ἐπικλήσεις καὶ ὄχι μὲ τρεῖς, ὅπως οἱ ρήτορες· παραλείπων τὴν εὐμένειαν, θὰ ζητήσῃ τὴν προσοχὴν καὶ τὸ ἐνδιαφέρον τῶν ἀναγνωστῶν· διότι θὰ προσέξουν εἰς αὐτόν, ἐὰν δείξῃ ὅτι θὰ πραγματευθῇ περὶ σπουδαίων ἢ ἀναγκαίων, ἐνδιαφερόντων καὶ χρησίμων· θὰ καταστήσῃ δὲ εὐνόητα καὶ σαφῆ τὰ κατόπιν, ἐὰν ἐκθέσῃ κατ᾽ ἀρχὰς τὰ αἴτια καὶ συγκεφαλαιώσῃ τὰ γενόμενα.
   
54. [64] Τοιούτοις προοιμίοις οἱ ἄριστοι τῶν συγγραφέων ἐχρήσαντο, Ἡρόδοτος μέν, ὡς μὴ τὰ γενόμενα ἐξίτηλα τῷ χρόνῳ γένηται, μεγάλα καὶ θαυμαστὰ ὄντα, καὶ ταῦτα νίκας Ἑλληνικὰς δηλοῦντα καὶ ἥττας βαρβαρικάς· Θουκυδίδης δέ, μέγαν τε καὶ αὐτὸς ἐλπίσας ἔσεσθαι καὶ ἀξιολογώτατον καὶ μείζω τῶν προγεγενημένων ἐκεῖνον τὸν πόλεμον· καὶ γὰρ παθήματα ἐν αὐτῷ μεγάλα ξυνέβη γενέσθαι. 55. Μετὰ δὲ τὸ προοίμιον, ἀνάλογον τοῖς πράγμασιν ἢ μηκυνόμενον ἤ βραχυνόμενον, εὐαφὴς καὶ εὐάγωγος ἔστω ἡ ἐπὶ τὴν διήγησιν μετάβασις· ἅπαν γὰρ ἀτεχνῶς τὸ λοιπὸν σῶμα τῆς ἱστορίας διήγησις μακρά ἐστιν· ὥστε ταῖς τῆς διηγήσεως ἀρεταῖς κατακεκοσμήσθω, λείως τε καὶ ὁμαλῶς προϊοῦσα καὶ αὐτὴ ὁμοίως, ὥστε μὴ προὔχειν μηδὲ κοιλαίνεσθαι· ἔπειτα τὸ σαφὲς ἐπανθείτω, τῇ τε λέξει, ὡς ἔφην, μεμηχανημένον καὶ τῇ συμπεριπλοκῇ τῶν πραγμάτων, ἀπόλυτα γὰρ καὶ ἐντελῆ πάντα ποιήσει, καὶ τὸ πρῶτον ἐξεργασάμενος ἐπάξει τὸ δεύτερον ἐχόμενον αὐτοῦ καὶ ἁλύσεως τρόπον συνηρμοσμένον, ὡς μὴ διακεκόφθαι μηδὲ διηγήσεις πολλὰς εἶναι ἀλλήλαις παρακειμένας, ἀλλ᾽ ἀεὶ τὸ πρῶτον τῷ δευτέρῳ μὴ γειτνιᾶν μόνον, ἀλλὰ καὶ κοινωνεῖν καὶ ἀνακεκρᾶσθαι κατὰ τὰ ἄκρα.   54. Τοιαῦτα προοίμια μετεχειρίσθησαν οἱ ἄριστοι τών ἱστορικων. Ὁ μὲν Ἡρόδοτος λέγει ὅτι ἔγραψε, διὰ νὰ μή ἐξαλειφθῶσιν ὑπὸ τοῦ χρόνου γεγονότα μεγάλα καὶ θαυμαστὰ καὶ μάλιστα ἀφοῦ ἦσαν νῖκαι τών Ἑλλήνων καὶ ἦτται τῶν βαρβάρων· ὁ δὲ Θουκυδίδης, ἐπειδὴ καὶ αὐτὸς ἤλπισεν ὅτι ὁ πόλεμος ἐκεῖνος θὰ ἦτο μέγας, σπουδαιότερος καὶ διαρκέστερος τῶν προηγουμένων, διότι συνέβησαν κατ᾽ αὐτὸν μεγάλαι συμφοραί. 55. Μετὰ δὲ τὸ προοίμιον, τὸ ὁποῖον ἀναλόγως τῶν πραγμάτων γίνεται μακρὸν ἢ συντομεύεται, ἡ μετάβασις εἰς τὴν διήγησιν γίνεται φυσικὴ καὶ ἀβίαστος. Ἐπειδὴ δὲ ὁλόκληρον τὸ λοιπὸν σῶμα τῆς ἱστορίας εἶνε μακρὰ διήγησις, πρέπει νὰ στολισθῇ μὲ ὅλας τὰς ἀρετὰς τῆς διηγήσεως, νὰ προχωρῇ μὲ λειότητα καὶ ὁμαλότητα καὶ νὰ μὴ μεταβάλῃ ὕφος, ὥστε οὔτε προεξοχὰς νὰ παρουσιάζῃ, οὔτε κοιλότητας. Ἔπειτα ἡ σαφήνεια νὰ ἐπανθῇ εἰς ὅλα, προσηρμοσμένῃ καὶ εἰς τὴν φράσιν, ὡς εἶπα, καὶ εἰς τὴν πλοκὴν τῶν γεγονότων. Διότι ὁ συγγραφεὺς θὰ περιγράψῃ πάντα τὰ γεγονότα καθ᾽ ἑαυτὰ καὶ ἐντελῆ· ἀφοῦ δ᾽ ἐπεξεργασθῇ τὸ πρῶτον, θὰ προσθέσῃ τὸ δεύτερον, συνδεδεμένον πρὸς τὸ προηγούμενον καὶ ὡς ἅλυσιν ἀποτελοῦν μετ᾽ αὐτοῦ, οὕτως ὥστε νὰ μὴ διακόπτεται τὸ νῆμα, οὔτε διηγήσεις πολλαὶ νὰ εἶνε προστεθειμέναι αἱ μὲν ἐπὶ τῶν δέ, ἀλλὰ πάντοτε τὸ πρῶτον μὲ τὸ δεύτερον νὰ μὴ γειτονεύουν μόνον, ἀλλὰ καὶ νὰ συγκοινωνοῦν καὶ ἀναμιγνύωνται κατὰ τὰ ἄκρα.
   
56. [65] Τάχος ἐπὶ πᾶσι χρήσιμον, καὶ μάλιστα εἰ μὴ ἀπορία τῶν λεκτέων εἴη· καὶ τοῦτο πορίζεσθαι χρὴ μὴ τοσοῦτον ἀπὸ τῶν ὀνομάτων ἢ ῥημάτων, ὅσον ἀπὸ τῶν πραγμάτων λέγω δέ, εἰ παραθέοις μὲν τὰ μικρὰ καὶ ἧττον ἀναγκαῖα, λέγοις δὲ ἱκανῶς τὰ μεγάλα· μᾶλλον δὲ καὶ παραλειπτέον πολλά, οὐδὲ γὰρ ἢν ἑστιᾷς τοὺς φίλουςκαὶ πάντα ᾖ παρεσκευασμένα, διὰ τοῦτο ἐν μέσοις τοῖς πέμμασι καὶ τοῖς ὀρνέοις καὶ λοπάσι τοσαύταις καὶ συσὶν ἀγρίοις καὶ λαγωοῖς καὶ ὑπογαστρίοις καὶ σαπέρδην ἐνθήσεις καὶ ἔτνος, ὅτι κἀκεῖνο παρεσκεύαστο, ἀμελήσεις δὲ τῶν εὐτελεστέρων.   56. Ἡ συντομία εἶνε εἰς ὅλα χρήσιμος καὶ μάλιστα ὅταν ὁ συγγραφεὺς ἔχῃ νὰ διηγηθῇ πολλά. Ἀλλ᾽ ἡ συντομία δὲν πρέπει νὰ ἐφαρμόζεται τόσον εἰς τὰς λέξεις καὶ τὰς φράσεις, ὅσον εἰς τὰ πράγματα. Ἐννοῶ νὰ παρατρέχῃς τὰ μικρὰ καὶ ἐπουσιώδη καὶ νὰ γράφῃς ἀρκετὰ περὶ τῶν σπουδαίων· ἀλλὰ μᾶλλον πρέπει νὰ παραλείπῃς πολλά. Διότι, ἄν δίδῃς γεῦμα εἰς τοὐς φίλους σου καὶ εἶνε τὰ πάντα ἕτοιμα, δὲν θὰ παραθέσῃς εἰς τὸ μέσον τῶν γλυκισμάτων, τῶν ἀγριοχοίρων, τῶν λαγῶν, τῶν ὑπογαστρίων τοῦ θύννου καὶ τῶν σαρδελλῶν, πινάκιον φάβας, διότι καὶ τοῦτο ἔτυχε νὰ ἔχῃ παρασκευσθῇ, ἀλλὰ θὰ παραλείψῃς τὰ εὐτελέστερα.
   
57. Μάλιστα δὲ σωφρονητέον ἐν ταῖς τῶν ὀρῶν ἢ τειχῶν ἢ ποταμῶν ἑρμηνείαις, ὡς μὴ δύναμιν λόγων ἀπειροκάλως παρεπιδείκνυσθαι δοκοίης καὶ τὸ σαυτοῦ δρᾶν παρεὶς τὴν ἱστορίαν, ἀλλ᾽ ὀλίγον προσαψάμενος, τοῦ χρησίμου καὶ σαφοῦς ἕνεκα, μεταβήσῃ ἐκφυγὼν τὸν ἰξὸν τὸν ἐν τῷ πράγματι καὶ τὴν τοιαύτην ἅπασαν λιχνείαν, οἷον ὁραῖς καὶ Ὅμηρος ὁ μεγαλόφρων ποιεῖ· καίτοι ποιητὴς ὢν παραθεῖ τὸν Τάνταλον καὶ τὸν Ἰξίονα καὶ τὸν Τιτυὸν καὶ τοὺς ἄλλους, εἰ δὲ Παρθένιος ἢ Εὐφορίων ἢ Καλλίμαχος ἔλεγε, [66] πόσοις ἂν οἴει ἔπεσι τὸ ὕδωρ ἄχρι πρὸς τὸ χεῖλος τοῦ Ταντάλου ἤγαγεν; εἶτα πόσοις ἂν Ἰξίονα ἐκύλισε; μᾶλλον δὲ ὁ Θουκυδίδης αὐτὸς ὀλίγα τῷ τοιούτῳ εἴδει τοῦ λόγου χρησάμενος σκέψαι ὅπως εὐθὺς ἀφίσταται ἢ μηχάνημα ἑρμηνεύσας ἢ πολιορκίας σχῆμα δηλώσας, ἀναγκαῖον καὶ χρειῶδες ὄν, ἢ Ἐπιπολῶν σχῆμα ἢ Συρακουσίων λιμένα · ὅταν μὲν γὰρ τὸν λοιμὸν διηγῆται καὶ μακρὸς εἶναι δοκῇ, σὺ τὰ πράγματα ἐννόησαν· εἴσῃ γὰρ οὕτω τὸ τάχος καὶ ὡς φεύγοντας ὅμως ἐπιλαμβάνεται αὐτοῦ τὰ γεγενημένα πολλὰ ὄντα.   57. Πρὸ πάντων δὲ πρέπει νὰ προσέχῃς εἰς τὰς περιγραφὰς ὀρέων ἢ τειχῶν ἢ ποταμῶν, διὰ νὰ μὴ φαίνεσαι ὅτι ἐπιδεικνύεις ματαίαν τέχνην καὶ φροντίζεις διὰ τῆς ματαιοδοξίας σου ἐπὶ ζημία τῆς ἱστορίας· ἀλλὰ μόλις θίγων τὰ ἀντικείμενα ταῦτα, καὶ τοῦτο διὰ χρησιμότητα καὶ σαφήνειαν, νὰ προχωρῇς εἰς τὸ κύριον θέμα, διαφεύγων τοὺς πειρασμοὺς τῶν τοιούτου εἴδους περιγραφῶν, ὅπως βλέπεις, ὅτι κάνει καὶ ὁ μεγαλόφρων Ὅμηρος. Καίτοι ποιητής, παρατρέχει τὸν Τάνταλον καὶ τὸν Ἰξίονα καὶ τὸν Τιτυὸν καὶ τοὐς ἄλλους· ἐὰν δὲ ἔγραφε περὶ αὐτῶν ὁ Παρθένιος ἢ ὁ Εὐφορίων ἢ ὁ Καλλίμαχος. πόσους νομίζεις στίχους θὰ ἐχρειάζοντο, διὰ νὰ φέρουν τὸ νερὸν μέχρι τοῦ χείλους τοῦ Ταντάλου; καὶ πόσους, διὰ νὰ μᾶς περιγράψουν τὸν Ἰξίονα περιστρεφόμενον; Ὁ δὲ Θουκυδίδης ἔτι ὀλιγώτερον μετεχειρίσθη τὸ εἶδος τοῦτο τῶν περιγραφῶν καὶ δύνασαι νὰ παρατηρήσῃς μὲ ποίαν βραχυλογίαν διέρχεται, ὅταν περιγράφει μηχάνημα ἤ ὅταν δίδῃ τὸ σχέδιον πολιορκίας, τὸ ὁποῖον εἶνε ἀναγκαῖον καὶ χρήσιμον εἰς τὴν διήγησιν, ἢ περιγράφῃ τὸ σχῆμα τῶν Ἐπιπολῶν ἢ τὸν λιμένα τῶν Συρακουσῶν. Ἀλλὰ καὶ ὅταν διηγῆται τὸν λοιμὸν καὶ φαίνεται ὅτι μακρηγορεῖ, δύνασαι νὰ ἐννοήσῃς ὅτι τρέχει μὲν πάλιν καὶ σπεύδει, ἀλλὰ τὰ γεγονότα τὸν ἀναχαιτίζουν, καθότι εἶνε πολλά.
   
58. Ἢν δὲ ποτε καὶ λόγους ἐροῦντα τινα δεήσῃ εἰσάγειν, μάλιστα μὲν ἐοικότα τῷ προσώπῳ καὶ τῷ πράγματι οἰκεῖα λεγέσθω, ἔπειτα ὡς σαφέστατα καὶ ταῦτα. Πλὴν ἐφεῖταί σοι τότε καὶ ῥητορεῦσαι καὶ ἐπιδεῖξαι τὴν τῶν λόγων δεινότητα.   58. Εὰν δέ ποτε παραστῇ ἀνάγκη καὶ νὰ εἰσαγάγῃς εἰς τήν διήγησιν κανένα ὅστις νὰ ἐκφωνήσῃ λόγον, φρόντισε πρὸ πάντων ὥστε τὰ λεγόμενα ν᾽ ἁρμόζουν εἰς τὸ πρόσωπον καὶ τα πράγματα, νὰ ἐκφράζεσαι δὲ μὲ πᾶσαν δυνατὴν σαφήνειαν· μόνον ὑπὸ τοιούτους ὅρους σοῦ ἐπιτρέπεται νὰ ρητορεύσῃς καὶ ἐπιδείξῃς τὴν δεινότητά σου εἰς τὸ λέγειν.
   
59. Ἔπαινοι μὲν γὰρ ἢ ψόγοι πάνυ πεφεισμένοι καὶ περιεσκεμμένοι [67] καὶ ἀσυκοφάντητοι καὶ μετὰ ἀποδείξεων καὶ ταχεῖς καὶ μὴ ἄκαιροι, ἐπεὶ ἔξω τοῦ δικαστηρίου ἐκεῖνοί εἰσι, καὶ τὴν αὐτὴν Θεοπόμπω αἰτίαν ἕξεις φιλαπεχθημόνως κατηγοροῦντι τῶν πλείστων καὶ διατριβὴν ποιουμένῳ τὸ πρᾶγμα, ὡς κατηγορεῖν μᾶλλον ἢ ἱστορεῖν τὰ πεπραγμένα.   59. Οἱ ἔπαινοι καὶ αἱ κατακρίσεις νὰ εἶνε πολὺ μετρημένοι καὶ μὲ περίσκεψιν, ἀπηλλαγμένοι συκοφαντίας καὶ συνοδευόμενοι ὑπὸ ἀποδείξεων, σύντομοι καὶ ἐπίκαιροι, ἀφοῦ ἡ κρίσις δὲν γίνεται ἐνώπιον δικαστηρίου· ἄλλως θὰ κατηγορηθῇς ὅπως ὁ Θεόπομπος, ὅστις ἐκ φυσικῆς κλίσεως πρὸς τὸ μῖσος κατέκρινε τοὺς πλείστους καὶ εἶχε κάμει ἔργον το πρᾶγμα, ὅτι γράφει μᾶλλον κατηγορητήριον παρὰ ἱστορίαν.
   
60. Καὶ μὴν καὶ μῦθος εἴ τις παρεμπέσοι, λεκτέος μέν, οὐ μὴν πιστωτέος πάντως, ἀλλ᾽ ἐν μέσῳ θετέος τοῖς ὅπως ἂν ἐθέλωσιν εἰκάσουσι περὶ αὐτοῦ· σὺ δ᾽ ἀκίνδυνος καὶ πρὸς οὐδέτερον ἐπιρρεπέστερος.   60. Ἐὰν δὲ εἰς τὴν ρύμην τῆς διηγήσεως τύχῃ καὶ κανεὶς μῦθος, δύνασαι νὰ τὸν ἀναφέρῃς, χωρὶς ὅμως νὰ τὸν βεβαιώνῃς, ἀλλ᾽ ἁπλῶς νὰ τὸν παραθέτῃς, ἀφήνων τοὺς ἀναγνώστας νὰ σχηματίσουν περὶ αὐτοῦ οἱανδήποτε θέλουν γνώμην· καὶ οὕτω μὴ ἀποκλίνων πρὸς μίαν ἢ πρὸς ἄλλην ἀντίθετον δὲν θὰ ἔχῃς τίποτε νὰ φοβηθῇς.
   
61. Τὸ δ᾽ ὅλον ἐκείνου μοι μέμνησο — πολλάκις γὰρ τοῦτο ἐρῶ — καὶ μὴ πρὸς τὸ παρὸν μόνον ὁρῶν γράφε, ὡς οἱ νῦν ἐπαινέσονταί σε καὶ τιμήσουσιν, ἀλλὰ τοῦ σύμπαντος αἰῶνος ἐστοχασμένος πρὸς τοὺς ἔπειτα μᾶλλον σύγγραφε [68] καὶ παρ᾽ ἐκείνων ἀπαίτει τὸν μισθὸν τῆς γραφῆς, ὡς λέγηται καὶ περὶ σοῦ· “ἐκεῖνος μέντοι ἐλεύθερος ἀνὴρ ἦν καὶ παρρησίας μεστός, οὐδὲν οὔτε κολακευτικὸν οὔτε δουλοπρεπές, ἀλλ᾽ ἀλήθεια ἐπὶ πᾶσι.” Τοῦτ᾽, εἰ σωφρονοίη τις, ὑπὲρ πάσας τὰς νῦν ἐλπίδας θεῖτο ἄν, οὕτως ὀλιγοχρονίους οὔσας. 62. Ὁρᾷς τὸν Κνίδιον ἐκεῖνον ἀρχιτέκτονα, οἷον ἐποίησεν;    61. Ἐν γένει τοῦτο σοῦ συνιστῶ νὰ ἐνθυμῆσαι -- καὶ θὰ σοῦ τὸ ἐπαναλάβω πολλάκις— ὅτι γράφων δὲν πρέπει μόνον νὰ ὑπολογίζῃς εἰς τὸ παρόν, δηλαδή πώς νὰ ἐπαινεθῇς καὶ τιμηθῇς ὑπὸ τῶν συγχρόνων σου, ἀλλ᾽ ἀποβλέπων εἰς τὸ παντοτεινόν, γράφε μᾶλλον διὰ τὰς ἐπερχομένας γενεὰς καὶ παρ᾽ ἐκείνων νὰ προσδοκᾷς τὴν ἀμοιβήν του ἔργου σου, διὰ νὰ λέγουν καὶ περὶ σοῦ· “ἐκεῖνος ἦτο ἐλεύθερος ἄνθρωπος καὶ πλήρης παρρησίας, καὶ οὐδὲν ἔγραψε κολακευτικόν, οὔτε δουλοπρεπές, ἀλλ᾽ εἰς ὅλα του διαλάμπει ἡ ἀλήθεια”. Τοῦτο πᾶς σωφρονῶν πρέπει νὰ θεωρῇ προτιμώτερον ἀπὸ ὅλους τοὺς ἐπαίνους τῆς ἐποχῆς του, οἵτινες τόσον ὀλίγον διαρκοῦν. 62. Γνωρίζεις τὴν ἱστορίαν τοῦ Κνιδίου ἀρχιτέκτονος καὶ ἐκεῖνο τὸ ὁποῖον ἔπραξε διὰ τὴν ὑστεροφημίαν του;
οἰκοδομήσας γὰρ τὸν ἐπὶ τῇ Φάρῳ πύργον, μέγιστον καὶ κάλλιστον ἔργων ἁπάντων, ὡς πυρσεύοιτο ἀπ᾽ αὐτοῦ τοῖς ναυτιλλομένοις ἐπὶ πολὺ τῆς θαλάττης καὶ μὴ καταφέροιντο εἰς τὴν Παραιτονίαν, παγχάλεπον, ὥς φασιν, οὔσαν καὶ ἄφυκτον, εἴ τις ἐμπέσοι εἰς τὰ ἕρματα· οἰκοδομήσας οὖν αὐτὸ τὸ ἔργον ἔνδοθεν μὲν κατὰ τῶν λίθων τὸ αὐτοῦ ὄνομα ἔγραψεν, ἐπιχρίσας δὲ τιτάνῳ καὶ ἐπικαλύψας ἐπέγραψε τοὔνομα τοῦ τότε βασιλεύοντος, [69] εἰδώς, ὅπερ καὶ ἐγένετο, πάνυ ὀλίγου χρόνου συνεκπεσούμενα μὲν τῷ χρίσματι τὰ γράμματα, ἐκφανησόμενον δέ, “Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωϊζομένων.” Οὕτως οὐδ᾽ ἐκεῖνος ἐς τὸν τότε καιρὸν οὐδὲ τὸν αὐτοῦ βίον τὸν ὀλίγου ἑώρα, ἀλλ᾽ εἰς τὸν νῦν καὶ τὸν ἀεί, ἄχρι ἂν ἑστήκῃ ὁ πύργος καὶ μένῃ αὐτοῦ ἡ τέχνη. Αὐτὸς ἔκτισε τὸν ἐπὶ τοῦ Φάρου πύργον, ἔργον ἐκ τῶν μεγίστων καὶ ὡραιοτέρων, διὰ νὰ ὁδηγῇ μὲ τὴν λάμψιν του ἀπὸ μακρὰν τοὺς ναυτικούς, ὥστε νὰ μὴ ἐξοκέλλουν εἰς τὴν Παραιτονίαν ἀκτήν, ἥτις εἶνε λίαν ἐπικίνδυνος, ὡς λέγεται, διὰ τὰς ὑφάλους της. Ἀφοῦ δὲ ὁ πύργος ἐπερατώθη, ἐχάραξεν ἐπὶ τῶν πετρῶν τὸ ὄνομά του, ἐπιχρίσας δὲ καὶ καλύψας τὴν ἐπιγραφὴν μὲ γύψον ἐπέγραψε τὸ ὄνομα τοῦ τότε βασιλεύοντος, σκεπτόμενος, ὅπως καὶ ἔγινεν, ὅτι ἐντὸς πολὺ ὀλίγου χρόνου θὰ πέσουν τὰ γράμματα ὁμοῦ μὲ τὸ ἐπίχρισμα, θὰ ἐμφανισθῇ δὲ ἐκεῖνο τὸ ὁποῖον εἶχε χαράξει ἐπὶ τῶν πετρῶν· “Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν, ὑπὲρ τῶν πλωϊζομένων”. Βλέπεις ὅτι καὶ ἐκεῖνος δὲν ἀπέβλεπεν εἰς τήν τότε ἐποχήν, οὔτε εἰς τὴν ἐφήμερον ζωήν του, ἀλλ᾽ εἰς τοὺς αἰῶνας, ἕως ὅτου θὰ ἔμενεν ὅρθιος ὁ πύργος του καὶ θὰ διετηρεῖτο ἡ τέχνη του.
   
63. Χρὴ τοίνυν καὶ τὴν ἱστορίαν οὕτω γράφεσθαι σὺν τῷ ἀληθεῖ μᾶλλον πρὸς τὴν μέλλουσαν ἐλπίδα ἤπερ σὺν κολακείαι πρὸς τὸ ἡδὺ τοῖς νῦν ἐπαινουμένοις. Οὗτός σοι κανὼν καὶ στάθμη ἱστορίας δικαίας. Καὶ εἰ μὲν σταθμήσονταί τινες αὐτῇ, εὖ ἂν ἔχοι καὶ εἰς δέον ἡμῖν γέγραπται, εἰ δὲ μή, κεκύλισται ὁ πίθος ἐν Κρανείῳ.   63. Καὶ ἡ ἱστορία λοιπὸν οὕτω πρέπει νὰ γράφεται, μᾶλλον μὲ τήν ἀλήθειαν, διὰ νἀρέσῃ εἰς τοὺς μεταγενεστέρους, παρὰ μἐ κολακείαν, διὰ νὰ εἶνε εὐχάριστος εἰς τοὺς τώρα ἐπαινουμένους. Τοῦτο νὰ ἔχῃς ὡς κανόνα καὶ στάθμην τῆς ἱστορίας· καὶ ἂν μὲν συμμορφωθοῦν τινες πρὸς τὸν κανόνα τοῦτον, ἔχει καλῶς καὶ δὲν ἐκοπίασα εἰς μάτην, διὰ νὰ γράψω τἀνωτέρω· ἄλλως ἐκύλισα καὶ ἐγώ τὸν πίθον εἰς τὸ Κράνειον.

 
 
 

28. Παρθένιος, Εὐφορίων, Καλλίμαχος: Ποιηταὶ τῶν Ἀλεξανδρινῶν καὶ Ρωμαϊκῶν χρόνων.

29.Θεόπομπος ὁ Χῖος, σύγχρονος τοῦ Ἰσοκράτους καὶ εἷς τῶν περιφανεστέρων μαθητῶν αὐτοῦ. Ἡ ἱστορία του περιελάμβανε τὴν συνέχειαν τοῦ Πελοποννησιακοῦ πολέμου καὶ τὰ μέχρι τοῦ Φιλίππου γεγονότα καὶ διηρεῖτο εἰς 58 βιβλία, ἐξ ὧν οὐδὲν διεσώθη. Φαίνεται ὅτι ἡ περὶ αὐτῆς κρίσις τοῦ Λουκιανοῦ εἶνε καθ᾽ ὑπερβολὴν αὐστηρά. Τοὐλάχιστον Διονύσιος ὁ Ἀλικαρνασσεὺς τὴν ἐπαινεῖ πολὺ καὶ δι᾽ ἄλλας ἀρετὰς καὶ διὰ τὴν ἀκρίβειαν καὶ φιλαλήθειαν.
 


 
 
<<<
[ Αρχή Σελίδας ]
 

 
 

Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Δεκέμβριος 2000