<< Ραψωδία π [ Εἰσαγωγή ] Ραψωδία σ >>

Ὁμήρου Ὀδύσσεια

Ραψωδία ρ
Τηλεμάχου ἐπάνοδος πρὸς Ἰθάκην.

Μετάφραση Ἀργύρη Ἐφταλιώτη

  ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο,
εἵλετο δ᾽ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει,
Ἔφεξ' ἡ ροδοδάχτυλη τῆς νύχτας κόρη Αὐγούλα,
κι ὁ πολυαγαπημένος γιὸς τοῦ θεϊκοῦ Ὀδυσσέα
τὰ θεόμορφά του σάνταλα στὰ πόδια του ἀποδένει,
καὶ στὴν παλάμη παίρνοντας τὸ δυνατὸ κοντάρι
5 ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· στὴ χώρα γιὰ νὰ κατεβῆ, λέει τοῦ χοιροβοσκοῦ του·
  "ἄττ᾽, ἦ τοι μὲν ἐγὼν εἶμ᾽ ἐς πόλιν, ὄφρα με μήτηρ
ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω
κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος,
πρίν γ᾽ αὐτόν με ἴδηται· ἀτὰρ σοί γ᾽ ὧδ᾽ ἐπιτέλλω.
     “Στὴ χώρα πάω, κυρούλη μου, γιὰ νὰ μὲ δῆ ἡ μανούλα,
τὶ δὲ θὰ πάψη νὰ θρηνῆ καὶ νὰ μοιρολογιέται
ἂ δὲ μὲ δῆ τὸν ἴδιο μου· καί, νὰ τί σοῦ προστάζω·
10 τὸν ξεῖνον δύστηνον ἄγ᾽ ἐς πόλιν, ὄφρ᾽ ἂν ἐκεῖθι
δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κ᾽ ἐθέλῃσι
πύρνον καὶ κοτύλην· ἐμὲ δ᾽ οὔ πως ἔστιν ἅπαντας
ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ·
ὁ ξεῖνος δ᾽ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ
τὸν ξένο αὐτὸ τὸν ἄμοιρο φέρ' τον νὰ διακονεύη
στὴ χώρα· κι ὅποιος θέλει ἐκεῖ καρβέλι καὶ κανάτα
τοῦ δίνει· ἐγὼ δὲ δύνεμαι, μέσα στὰ πάθια ἐδαῦτα
ποὺ ἔχει ἡ ψυχή μου, πόρεψη τοῦ καθενὸς νὰ δίνω.
Κι ὁ ξένος πάλε ἂν πειραχτῆ χειρότερο θὰ τοῦ 'βγη.
15 ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλ᾽ ἀληθέα μυθήσασθαι." Ἀλήθειες ξάστερες ἐγὼ πάντα νὰ λέω μ' ἀρέσει.”
  τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω·
πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατ᾽ ἀγροὺς
δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κ᾽ ἐθέλῃσιν.
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος ἀπάντησέ του κι εἶπε·
“Φίλε μου, ἐδῶ δὲν ἤθελα κι ἐγὼ νὰ μὲ κρατήσουν.
Κάλλιο στὴ χώρα ἡ διακονιά, παρὰ μὲς στὰ χωράφια·
πάντα θὰ δώση ἐκεῖ μικρὴ βοήθεια ὅποιος θελήση.
20 οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί,
ὥστ᾽ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι.
ἀλλ᾽ ἔρχευ· ἐμὲ δ᾽ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις,
αὐτίκ᾽ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται.
αἰνῶς γὰρ τάδε εἵματ᾽ ἔχω κακά· μή με δαμάσσῃ
Δὲν εἶναι πιὰ τὰ χρόνια μου στὶς μάντρες γιὰ νὰ μνήσκω,
καὶ προσταγὲς τοῦ ἀφέντη μου σὲ καθετὶς ν' ἀκούγω.
Μόν' ἄμε ἐσὺ, κι ὁ ἄνθρωπος ποὺ πρόσταξες μὲ φέρνει,
σὰ ζεσταθῶ μὲ τὴ φωτιά, καὶ σφίξη τὸ λιοπύρι.
Κουρέλια 'ναι τὰ ροῦχα μου, καὶ τῆς αὐγῆς ἡ πάχνη
25 στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτ᾽ εἶναι." θὰ μὲ παγώση· κι εἴπατε πὼς εἶναι ἀλάργα ἡ χώρα.”
  ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει,
κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκανε δόμους εὖ ναιετάοντας,
ἔγχος μέν ῥ᾽ ἔστησε φέρων πρὸς κίονα μακρήν,
     Καὶ τράβηξε ὁ Τηλέμαχος ὁλόγοργ' ἀπ' τὴ στάνη,
γιὰ τοὺς μνηστῆρες χαλασμὸ στὸ νοῦ του μελετώντας.
Καὶ κάτου στὸ λαμπρόχτιστο σὰν ἔφτασε παλάτι,
στὸ μακρὺ στύλο ἀκούμπησε τὸ σουβλερὸ κοντάρι,
30 αὐτὸς δ᾽ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. καὶ μπῆκε, τὸ κατώφλι του τὸ πέτρινο περνώντας.
  τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια,
κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι,
δακρύσασα δ᾽ ἔπειτ᾽ ἰθὺς κίεν· ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο,
     Τὸν εἶδε πρώτη καὶ καλὴ ἡ Εὐρύκλεια ἡ παραμάνα,
καθὼς ἀπίθωνε προβιὲς πὰς στὰ θρονιὰ τοῦ πύργου,
καὶ δακρυσμένη ζύγωσε· ὁλόγυρά του κι οἱ ἄλλες
οἱ δοῦλες μαζωχτήκανε τοῦ ἀδάμαστου Ὀδυσσέα,
35 καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. καὶ τὸν γλυκοφιλούσανε στὴν κεφαλή, στοὺς ὤμους.
  ἡ δ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ,
ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα,
κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά,
     Κι ἡ φρόνιμη ἀπ' τὸ θάλαμο προβάλλει ἡ Πηνελόπη,
σὰν Ἄρτεμη πανόμορφη, καὶ σὰ χρυσή Ἀφροδίτη·
μὲ δάκρυα τὸ μονάκριβο παιδί της ἀγκαλιάζει,
φιλώντας τὸ κεφάλι του καὶ τὰ λαμπρά του μάτια,
40 καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· καὶ μὲ κλαψιάρικη φωνὴ τοῦ μίλησε καῖ τοῦ εἶπε·
  "ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σ᾽ ἔτ᾽ ἐγώ γε
ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε
λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν.
ἀλλ᾽ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς."
     “Τηλέμαχε, γλυκό μου φῶς, ἦρθες, κι ἐγὼ δὲ θάρρουν
πὼς θὰ σὲ δῶ σὰν πρύμισες κρυφά μου κι ἄθελά μου
στὴν Πύλο, τοῦ πατέρα σου μαντάτα γιὰ ν' ἀκούσης.
Ὡς τόσο τώρα ὅσ' ἄκουσες κι ὅσα εἶδες, ἔλα πές μου.”
45 τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ
ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον·
ἀλλ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
εἰς ὑπερῷ᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
     Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπάντησέ της κι εἶπε
“Μὴφέρνης πόνου βούρκωμα μὲς στὴ καρδιά μου, ὦ μάνα,
τώρα ποὺ μόλις ξέφυγα κακὸ καὶ μαῦρο τέλος·
μόνε σὰ λούσης τὸ κορμί, καὶ καθαρὰ τὸ ντύσης,
ἀνέβαινε στ' ἀνώγι σου μὲ τὶς καλές σου βάγιες,
50 εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ.
αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω
ξεῖνον, ὅτις μοι κεῖθεν ἅμ᾽ ἕσπετο δεῦρο κιόντι.
τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι,
καὶ σ' ὅλους ἑκατοβοδιὲς τοὺς ἀθανάτους τάξε,
ἴσως κι ὁ Δίας γδίκιωση γιὰ χάρη μας τελέση.
Ἐγὼ θὰ πάω στὴν ἀγορά, τὸν ξένο νὰ καλέσω,
ποὺ ἦρθε ἀπ' τὴν Πύλο ἀντάμα μου, γιὰ ἐδῶ σὰν ξεκινοῦσα,
καὶ ποὺ μὲ τοὺς ὁμοιόθεους τὸν ἔστειλα συντρόφους
55 Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα
ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω."
στὸν Πείραιο, παραγγέλνοντας περίσσια νὰ τοῦ δείξη
τιμὴ μέσα στὸ σπίτι του κι ἀγάπη ὥσπου νὰ φτάσω.”
  ὣς ἄρ᾽ ἐφώνησεν, τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος.
ἡ δ᾽ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθ᾽ ἑλοῦσα,
εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας
     Αὐτὰ εἶπε· κι ἔμεινε ἄφτερος στὰ χείλη της ὁ λόγος·
καὶ τὸ κορμί σὰν ἔλουσε καὶ ντύθηκα καθάρια,
πῆγε, ἔταξε ἑκατοβοδιὲς στοὺς ἀθανάτους ὅλους,
60 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. ἴσως κι ὁ Δίας γδίκιωση γιὰ χάρη της τελέση.
  Τηλέμαχος δ᾽ ἄρ᾽ ἔπειτα διὲκ μεγάροιο βεβήκει
ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο.
θεσπεσίην δ᾽ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη·
τὸν δ᾽ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο.
     Βγῆκε ὕστερα ὁ Τηλέμαχος κρατώντας τὸ κοντάρι,
καὶ δυὸ γοργόποδα σκυλιὰ κατόπι ἀκολουθοῦσαν.
Μὲ χάρη τότε ἡ Ἀθηνᾶ θεϊκὴ τὸν περεχοῦσε,
κι ὅλος ὁ κόσμος θάμαζε θωρώντας του τὰ κάλλη.
65 ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο
ἔσθλ᾽ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον.
αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον,
ἀλλ᾽ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδ᾽ Ἁλιθέρσης,
οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι,
Τριγύρω του οἱ θεότολμοι μαζεύτηκαν μνηστῆρες,
μὲ ὄμορφα λόγια, καὶ κακοὺς σκοποὺς στὸ λογισμό τους.
Ὅμως αὐτὸς ἀπόφυγε τὸ πλῆθος τους, καὶ πῆγε
κάθισ' ἐκεῖ ποὺ ὁ Μέντορας, ὁ Ἄντιφος κι ὁ Ἀλιθέρσης·
παλιοί του φίλοι πατρικοὶ καθόντουσαν κι ἐκεῖνοι
70 ἔνθα καθέζετ᾽ ἰών· τοὶ δ᾽ ἐξερέεινον ἕκαστα.
τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν
ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδ᾽ ἄρ᾽ ἔτι δὴν
Τηλέμαχος ξείνοιο ἑκὰς τράπετ᾽, ἀλλὰ παρέστη.
τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε·
τόνε ρωτοῦσαν καθετίς. Κι ὁ Πείραιος, ὁ μεγάλος
κι ὁ ξακουστὸς κονταριστής, τὸν ξένο φέρνοντάς του,
ἀπὸ τὴ χώρα πέρασε, στὴν ἀγορὰ κατέβη,
καὶ ζύγωσε. Δὲ στάθηκε ὁ Τηλέμαχος μακριά τους,
μόνε τὸν ξένο σίμωσε. Κι ὁ Πείραιος τότες πρῶτος
75 "Τηλέμαχ᾽, αἶψ᾽ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας,
ὥς τοι δῶρ᾽ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε."
τοῦ μίλησε· “Τηλέμαχε, στεῖλε μου εὐτύς γυναῖκες
τὰ δῶρα ποὺ ὁ Μενέλαος σοῦ 'δωσε γιὰ νὰ πάρουν.”
  τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"Πείραι᾽, οὐ γάρ τ᾽ ἴδμεν ὅπως ἔσται τάδε ἔργα.
εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι
     Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπάντησέ του κι εἶπε·
“Ὦ Πείραιε, δὲ γνωρίζουμε πῶς ὅλ' αὐτὰ θὰ βγοῦνε.
Ἂν οἱ μνηστῆρες μυστικὰ στὸν πύργο μὲ σκοτώσουν,
80 λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται,
αὐτὸν ἔχοντά σε βούλομ᾽ ἐπαυρέμεν, ἤ τινα τῶνδε·
εἰ δέ κ᾽ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω,
δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων."
κι ὅλα κατόπι μοιραστοῦν τὰ πατρικά μου πλούτια,
κάλλιο ἔχε τα τὰ δῶρα ἐσὺ, παρ' ἀπ' αὐτοὺς κανένας·
ἂν πάλε ἐγὼ ξολοθρεμὸ καὶ θάνατο τοὺς δώσω,
τότες τὰ φέρνεις χαίροντας, καὶ χαίροντας τὰ παίρνω.”
  ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον.      Εἶπε, καὶ τὸν πολύπαθο ξένο ἔφερε στὸ σπίτι.
85 αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
ἐς δ᾽ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο.
τοὺς δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας,
Καὶ μέσα στὸ λαμπρόχτιστο σὰν ἔφτασαν παλάτι,
ἀπάνω σ' ἕδρες καὶ θρονιὰ τὶς χλαῖνες ἀποθέσαν,
καὶ μὲς σὲ γοῦρνες σκαλιστὲς καθίσαν καὶ λουστῆκαν.
Κι οἱ δοῦλες σὰν τοὺς ἔλουσαν κι ἀλεῖψαν τους μὲ λάδι,
καὶ τοὺς φορέσανε κρουστὲς χλαμύδες καὶ χιτῶνες,
90 ἔκ ῥ᾽ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον.
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος,
νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
ἀπ' τὰ λουτρά τους βγήκανε καὶ στὰ θρανιὰ καθίσαν.
Καὶ μπρίκι γιὰ τὸ νίψιμο τοὺς φέρνει τότε ἡ βάγια,
ὥριο, χρυσό, καὶ χύνει τους στὴν ἀργυρὴ λεγένη
γιὰ νὰ πλυθοῦν, καὶ στρώνει τους γυαλιστερὸ τραπέζι.
Σεμνὴ κελάρισσα ἔφερε ψωμὶ καὶ παραθέτει,
95 εἴδατα πόλλ᾽ ἐπιθεῖσα, χαριζομένη παρεόντων.
μήτηρ δ᾽ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο
κλισμῷ κεκλιμένη, λέπτ᾽ ἠλάκατα στρωφῶσα.
οἱ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον,
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
κι ἀπὸ τὰ καλοφάγια της τοὺς ἔβαλε περίσσια.
Κι ἀντίκρυ ἡ μάνα του, σιμὰ στοῦ παλατιοῦ τὸ στύλο,
ἀναγερμένη σὲ θρονὶ ψιλόκλωθε μὲ ρόκα.
Κι αὐτοὶ ἅπλωναν τὰ χέρια τους στὰ καλοφάγια ὀμπρός τους.
Κι ἀπὸ πιοτὸ κι ἀπὸ φαῒ σὰ φράνθηκε ἡ καρδιά τους,
100 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· ἡ Πηνελόπη ἡ γνωστικιὰ τὸ λόγο πρώτη ἀρχίζει·
  "Τηλέμαχ᾽, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται,
αἰεὶ δάκρυσ᾽ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς
ᾤχεθ᾽ ἅμ᾽ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης,
     “Τηλέμαχε, στ' ἀνώγι ἐγὼ θ' ἀνέβω νὰ πλαγιάσω
στὴν κλίνη ποὺ μὲ στεναγμοὺς καὶ δάκρυα τὴ ραντίζω,
ἀφότου στὸ Ἵλιο κίνησε ὁ Δυσσέας μὲ τοὺς Ἀτρεῖδες·
κι ὅμως ἐσυ δὲ θὲς νὰ 'ρθῆς καὶ νὰ μοῦ πῆς καθάρια,
105 πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα,
νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας."
μέσα στὸν πύργο πρὶ νὰ μποῦν οἱ θεότολμοι μνηστῆρες,
γιὰ τοῦ γονιοῦ σου ἂν ἔμαθες τὸ γυρισμὸ στὰ ξένα.”
  τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω.
ᾠχόμεθ᾽ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν·
     Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπάντησέ της κι εἶπε·
“Τὸ καθετίς, μητέρα μου, θὰ δηγηθῶ μὲ ἀλήθεια,
Στὴν Πύλο καὶ στὸ Νέστορα σὰ φτάσαμε τὸ ρήγα,
110 δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν
ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν
ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος
ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν.
αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτ᾽ ἔφασκεν,
μὲς στ' ἁψηλὰ παλάτια του μὲ δέχτηκε μὲ ἀγάπη
καὶ πόνο, σὰν ποὺ δέχεται γονιὸς ἀκριβοπαίδι,
σὰν ἔρχετ' ἀπὸ ξενιτειές, ποὺ ἐκεῖ πλανιόταν χρόνια·
ὅμοια μὲ δέχτηκε κι αὐτὸς κι οἱ ξακουσμένοι γιοί του,
κι ἔλεγε πὼς ἀπὸ ἄνθρωπο δὲν ἄκουσε στὸν κόσμο
115 ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι·
ἀλλά μ᾽ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον,
ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν.
ἔνθ᾽ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν.
ἂ ζουσε γιὰ ἂν ἀπέθανε ὁ ἀντρόψυχος Δυσσέας.
Ὅμως στὸν πόλεμόχαρο Μενέλαο τοῦ Ἀτρέα
μὲ ἀλόγατα καὶ μὲ ἄρματα λαμπρὰ προβόδωσέ με,
κι ἐκεῖ εἶδα τὴν Ἀργίτισσα Ἑλένη, ποὺ γιὰ κείνη
κι οἱ Ἀργῖτες ἔπαθαν πολλὰ δεινὰ, κι οἱ Τρωαδῖτες,
120 εἴρετο δ᾽ αὐτίκ᾽ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος
ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν·
αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα·
καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
"ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
κατὰ τὸ θέλημα τῶν θεῶν. Καὶ τότες ὁ Μενέλαος
μὲ ρώτησε ὁ βροντόφωνος ποιά ἀνάγκη μὲ εἶχε φέρει
στὴν ὥρια Λακεδαίμονα· καὶ τοῦ 'πα τὴν ἀλήθεια.
Κι αὐτὸς ἀπολογήθηκε, κι αὐτὰ τὰ λόγια μοῦ εἶπε·
“Ὠχοῦ, σὲ τί παλληκαρᾶ κλινάρι νὰ πλαγιάσουν
125 ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες.
ὡς δ᾽ ὁπότ᾽ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
βοσκομένη, ὁ δ᾽ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
τοὺς ἦρθεν ὄρεξη αὑτονοὺς τοὺς ἄναντρους, ἀλήθεια.
Καθὼς μὲς σ' ἄγριου λιονταριοῦ ρουμάνι ἡ ἀλαφίνα,
κοιμίζει βυζαστάρικα νιογέννητα λαφούλια,
καὶ παίρνει τὶς βουνοπλαγιὲς καὶ τὰ χλωρὰ λαγκάδια,
καὶ βόσκει, μὰ ἄξαφνα γυρνάει μὲς στὴ μονιά του ἐκεῖνος,
130 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
τοῖος ἐὼν οἷός ποτ᾽ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ
ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
καὶ φέρνει τέλος φοβερὸ σὲ μάνα καὶ λαφούλια,
ἔτσι κι ὁ Ὀδυσσέας φριχτὰ θὰ τοὺς τελειώση ἐκείνους.
Κι, ὦ Δία Θεέ μου, κι Ἀθηνᾶ, κι Ἀπόλλωνα, ἂν ἐκεῖνος
τοὺς πέση σὰν ποὺ φάνηκε στὴν ὄμορφη τὴ Λέσβο,
ποὺ πρόβαλε καὶ πάλεψε μὲ τὸ Φιλομηλείδη,
135 κὰδ δ᾽ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ταῦτα δ᾽ ἅ μ᾽ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδ᾽ ἀπατήσω,
καὶ μονομιᾶς τὸν ἔρριξε, κι οἱ Ἀχαιοὶ χαρῆκαν,
ἂν τέτοιος ὁ Ὀδυσσέας ἐρθῆ καὶ πέση στοὺς μνηστῆρες,
γλήγορο θά 'ν' τὸ τέλος τους, κι ὁ γάμος τους φαρμάκι,
Κι αὐτὰ ποὺ τώρα μὲ ρωτᾶς καὶ ποὺ παρακαλεῖς με,
δὲ θὰ τὰ πῶ τριγυριστὰ καὶ δὲ θὰ σὲ γελάσω,
140 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδ᾽ ἐπικεύσω.
φῆ μιν ὅ γ᾽ ἐν νήσῳ ἰδέειν κρατέρ᾽ ἄλγε᾽ ἔχοντα,
νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
ἴσχει· ὁ δ᾽ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι.
παρὰ ὅσα μοῦ 'πε ὁ ἄλαθος τῆς θάλασσας ὁ γέρος,
ἕνα πρὸς ἕνα θά 'χης τα καὶ λόγο δὲ θὰ κρύψω.
Τὸν εἶδε, μοῦ 'πε, σὲ νησὶ δάκρυα πολλὰ νὰ χύνη,
στῆς θέαινας τῆς Καλυψῶς, ποὺ δίχως θέλησή του
κρατάει τον, καὶ δὲ δύνεται νὰ δῆ γλυκειὰ πατρίδα·
145 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
οἵ κέν μιν πέμποιεν ἐπ᾽ εὐρέα νῶτα θαλάσσης"
τὶ μήτε πλοῖα μὲ τὰ κουπιά, μήτε συντρόφους ἔχει,
ποὺ νὰ τὸν πάρουν ἀπ' ἐκεῖ στῆς θάλασσας τᾶ πλάτια.”
  "ὣς ἔφατ᾽ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος.
ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον
ἀθάνατοι, τοί μ᾽ ὦκα φίλην ἐς πατρίδ᾽ ἔπεμψαν."
     Αὐτά 'πε ὁ πολεμόχαρος Μενέλαος τοῦ Ἀτρέα.
Καὶ τότες πίσω γύρισα, καὶ πρύμο μοῦ χαρίσαν
οἱ ἀθάνατοι, καὶ μ' ἔφερναν στὴν ποθητὴ πατρίδα.”
150 ὣς φάτο, τῇ δ᾽ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε.
τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής·
     Αὐτὰ εἶπε, καὶ τῆς τάραξε στὰ στήθια τὴν καρδιά της.
Καὶ τότες ὁ θεόμοιαστος Θεοκλύμενος τοὺς εἶπε·
  "ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος,
ἦ τοι ὅ γ᾽ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον·
ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδ᾽ ἐπικεύσω·
     “Γυναίκα πολυσέβαστη τοῦ δοξαστοῦ Ὀδυσσέα,
δὲν τὰ γνωρίζει αὐτὸς σωστά, καὶ κάλλιο ἐμένανε ἄκου,
ποὺ σοῦ μαντεύω ἀλάθευτα, καὶ τίποτις δὲν κρύβω.
155 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα
ἱστίη τ᾽ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω,
ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ,
ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα,
ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει·
Ὁ Δίας νά 'ναι μάρτυρας, τὸ ξενικὸ τραπέζι,
κι ἐτούτη ἡ στιὰ τοῦ θεόλαμπρου Ὀδυσσέα ποὺ μὲ δέχτη,
ἐδῶ 'ναι στὴν πατρίδα του ὁ Δυσσέας, κι ἢ γυρίζει
ἢ κάθεται, καὶ τὶς κακὲς αὐτὲς δουλειὲς μαθαίνει,
καὶ σ' ὅλους φοβερὰ δεινὰ σκαρώνει τοὺς μνηστῆρες·
160 τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς
ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν."
εἶδα πουλὶ προφητικὸ στὸ πλοῖο σὰν καθόμουν,
καὶ τότες τοῦ Τηλέμαχου τὰ λάλησα καὶ τὰ εἶπα.”
  τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
     Κι ἡ Πηνελόπη ἡ γνωστικιὰ μ' αὐτὰ τοῦ ἀπολογιέται·
“Μακάρι, ὦ ξένε, ὁ λόγος σου νὰ βγῆ καθὼς τὸν εἶπες·
μαζὶ μὲ τὴν ἀγάπη μου θὰ σοῦ 'δινα καὶ δῶρα
165 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι." τόσο πολλά, π' ὅσοι ἔβλεπαν θένα σὲ μακαρίζαν.”
  ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες,
ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες.
     Τέτοια λαλοῦσαν κι ἔλεγαν ἐκεῖνοι ἀνάμεσό τους·
καὶ στοῦ Ὀδυσσέα κατάμπροστα οἱ μνηστῆρες τἁ παλάτια
δισκοβολώντας γλέντιζαν καὶ ρίχνοντας κοντάρια
σὲ γῆς στρωτή, ποὺ ἀδιάντροπα ἐκεῖ πάντα μαζευόνταν.
170 ἀλλ᾽ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα
πάντοθεν ἐξ ἀγρῶν, οἱ δ᾽ ἤγαγον οἳ τὸ πάρος περ,
καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα
ἥνδανε κηρύκων, καὶ σφιν παρεγίγνετο δαιτί·
Μὰ πρὸς τὸ γιόμα, ποὺ ἔφταναν ὁλοῦθε ἀπ' τὰ χωράφια
τὰ πρόβατα κι οἱ πιστικοὶ τὰ φέρνανε σὰν πάντα,
τοὺς εἶπε τότε ὁ Μέδοντας, ὁ κήρυκας ποὺ ἀπ' ὅλους
τοὺς ἄρεσε νὰ κάθεται μαζί τους στὸ τραπέζι·
  "κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρέν᾽ ἀέθλοις,      “Τώρα, παιδιά, ποὺ φράνθηκε μὲ τὸν ἀγώνα ὁ νοῦς σας
175 ἔρχεσθε πρὸς δώμαθ᾽, ἵν᾽ ἐντυνώμεθα δαῖτα·
οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι."
νὰ τοιμαστῆτε γιὰ φαγὶ μὲς στὸ παλάτι ἐλᾶτε,
τ' εἶναι καλὸ στὴν ὥρα του νὰ γίνη τὸ τραπέζι.”
  ὣς ἔφαθ᾽, οἱ δ᾽ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ.
αὐτὰρ ἐπεί ῥ᾽ ἵκοντο δόμους εὖ ναιετάοντας,
χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε,
     Εἶπε, κι αὐτοὶ τὸν ἄκουσαν, καὶ σηκωθῆκαν, πῆγαν.
Καὶ μέσα στὰ λαμπρόχτιστα σὰν μπήκανε παλάτια,
ἀπάνω σ' ἕδρες καὶ θρονιὰ τὶς χλαῖνες ἀπιθῶσαν,
180 οἱ δ᾽ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας,
ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην,
δαῖτ᾽ ἐντυνόμενοι. τοὶ δ᾽ ἐξ ἀγροῖο πόλινδε
ὠτρύνοντ᾽ Ὀδυσεύς τ᾽ ἰέναι καὶ δῖος ὑφορβός.
τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν·
κι ἔσφαξαν πρόβατα τρανὰ, καλοθρεμμένα γίδια,
θρεφτάρια χοίρους, καὶ παχὺ δαμάλι γιὰ νὰ φᾶνε.
Ὡς τόσο ἀπὸ τὴν ἐξοχὴ στὴ χώρα ὁ Ὀδυσσέας
μὲ τὸν καλόκαρδο Εὔμαιο νὰ σύρη τοιμαζόταν.
Κι ὁ πρῶτος τῶ χοιροβοσκῶν μίλησε τότε κι εἶπε·
185 "ξεῖν᾽, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδ᾽ ἰέναι μενεαίνεις
σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός--ἦ σ᾽ ἂν ἐγώ γε
αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι·
ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω
νεικείῃ· χαλεπαὶ δέ τ᾽ ἀνάκτων εἰσὶν ὁμοκλαί--
     “Ξένε, ποὺ τώρα λαχταρᾶς στὴ χώρα νὰ κατέβης,
καθὼς ὁ ἀφέντης πρόσταξε, κι ἐγώ 'θελα νὰ μείνης
ἐδῶ στὴ στάνη φύλακας· μὰ σέβας τοῦ 'χω μέγα
καὶ φόβο, μήπως ὕστερα μανιάση· καὶ τοῦ ἀφέντη
φοβᾶμαι τὰ μαλώματα. Μὰ ἂς πᾶμε τώρα, ἡ μέρα
190 ἀλλ᾽ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα πάει νὰ μεσιάση κι ἡ δροσιὰ θά 'ναι κακὴ τὸ βράδυ.”
  ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται."
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
ἀλλ᾽ ἴομεν, σὺ δ᾽ ἔπειτα διαμπερὲς ἡγεμόνευε.
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος ἀπάντησέ του κι εἶπε·
“Ξέρω, καὶ νιώθω· τό 'χα ἐγὼ στὸ νοῦ μου αὐτὸ ποὺ μοῦ 'πες.
Μὰ ἂς πᾶμε, κι ἐσὺ δεῖχνε μου τὸ δρόμο πέρα ὡς πέρα,
καὶ δῶσ' μου, ἂν ἔχης πουθενά, κουτσόραβδο κομμένο,
195 δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν, γιὰ ν' ἀκουμπῶ, τὶ δύσκολος εἶναι μοῦ λέτε, ὁ δρόμος.”
  σκηρίπτεσθ᾽, ἐπεὶ ἦ φατ᾽ ἀρισφαλέ᾽ ἔμμεναι οὐδόν."
ἦ ῥα καὶ ἀμφ᾽ ὤμοισιν ἀεικέα βάλλετο πήρην,
πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ·
Εὔμαιος δ᾽ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε.
     Εἶπε, καὶ κρέμασε παλιὸ τορβὰ κουρελιασμένο
στὸν ὦμο μὲ χοντρὸ σκοινί, καὶ τοῦ 'δωκε συνάμα
ραβδὶ ὁ καλὸς χοιροβοσκός, καθὼς τὸ πεθυμοῦσε.
Ξεκίνησαν, μὰ οἱ πιστικοὶ μὲ τὰ σκυλιὰ στὴ στάνη
200 τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες
ῥύατ᾽ ὄπισθε μένοντες· ὁ δ᾽ ἐς πόλιν ἦγεν ἄνακτα
πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι,
μεῖναν καὶ φύλαγαν κι αὐτὸς ὁδήγαε τὸν ἀφέντη,
ποὺ σὰ ζητιάνος φαίνονταν ἐλεεινὸς καὶ γέρος,
καὶ στὸ ραβδί του ἀκούμπαγε παλιόρουχα ντυμένος.
  σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο.
ἀλλ᾽ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν
     Πῆραν τὸ πετρωτὸ στρατὶ καὶ ζύγωσαν τὴ χώρα,
καὶ σάνε φτάσανε σιμὰ στὴν κρουσταλλένια βρύση,
205 ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο
τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται,
τὴν ποίησ᾽ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ·
ἀμφὶ δ᾽ ἄρ᾽ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος,
πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ
ποὺ ὁ κόσμος ἔπαιρνε νερό, κι ὁ Νήριτος τὴν εἶχε,
κι ὁ Ἴθακος κι ὁ Πολύχτορας, χτισμένη, κι ἦταν λεῦκες
δάσος ἐκεῖ νερόθρεφτες ποὺ ὁλοῦθε τὴν κυκλῶναν,
καὶ κατρακύλα κρυὸ νερὸ ψηλάθε ἀπὸ τὸ βράχο,
κι ἦταν βωμὸς ἀπάνωθε χτισμένος, ποὺ θυσιάζαν
210 ὑψόθεν ἐκ πέτρης· βωμὸς δ᾽ ἐφύπερθε τέτυκτο
νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται·
ἔνθα σφέας ἐκίχαν᾽ υἱὸς Δολίοιο Μελανθεὺς
αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι,
δεῖπνον μνηστήρεσσι· δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες.
στὶς Νύφες ὅσοι διάβαιναν· κεῖ πέρα ὁ Μελανθέας
τοὺς βλέπει τοῦ Δολίου ὁ γιός, μὲ δυὸ βοσκοὺς κατόπι,
ποὺ φέρναν τὰ πιὸ διαλεχτὰ τῶν κοπαδιῶνε γίδια
γιὰ τῶ μνηστήρων τὸ φαγί· κι ἅμα τοὺς εἶδε ἐκεῖνος
πειραχτικὰ τοὺς μίλησε καὶ μὲ μεγάλη κάκια,
215 τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν,
ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος·
"νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει,
ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖν.
πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα,
καὶ τὸ Δυσσέα πληγώνανε τ' ἀδιάντροπά του λόγια·
     “Ἕνας ἀχρεῖος τὸν ἄλλονε μὰ τὴν ἀλήθεια σέρνει
κι ἔτσι παντοτινὰ ὁ θεὸς ὅμοιο στὸν ὅμοιον φέρνει.
Ποῦ τάχα, ὦ βρώμικε βοσκέ, τὸν πᾶς αὐτὸν τὸν χάφτη
τὸν παλιοζήτουλα, μωρέ, τῶν τραπεζιῶν τὴ λώβα;
220 πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα;
ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους,
αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας·
τόν κ᾽ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι
σηκοκόρον τ᾽ ἔμεναι θαλλόν τ᾽ ἐρίφοισι φορῆναι,
Σὲ πόσες πόρτες θὰ σταθῆ τὴ ράχη του νὰ τρίβη,
ὄχι λεβέτια καὶ σπαθιά, παρὰ βουκιὲς ζητώντας.
Δῶσ' τον ἐμένα, φύλακα τῆς στάνης νὰ τὸν ἔχω,
νὰ μοῦ σαρώνη τὸ μαντρί, χλωρόκλαδα νὰ φέρνη
στὰ γίδια, καὶ νὰ πίνη ὀρό, παχιὰ μεριὰ νὰ κάνη.
225 καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο.
ἀλλ᾽ ἐπεὶ οὖν δὴ ἔργα κάκ᾽ ἔμμαθεν, οὐκ ἐθελήσει
ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον
βούλεται αἰτίζων βόσκειν ἣν γαστέρ᾽ ἄναλτον.
ἀλλ᾽ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
Τώρα ὅμως ποὺ κακόμαθε, δὲ θέ' δουλειὰ νὰ πιάση
μόνε τοῦ ἀρέσει σὲ χωριὰ νὰ σέρνεται καὶ χῶρες,
νὰ θρέφη μὲ τὴ διακονιὰ τὴ λαίμαργη κοιλιά του.
Μὰ ἔχω δυὸ λόγια νὰ σοῦ πῶ, κι ὅ,τι σοῦ λέω θὰ γίνη·
230 αἴ κ᾽ ἔλθῃ πρὸς δώματ᾽ Ὀδυσσῆος θείοιο,
πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων
πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο."
ἂν τύχη κι ἔρθη στοῦ θεϊκοῦ τοῦ Ὀδυσσέα τοὺς πύργους.
τριγύρω στὴν κεφάλα του πολλὰ σκαμνιὰ ριγμένα
ἀπὸ τὰ χέρια τῶν ἀντρῶν θὰ σπάσουν τὰ πλευρά του.”
  ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν
ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν,
     Καὶ καθὼς πέρναε, τοῦ 'δωσε κλωτσιὰ ὁ χαζὸς στὸ γόφο·
μὰ ἐκεῖνος δὲν ξεστράτισε, παρὰ ἔμεινε στὸ δρόμο·
235 ἀλλ᾽ ἔμεν᾽ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς
ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο,
ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας.
ἀλλ᾽ ἐπετόλμησε, φρεσὶ δ᾽ ἔσχετο· τὸν δὲ συβώτης
νείκεσ᾽ ἐσάντα ἰδών, μέγα δ᾽ εὔξατο χεῖρας ἀνασχών·
Τότες στὸ νοῦ του μέσα ὁ γιὸς ἀνάδευε τοῦ Λαέρτη,
νὰ ὁρμήση, καὶ μὲ μιὰ ραβδιὰ νὰ τόνε ξεπαστρέψη,
ἢ ἁρπάζοντάς τον ἀπ' τ' αὐτιά, νὰ τοῦ βροντήξη χάμου
τὴν κούτρα· μὰ τὸ ἁπόμεινε, καὶ βάσταξε ἡ καρδιά του.
Κι ἀγριομιλώντας ὁ βοσκὸς στὸν ἄλλον ἀντικρύ του,
ἔβγαλ' εὐκή ἁψηλόφωνη μὲ χέρια σηκωμένα·
240 "νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτ᾽ Ὀδυσσεὺς
ὔμμ᾽ ἐπὶ μηρί᾽ ἔκηε, καλύψας πίονι δημῷ,
ἀρνῶν ἠδ᾽ ἐρίφων, τόδε μοι κρηήνατ᾽ ἐέλδωρ,
ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας,
     “Νύφες τῆς βρύσης, καὶ τοῦ Διὸς ὦ κόρες, ἂν ποτές του
μεριὰ ὁ Δυσσέας σᾶς ἔκαψε σὲ πάχος τυλιγμένα
γιδιῶν κι ἀρνιῶνε, τούτη μου τελέστε τὴ λαχτάρα·
ἂς ἔρθη ἐκεῖνος πιά, καὶ θεὸς ἂς τόνε φέρη κάποιος.
Αὐτὸς θὰ σοῦ τὰ σκόρπιζε στ' ἀλήθεια τὰ καμάρια
245 τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ
ἄστυ κάτ᾽· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες."
ποὺ τώρ' ἀγέρωχα κρατᾶς στὴ χώρα τριγυρνώντας,
ἐνῶ ἀφανίζουνε κακοὶ βοσκοὶ τὰ πρόβατά σου.”
  τὸν δ᾽ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
"ὢ πόποι, οἶον ἔειπε κύων ὀλοφώϊα εἰδώς,
τόν ποτ᾽ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης
     Κι ὁ Μελανθέας ἀπάντησε καὶ τοῦ 'πε· “Ὠχοῦ, τί κρένει,
ὁ σκύλος ὁ παμπόνηρος, ποὺ ἐγὼ θὰ τὸν περάσω
μακριὰ ἀπ' τὸ Θιάκι κάποτες μὲ μελανὸ καράβι
250 ἄξω τῆλ᾽ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι.
αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων
σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη,
ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ."
κέρδος νὰ βγάλω περισσό. Ὅμως μακάρι τώρα
τοῦ Φοίβoυ τοῦ ἀργυρότοξου οἱ σα.ί,τες νὰ σκοτώσουν
στὸν πύργο τὸν Τηλέμαχο, γιὰ κονταριὲς μνηστήρων,
σὰν ποὺ ὁ γονιός του χάθηκε στὰ μακρινὰ καὶ ξένα.”
  ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας,      Αὐτὰ εἶπε, καὶ τοὺς ἄφησε σιγὰ νὰ περπατᾶνε,
255 αὐτὰρ ὁ βῆ, μάλα δ᾽ ὦκα δόμους ἵκανεν ἄνακτος.
αὐτίκα δ᾽ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν,
ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα.
τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο,
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα
μὰ ἐκεῖνος γλήγορα ἔφτασε στοῦ ρήγα τὰ παλάτια,
καὶ μπῆκε εὐτὺς καὶ κάθισε μαζὶ μὲ τοὺς μνηστῆρες,
ἀντίκρυ στὸν Εὐρύμαχο, ποὺ τὸν παραγαποῦσε.
Τοῦ βάλαν ἀπ' τὰ κρέατα τὸ μερτικό του οἱ δοῦλοι,
κι ἡ σεβαστὴ κελάρισσα ψωμὶ παράθεσέ του
260 ἔδμεναι. ἀγχίμολον δ᾽ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς
στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθ᾽ ἰωὴ
φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετ᾽ ἀείδειν
Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην·
νὰ φάη· κι ἦρθαν ὁ πάγκαλος βοσκὸς μὲ τὸ Δυσσέα,
καὶ στάθηκαν κοντά· ὡς αὐτοὺς τῆς βαθουλῆς ἐρχόταν
τῆς φόρμιγγας τό παίξιμο, τὶ τότες ἀρχινοῦσε
κι ὁ Φήμιος τὸ τραγούδι του. Καὶ τοῦ 'σφιξε ὁ Δυσσέας
τὸ χέρι τοῦ χοιροβοσκοῦ, καὶ μίλησέ του κι εἶπε·
  "Εὔμαι᾽, ἦ μάλα δὴ τάδε δώματα κάλ᾽ Ὀδυσῆος,      “Εὔμαιε αὐτά 'ναι τὰ λαμπρὰ παλάτια τοῦ Ὀδυσσέα·
265 ῥεῖα δ᾽ ἀρίγνωτ᾽ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι.
ἐξ ἑτέρων ἕτερ᾽ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ
τοίχῳ καὶ θριγκοῖσι, θύραι δ᾽ εὐερκέες εἰσὶ
δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο.
γιγνώσκω δ᾽ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται
κι ἀνάμεσα σὲ πάμπολλα μπορεῖς νὰ τὰ ξανοίξης.
Ἀπ' τό 'να στὸ ἄλλο μέσα πᾶς, κι ἔχουν αὐλὴ κλεισμένη
μὲ τείχισμα στεφανωτὸ καὶ στεριωμένες πόρτες
δικάνατες καὶ ποιός μπορεῖ νὰ τὰ καταφρονέση;
Βλέπω καὶ μέσα περισσοὶ πίνουν καὶ τρῶνε ἀνθρῶποι·
270 ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ
ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην."
καπνοῦ προβάλλει μυρουδιά, κι ἀκούγουνται τῆς λύρας
οἱ κόρδες ποὺ οἱ ἀθάνατοι γιὰ τὰ τραπέζια ὁρίσαν.”
  τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"ῥεῖ᾽ ἔγνως, ἐπεὶ οὐδὲ τά τ᾽ ἄλλα πέρ ἐσσ᾽ ἀνοήμων.
ἀλλ᾽ ἄγε δὴ φραζώμεθ᾽ ὅπως ἔσται τάδε ἔργα.
     Κι ἐσὺ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες·
“Κι αὐτὸ μεμιὰς τὸ ἀπείκασες, σὰν ποὺ ὅλα ἐσύ τὰ νιώθεις.
Μὰ τώρα πῶς θὰ κάμουμε καιρὸς νὰ στοχαστοῦμε.
275 ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας,
δύσεο δὲ μνηστῆρας, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ·
εἰ δ᾽ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δ᾽ εἶμι προπάροιθε·
μηδὲ σὺ δηθύνειν, μή τίς σ᾽ ἔκτοσθε νοήσας
ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα."
Γιὰ πρῶτος στὰ παλάτια ἐσὺ τὰ ὡριοχτισμένα μπαίνεις,
καὶ στοὺς μνηστῆρες προχωρεῖς, καὶ πίσω ἐγὼ προσμένω,
γιὰ ἂν θέλης κοντοστάσου ἐσὺ, κι ὀμπρὸς ἐγὼ πηγαίνω.
Μὰ μὴν ἀργῆς νὰ μὴ σὲ δοῦν ἀπόξω, κι ἢ σὲ διώξουν,
ἢ σὲ βαρέσουν ἄξαφνα· στοχάσου αὐτὸ ποὺ σοῦ 'πα.”
280 τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·
γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.
ἀλλ᾽ ἔρχευ προπάροιθεν, ἐγὼ δ᾽ ὑπολείψομαι αὐτοῦ.
οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων·
τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα
     Κι ἀπάντησε ὁ πολύπαθος κι ὁ μέγας Ὀδυσσέας·
“Ξέρω, καὶ νιώθω· τό 'χω ἐγὼ στὸ νοῦ μου αὐτὸ ποὺ μοῦ 'πες.
Μόν' ἐσὺ τράβηξε ὀμπροστά, κι ἐγὼ θὰ μείνω πίσω·
σὲ χτυπησιὲς καὶ σὲ ριξιὲς ἀνήξερος δὲν εἶμαι·
βαστάει ἡ καρδιά μου, τὶ πολλὰ μοῦ 'ρθαν ἐμένα πάθια
285 κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω·
γαστέρα δ᾽ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν,
οὐλομένην, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσι,
τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται
πόντον ἐπ᾽ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι."
σὲ ἀμάχες καὶ σὲ κύματα· κι αὐτὸ μ' ἐκεῖνα ἂς ἔρθη.
Ὅμως τὴ λύσσα τῆς κοιλιᾶς δὲ δύνεσαι νὰ κρύψης,
ποὺ ἡ ἔρμη ἀρίθμητα δεινὰ στὸν κόσμο πάντα φέρνει.
Γιὰ κείνην ἀρματώνουνται καλόζυγα καράβια,
ποὺ σκίζουνε τὰ πέλαγα καὶ τοὺς ὀχτροὺς χτυπᾶνε.”
290 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν,
Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτ᾽ αὐτὸς
θρέψε μέν, οὐδ᾽ ἀπόνητο, πάρος δ᾽ εἰς Ἴλιον ἱρὴν
ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες
     Αὐτὰ καθὼς λαλούσανε κι ἀνάμεσό τους λέγαν,
σκυλὶ ποὺ κοίτουνταν, τ' αὐτιὰ καὶ τὸ κεφάλι ὀρθώνει,
ὁ Ἄργος, ποὺ ὁ ἀντρόψυχος Δυσσέας τὸν εἶχε θρέψει,
ὅμως δὲν τόνε χάρηκε, γιατ' εἶχε φύγει ἐκεῖνος
στὴ Τροία τότες τὴν ἱερή· σ' ἄλλους καιρούς οἱ νέοι
295 αἶγας ἐπ᾽ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς·
δὴ τότε κεῖτ᾽ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος,
ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων
ἡμιόνων τε βοῶν τε ἅλις κέχυτ᾽, ὄφρ᾽ ἂν ἄγοιεν
δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες·
τὸν παίρνανε, νὰ κυνηγοῦν λαγούς, ζαρκάδια, γίδια.
Τώρα, π' ὁ ἀφέντης ἔλειπε, τὸν ἄφηναν πεσμένο
στὴν σωριασμένη τὴν κοπριὰ βοδιῶν καὶ μουλαριῶνε,
ποὺ ὀμπρὸς στὴ θύρα ἁπλώνονταν, κι οἱ παραγιοὶ ἀποκεῖθε
τὴν σήκωναν καὶ κόπριζαν τοὺς κήπους τοῦ Ὀδυσσέα.
300 ἔνθα κύων κεῖτ᾽ Ἄργος, ἐνίπλειος κυνοραιστέων.
δὴ τότε γ᾽, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα,
οὐρῇ μέν ῥ᾽ ὅ γ᾽ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω,
ἆσσον δ᾽ οὐκέτ᾽ ἔπειτα δυνήσατο οἷο ἄνακτος
ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ,
Ἀπάνω αὐτοῦ κοιτότανε τσιμπουριασμένος ὁ Ἄργος.
Καὶ τώρα, ἅμα μυρίστηκε σιμὰ τὸν Ὀδυσσέα,
γοργοσαλεύει τὴν οὐρά, τ' αὐτιά του κατεβάζει,
μὰ πιὸ κοντὰ τοῦ ἀφέντη του δὲν μπόρειε νὰ ζυγώση.
Γύρισ' αὐτὸς τὴν ὄψη του καὶ σφούγγισ' ἕνα δάκρυο
305 ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δ᾽ ἐρεείνετο μύθῳ· κρυφὸ μὲ τρόπο, κι ὕστερα τὸν πιστικὸ ρωτοῦσε·
  "Εὔμαι᾽, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτ᾽ ἐνὶ κόπρῳ.
καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γ᾽ οὐ σάφα οἶδα,
εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε,
ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν
     “Μεγάλο θάμα, στὴν κοπριὰ νὰ μνήσκη τέτοιος σκύλος·
ὄμορφος σκύλος, μὰ ἇραγες νά 'ναι καὶ γοργοπόδης
κοντὰ στὴν τόση του ὀμορφιά, γιά νά 'ναι δὰ ἀπὸ κείνους
ποὺ στὰ τραπέζια στολισμὸ τοὺς ἔχουν οἱ ἀφεντάδες;”
310 γίγνοντ᾽· ἀγλαΐης δ᾽ ἕνεκεν κομέουσιν ἄνακτες."
τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος.
εἰ τοιόσδ᾽ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα,
οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,
     Κι ἐσὺ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες·
“Εἶν' ἐκεινοῦ ποὺ ἀπέθανε στὰ ξένα αὐτὸς ὁ σκύλος.
Ἂν ἦταν ἔτσι στὸ κορμί, καὶ στὰ ἔργα του σὰν τότες
ποὺ ὁ Ὀδυσσέας τὸν ἄφησε κινώντας γιὰ τὴν Τροία,
τότες θὰ κοίτας δύναμη καὶ γληγοράδα, ἀλήθεια.
315 αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν.
οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης
κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη·
νῦν δ᾽ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης
ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι.
Ἀγρίμι δὲν τοῦ ξέφευγε μὲς στὰ βαθιὰ τοῦ λόγγου,
κάθε κυνήγι, ποὺ ἔβγαζε στ' ἀχνάρια μαθημένος.
Μὰ παθιασμένος τώρ' αὐτός, ὁ ἀφέντης του στὰ ξένα
χαμένος, καὶ δὲ νοιάζονται γι' αὐτὸν ἐδῶ οἱ γυναῖκες.
Κι οἱ δοῦλοι, σὰ δὲ βρίσκεται ποπάνω τους ἀφέντης,
320 δμῶες δ᾽, εὖτ᾽ ἂν μηκέτ᾽ ἐπικρατέωσιν ἄνακτες,
οὐκέτ᾽ ἔπειτ᾽ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι·
ἥμισυ γάρ τ᾽ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
δουλειὰ νὰ κάμουνε σωστὴ δὲ θέλουνε πιὰ τότες·
τὶ παίρνει τὴ μισὴ ἀρετὴ τοῦ ἀνθρώπου ὁ βροντορίχτης
ὁ Δίας, ἄμα τῆς σκλαβιᾶς ἡ μαύρη τοῦ 'ρθη μέρα.”
  ἀνέρος, εὖτ᾽ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν."
ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας,
     Αὐτὰ σὰν εἶπε, στὰ λαμπρὰ παλάτια μέσα μπηκε,
καὶ πηγε τοὺς καμαρωτοὺς μνηστῆρες ν' ἀνταμώση.
325 βῆ δ᾽ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς.
Ἄργον δ᾽ αὖ κατὰ μοῖρ᾽ ἔλαβεν μέλανος θανάτοιο,
Ὅμως τὸν Ἄργο θάνατος μαῦρος κι ἀχνὸς τὸν πῆρε,
σὰν εἶδε τὸν ἀφέντη του, στὰ εἴκοσι χρόνια ἀπάνω.
  αὐτίκ᾽ ἰδόντ᾽ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ.
τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς
ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δ᾽ ἔπειτα
     Κι ὁ θεόμοιαστος Τηλέμαχος πρῶτος ἀπ' ὅλους εἶδε
μὲς στὰ παλάτια τὸ βοσκό νὰ μπαίνη καὶ τοῦ γνέφει
νὰ πάη σιμά του· γύρω του τηράει αὐτός, καὶ παίρνει
330 νεῦσ᾽ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον
κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ
δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι·
τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν
ἀντίον, ἔνθα δ᾽ ἄρ᾽ αὐτὸς ἐφέζετο· τῷ δ᾽ ἄρα κῆρυξ
σκαμνὶ ποὺ τό 'χε ὁ μοιραστὴς ποὺ μοίραζε τὸ κρέας
στοὺς ἥρωες ποὺ τρωγόπιναν μὲς στὰ λαμπρὰ παλάτια.
Ἀγνάντια στοῦ Τηλέμαχου ζυγώνει τὸ τραπέζι,
κι ἐκεῖ καθίζει· ὁ κήρυκας τοῦ παραθέτει τότες
μερίδα ὀμπρός του, καὶ ψωμὶ τοῦ δίνει ἀπ' τὸ πανέρι.
335 μοῖραν ἑλὼν ἐτίθει κανέου τ᾽ ἐκ σῖτον ἀείρας.  
  ἀγχίμολον δὲ μετ᾽ αὐτὸν ἐδύσετο δώματ᾽ Ὀδυσσεύς,
πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι,
σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο.
ἷζε δ᾽ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων,
     Εὐτὺς κατόπι του ἔφτασε στοὺς πύργους κι ὁ Ὀδυσσέας,
ὅμοιος μὲ κακορίζικο καὶ γέρο ψωμοζήτη,
ἀκουμπισμένος σὲ ραβδί, καὶ κουρελοντυμένος.
Καὶ καθὼς μπῆκε, κάθισε στὸ φράξινο κατώφλι,
340 κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων
ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν.
Τηλέμαχος δ᾽ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην,
ἄρτον τ᾽ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο
καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι·
σὲ παραστάτη γέρνοντας ἀπ' ὥριο κυπαρίσσι,
ποὺ τό 'χε σιάξει τεχνικὰ μὲ στάφνη ὁ μάστορής του.
Προσκάλεσε ὁ Τηλέμαχος τὸν πιστικὸ σιμά του,
καὶ παίρνοντας ἁλάκερο ,ψωμὶ ἀπὸ τὸ πανέρι,
καὶ κρέας ὅσο οἱ φοῦχτες του μαζὶ χωροῦσαν, τοῦ εἶπε·
345 "δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
αἰδὼς δ᾽ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι."
     “Πάρ' τα, τοῦ ξένου δῶσ' τα αὐτά, καὶ πές του δίνοντάς τα,
κι ἀπ' τοὺς μνηστῆρες ὁλονοὺς νὰ πάη καὶ νὰ γυρέψη.
Σὰν ἔχη ἀνάγκη ὁ ἄνθρωπος, νὰ ντρέπεται δὲν πρέπει.”
  ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν,
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντ᾽ ἀγόρευε·
     Αὐτά εἰπε, κι ὁ χοιροβοσκὸς σὰν τ' ἄκουσε, πηγαίνει
σιμά του, καὶ τοῦ προσμιλεῖ μὲ φτερωμένα λόγια·
350 "Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει
αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας·
αἰδῶ δ᾽ οὐκ ἀγαθήν φησ᾽ ἔμμεναι ἀνδρὶ προΐκτῃ."
“Ξένε, ὁ Τηλέμαχος αὐτὰ σοῦ δίνει, καὶ μηνᾶ σου
κι ἀπ' τοὺς μνηστῆρες ὁλονοὺς νὰ πᾶς καὶ νὰ γυρέψης,
τὶ λέει πὼς εἶναι ἀταίριαστη ἡ ντροπὴ σὲ διακονιάρη.”
  τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
"Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι,
     Καὶ τότε ὁ πολυστόχαστος Δυσσέας ἀπάντησέ του·
“Ὁ Δίας τοῦ Τηλέμαχου καλοτυχιὰ νὰ δίνη,
355 καί οἱ πάντα γένοιθ᾽ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ."
ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν
αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης,
ἤσθιε δ᾽ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν·
εὖθ᾽ ὁ δεδειπνήκειν, ὁ δ᾽ ἐπαύετο θεῖος ἀοιδός.
κι ὅλ' ἂς τοῦ γίνουνε καθὼς ἀποθυμεῖ ἡ καρδιά του.”
Αὐτά εἰπε, καὶ τὰ δέχτηκε στὶς φοῦχτες του καὶ χάμου
στὰ πόδια του τ' ἀκούμπησε στὸ φτωχικὸ σακί του.
Κι ὅσο ὁ καλὸς τραγουδιστὴς τραγούδαε στὰ παλάτια,
ἔτρωγε αὐτός· σὰν ἔπαψε νὰ τραγουδάη ἐκεῖνος,
360 μνηστῆρες δ᾽ ὁμάδησαν ἀνὰ μέγαρ᾽. αὐτὰρ Ἀθήνη,
ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα
ὤτρυν᾽, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι,
γνοίη θ᾽ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τ᾽ ἀθέμιστοι·
ἀλλ᾽ οὐδ᾽ ὥς τιν᾽ ἔμελλ᾽ ἀπαλεξήσειν κακότητος.
κι ἀπόφαγε ὁ Δυσσέας, βοὴ σηκῶσαν οἱ μνηστῆρες·
καὶ στάθη ὀμπρός του ἡ Ἀθηνᾶ καὶ τὸν παρακινοῦσε
γύρω νὰ πάη μαζεύοντας καρβέλια ἀπ' τοὺς μνηστῆρες,
ποιός εἶναι δίκιος καὶ καλός, ποιός ἄδικος, νὰ μάθη·
μὰ κι ἔτσι ἡ θεὰ δὲν ἔμελλε κανένα νὰ γλυτώση.
365 βῆ δ᾽ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον,
πάντοσε χεῖρ᾽ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη.
οἱ δ᾽ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν,
ἀλλήλους τ᾽ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι.
τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν·
Ἄρχισ' αὐτὸς ἀπὸ δεξὰ καὶ καθενὸς ζητοῦσε
τὸ χέρι ἁπλώνοντας, παλιὸς σὰ νά 'τανε ζητιάνος.
Κι αὐτοὶ πονώντας τοῦ 'διναν, ὅμως πολὺ ἀποροῦσαν,
κι ἕνας τὸν ἄλλον ρώταγε ποιός ἦταν κι ἀποποῦθε.
Καὶ τότες ὁ γιδοβοσκὸς ὁ Μελανθέας τοὺς εἶπε·
370 "κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα.
ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν,
αὐτὸν δ᾽ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι."
     “Ἀκοῦστε με, τῆς δοξαστῆς βασίλισσας μνηστῆρες,
γι' αὐτὸν τὸν ξένο· ἐγὼ καὶ πρὶν τὸν εἶχα δῆ, καὶ βέβαια
ὁ Εὔμαιος θὰ τὸν ἔφερνε σ' αὐτὸν τὸν πύργο τότες.
Ποιός ὅμως εἶν' αὐτὸς καὶ ποιὰ ἡ γενιά του, δὲν κατέχω.”
  ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἔπεσιν νείκεσσε συβώτην·      Κι ὁ Ἀντίνος τὸ χοιροβοσκὸ μάλωσε τότες κι εἶπε·
375 "ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε
ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι,
πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες;
ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος
ἐνθάδ᾽ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδ᾽ ἐκάλεσσας;"
“Τί μᾶς τὸν ἔφερες, κι ἐσὺ χοιροβοσκέ, στὴ χώρα;
Λὲς τάχα δὲ μᾶς ἔφταναν τόσοι ἄλλοι γυρολόγοι
παλιοζητιάνοι βαρετοί, τῶν τραπεζιῶνε λῶβες;
Ἢ λίγοι ἐδῶ μαζώχτηκαν καὶ τρῶν τὸ βιὸς τοῦ ἀφέντη,
καὶ πῆγες καὶ προσκάλεσες κι ἐτοῦτον ἐδῶ τώρα;”
380 τὸν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
"Ἀντίνο᾽, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις·
τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν
ἄλλον γ᾽, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι,
μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων,
     Κι ἐσύ, Εὔμαιε χοιροβοσκέ, τοῦ ἀπολογήθης κι εἶπες·
“Σωστά, ὦ Ἀντίνε, δὲ λαλεῖς, ὅσο εὐγενὴς κι ἂν εἶσαι.
Καὶ ποιός ποτές του γύρεψε νὰ προσκαλέση ξένον
ἀλλοῦθε, ἐξὸν ἂν ἤτανε χρειαζούμενος τεχνίτης,
κανένας μάντης, ἢ γιατρός, ἢ ξυλουργός, ἢ θεῖος
385 ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων;
οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπ᾽ ἀπείρονα γαῖαν·
πτωχὸν δ᾽ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν.
ἀλλ᾽ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων
δμωσὶν Ὀδυσσῆος, πέρι δ᾽ αὖτ᾽ ἐμοί· αὐτὰρ ἐγώ γε
τραγουδιστής, ποὺ μὲ γλυκὰ τραγούδια μας γλεντίζει;
αὐτοὶ δά, ποὺ ὡς τὰ πέρατα γυρεύουνται τοῦ κόσμου·
ὅμως κανένας δὲν καλεῖ καταλυτὴ ζητιάνο.
Μὰ ἐσύ 'σουν ὁ πιὸ δύστροπος ἀπ' ὅλους τοὺς μνηστῆρες
γιὰ ὅλους κι ἐμένα χωριστὰ τοὺς δούλους τοῦ Ὀδυσσέα.
390 οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια
ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής."
Ὡς τόσο ἐγὼ δὲ σὲ ψηφῶ· σώνει νὰ ζῆ στοὺς πύργους
ἡ Πηνελόπη ἡ φρόνιμη κι ὁ θεόμοιαστος ὁ γιός της.”
  τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν·
Ἀντίνοος δ᾽ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ
     Κι ὁ γνωστικὸς Τηλέμαχος γυρίζει καὶ τοῦ κρένει·
“Σώπα, μὲ δαύτονε πολλὰ μιλήματα μὴν ἔχης·
πάντα μὲ λόγια συνηθάει πικρὰ νὰ μᾶς χολώνη,
395 μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους." μὰ καὶ τοὺς ἄλλους προσκαλεῖ παρόμοια νὰ μᾶς λένε.”
  ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα·
"Ἀντίνο᾽, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος,
ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι
μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε.
     Εἶπε, κι ἐκείνου μίλησε μὲ λόγια φτερωμένα·
“Πολὺ ὄμορφα, καὶ σὰ γονιός, ὦ Ἀντίνε, μᾶς κοιτάζεις,
ποὺ ἀπ' τὸ παλάτι ζήτησες εὐτὺς νὰ φύγη ὁ ξένος
μὲ προσταγὴ τόσο βαρειά· ὁ θεὸς νὰ μὴν τὸ δώση.
400 δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε·
μήτ᾽ οὖν μητέρ᾽ ἐμὴν ἅζευ τό γε μήτε τιν᾽ ἄλλον
δμώων, οἳ κατὰ δώματ᾽ Ὀδυσσῆος θείοιο.
ἀλλ᾽ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα·
αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ."
Μοίραζε, δὲ λυπᾶμαι ἐγώ· πρῶτος ἐγὼ τὸ θέλω.
Μὴ νοιάζεσαι τὴ μάνα μου μήτ' ἄλλον ἀπ' τοὺς δούλους,
ποὺ βρίσκουνται μὲς στοῦ θεϊκοῦ Δυσσέα τὰ παλάτια.
Μὰ τέτοιους στοχασμοὺς ἐσὺ στὰ φρένα σου δὲν ἔχεις,
τὶ προτιμᾶς νὰ καλοτρῶς, παρ' ἀλλονοῦ νὰ δίνης.”
405 τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε·
"Τηλέμαχ᾽ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες.
εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες,
καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι."
     Κι ὁ Ἀντίνος τότες γύρισε κι αὐτὰ τοῦ ἀπολογήθη·
“Τηλέμαχε περήφανε κι ἀκράτητε, τί μοῦ 'πες;
Ἂν ὅλοι τόση πόρεψη τοῦ δίναν οἱ μνηστῆρες,
σωστοὺς τρεῖς μῆνες θά 'κανε στὸ σπίτι νὰ ζυγώση.”
  ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης      Κι ἀπ' τὸ τραπέζι κάτωθε σκαμνὶ τραβάει καὶ δείχνει,
410 κείμενον, ᾧ ῥ᾽ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων· ποὺ τὰ λαμπρά του ἀκούμπαγε τὰ πόδια σὰ δειπνοῦσε.
  οἱ δ᾽ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δ᾽ ἄρα πήρην
σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς
αὖτις ἐπ᾽ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν·
στῆ δὲ παρ᾽ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε·
     Ὡς τόσο οἱ ἄλλοι τοῦ 'διναν, καὶ μὲ ψωμὶ καὶ κρέας
τὸ σάκο του γεμίσανε· καὶ κάνοντας νὰ σύρη
πρὸς τὸ κατώφλι, νὰ γευτῆ τῶν Ἀχαιῶν τὰ δῶρα,
σιμὰ τοῦ Ἀντίνου στάθηκε, καὶ μίλησέ του κι εἶπε·
415 "δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν
ἔμμεναι, ἀλλ᾽ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας.
τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι
σίτου· ἐγὼ δέ κέ σε κλείω κατ᾽ ἀπείρονα γαῖαν.
καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον
“Δῶσε μου, φίλε· ὁ πιὸ ἀχαμνὸς ἐδῶ θαρρῶ δὲν εἶσαι,
μόν' πρῶτος ἀπ' τοὺς Ἀχαιούς, τὶ βασιλιᾶς μοῦ μοιάζεις.
Γι' αὐτὸ καὶ πιότερο ψωμὶ νὰ δώσης ἐσὺ πρέπει,
καὶ τότες ὡς τὰ πέρατα τῆς γῆς θὰ σὲ δοξάζω.
Κι ἐγὼ εἶχα σπίτια μιὰ φορὰ στὸν κόσμο, κι ἤμουν πλούσιος
420 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ,
τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι·
ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ
οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται.
ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων--ἤθελε γάρ που--
κι εὐτυχισμένος, κι ἔδινα σ' ἐκείνους ποὺ γυρνοῦσαν
καὶ γύρευαν, ὅποιοι ἤτανε, κι ἀπ' ὅ,τι εἶχαν ἀνάγκη·
καὶ δούλους εἶχα ἀρίθμητους, κι ἄλλα καλὰ περίσσια,
ποὺ ἔχουν αὐτοὶ ποὺ καλοζοῦν καὶ ποὺ τοὺς λένε ἀρχόντους.
Μὰ ὁ Δίας ἄλλα θέλησε καὶ μοῦ τὰ ρήμαξε ὅλα,
425 ὅς μ᾽ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν
Αἴγυπτόνδ᾽ ἰέναι, δολιχὴν ὁδόν, ὄφρ᾽ ἀπολοίμην.
στῆσα δ᾽ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας.
ἔνθ᾽ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους
αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι,
μὲ πολυπλάνητους ληστὲς σὰ μ' ἔβγαλε καὶ πῆγα
στὸν Αἴγυπτο τὸ μακρινό, νὰ χάσω ἐκεῖ τὰ πάντα.
Στὸν ποταμὸ σὰν ἄραξα τὰ δίπλωρα καράβια,
πρόσταξ' ἀμέσως τοὺς καλοὺς συντρόφους μου νὰ μείνουν
αὐτοῦ, πλάϊ στὰ καράβια τους, γιὰ νὰ τὰ διαφεντεύουν,
430 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι.
οἱ δ᾽ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ,
αἶψα μάλ᾽ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς
πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα,
αὐτούς τ᾽ ἔκτεινον· τάχα δ᾽ ἐς πόλιν ἵκετ᾽ ἀϋτή.
κι ἔστειλα βίγλες νὰ τηροῦν ἀπ' τὶς κορφὲς τριγύρω·
μὰ ἐκεῖνοι ξεπαρθήκανε κι ὅπου ἤθελαν τραβῆξαν·
τῶν Αἰγυπτίων κουρσέψανε τὰ ὁλόμορφα χωράφια,
καὶ παῖρναν γυναικόπαιδα, χαλνούσανε τοὺς ἄντρες.
Κι ἦρθε ὡς τὴ χώρα τὸ βουητό, κι ἀκοῦν αὐτοὶ καὶ τρέχουν
435 οἱ δὲ βοῆς ἀΐοντες ἅμ᾽ ἠοῖ φαινομένηφιν
ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων
χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος
φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη
στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
σὰν ἔφεξε· καὶ γέμισε πεζούρα καὶ καβάλλα
ὅλος ὁ κάμπος, κι ἄστραφτε ὁ χαλκός· κι ὁ βροντοχάρης
ὁ Δίας στοὺς συντρόφους μου ρίχνει κακὴ φευγάλα,
κι ἕνας δὲν κόταε νὰ σταθῆ κι ὀχτρό του ν' ἀντικρύση,
γιατὶ παντοῦθε ἀφανισμὸς κακὸς τοὺς εἶχε ζώσει.
440 ἔνθ᾽ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ,
τοὺς δ᾽ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
αὐτὰρ ἔμ᾽ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι,
Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν·
ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκω πήματα πάσχων."
Τότες πολλοὺς μοῦ σκότωσαν τὰ κοφτερὰ σπαθιά τους,
κι ἄλλους τοὺς πιάσαν ζωντανοὺς καὶ στὴ σκλαβιὰ τοὺς ρίξαν.
Μένα σὲ φίλο μ' ἔδωκαν, ποὺ ἔτυχε ἐκεῖ, στοῦ Ἰάσου
τὸ γιὸ τὸ Δμήτορα, τρανὸ τῆς Κύπρος βασιλέα.
Ἀπὸ κεῖ πέρα τώρα ἐδῶ βασανισμένος ἦρθα.”
445 τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε·
"τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην;
στῆθ᾽ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης,
μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι·
ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης.
     Κι ὁ Ἀντίνος τότες φώναξε· “Μὰ ποιός θεὸς μᾶς φέρνει
αὐτὸ τὸ μέγα βάσανο, τῶν τραπεζῶν τὴ λώβα;
Μακριὰ ἀπὸ τὸ τραπέζι μου, στὴ μέση ποὺ εἶσαι, στάσου,
σὲ πιὸ πικρὴ νὰ μὴ βρεθῆς ἄλλη Αἴγυπτο καὶ Κύπρο,
ἀδιάντροπος κι ἀπόκοτος σὰν πού 'σαι διακονιάρης.
450 ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι
μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδ᾽ ἐλεητὺς
ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ."
Μὲ τὴν ἀράδα σ' ὅλους πᾶς, καὶ ξένοιαστα ὅλοι δίνουν,
τὶ κρατημὸ δὲν ἔχουνε καὶ λύπη, μόνε ρίχτουν
ἀπὸ τὰ ξένα, ἀφοῦ πολλὰ καθένας ἔχει ὀμπρός του.”
  τὸν δ᾽ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς·
"ὢ πόποι, οὐκ ἄρα σοί γ᾽ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν·
     Τότε ὁ Δυσσέας ὁ τρίξυπνος τραβήχτηκε καὶ τοῦ 'πε·
“Κρῖμας ποὺ σὰν τὰ κάλλη σου κι ἡ γνώση σου δὲν εἶναι·
455 οὐ σύ γ᾽ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ᾽ ἅλα δοίης,
ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης
σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν."
μήτ' ἅλας ἀπ' τὸ σπίτι σου δὲ θά 'δινες ποτές σου,
ἀφοῦ σὲ ξένο κάθεσαι τραπέζι, καὶ νὰ δώσης
βουκιὰ ψωμὶ δὲ βάσταξες, ποὺ τά 'χεις τόσα ὀμπρός σου.”
  ὣς ἔφατ᾽, Ἀντίνοος δ᾽ ἐχολώσατο κηρόθι μᾶλλον,
καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα·
     Εἶπε, κι ὁ Ἀντίνος πιὸ βαριὰ τότες χολώνει ἀκόμα,
κι ἀγριοκοιτώντας τον, μ' αὐτὰ τοῦ μίλησε τὰ λόγια·
460 "νῦν δή σ᾽ οὐκέτι καλὰ διὲκ μεγάροιό γ᾽ ὀΐω
ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις."
     “Τώρα δὲν ἔχει πιὰ, γερὸς ἀπ' τὸ παλάτι ἐτοῦτο
πίσω θαρρῶ πὼς δὲ γυρνᾶς, ἀφοῦ μᾶς βρίζεις κιόλας.”
  ὣς ἄρ᾽ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον,
πρυμνότατον κατὰ νῶτον· ὁ δ᾽ ἐστάθη ἠΰτε πέτρη
ἔμπεδον, οὐδ᾽ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο,
     Εἶπε, κι ἁρπώντας τὸ σκαμνί, τοῦ τὸ πετάει στὴν ἄκρη
τοῦ ὤμου τοῦ δεξοῦ· μὰ αὐτός, ἀσάλευτος σὰ βράχος,
δὲ λύγισε ἀπ' τὸ χτύπημα τοῦ Ἀντίνου, μόν' σωπώντας
465 ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
ἂψ δ᾽ ὅ γ᾽ ἐπ᾽ οὐδὸν ἰὼν κατ᾽ ἄρ᾽ ἕζετο, κὰδ δ᾽ ἄρα πήρην
θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε·
τὴν κεφαλή του κούνησε, τ' εἶχε κακὸ στὸ νοῦ του.
Καὶ στὸ κατώφλι γύρισε, καὶ κάθισε, καὶ χάμου
τ' ὁλόγεμό του βάζοντας σακί, στοὺς ἄλλους εἶπε·
  "κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
     “Ἀκοῦτε με, τῆς δοξαστῆς βασίλισσας μνηστῆρες,
ὅσα ἐγὼ μέσα μου ἀγρικῶ θὰ σᾶς τὰ φανερώσω.
470 οὐ μὰν οὔτ᾽ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος,
ὁππότ᾽ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι
βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν·
αὐτὰρ ἔμ᾽ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς,
οὐλομένης, ἣ πολλὰ κάκ᾽ ἀνθρώποισι δίδωσιν.
Κανέναν πόνο ὁ ἄνθρωπος δὲν ξέρει, μήτε λύπη
σὰ χτυπηθῆ παλεύοντας νὰ σώση τὸ δικό του,
ἂς εἶναι βόδια ἢ ἄσπρα ἀρνιά· μὰ ἐμένανε ὁ Ἀντίνος
μὲ βάρεσε γιὰ τὴν κοιλιὰ τὴ σιχαμένη κι ἔρμη,
καὶ ποὺ μ' ἀρίθμητα δεινὰ τὸν κόσμο βασανίζει.
475 ἀλλ᾽ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν,
Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη."
Ὅμως κι οἱ ζήτουλοι θεοὺς ἂν ἔχουν κι Ἐρινύες,
πρὶν ἔρθη ὁ γάμος, θάνατος θὰ σβήση τὸν Ἀντίνο.”
  τὸν δ᾽ αὖτ᾽ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
"ἔσθι᾽ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθ᾽ ἄλλῃ,
μή σε νέοι διὰ δώματ᾽ ἐρύσσωσ᾽, οἷ᾽ ἀγορεύεις,
     Κι ὁ Ἀντίνος τοῦ ἀποκρίθηκε· “Κάθου καὶ σώπα, ὦ ξένε,
καὶ τρῶγε αὐτοῦ, ἢ φύγε ἀλλοῦ, τὶ ἀλλιῶς ἀπ' τὰ παλάτια
οἱ νέοι μ' αὐτὰ τὰ λόγια σου τραβώντας σου τὰ πόδια
480 ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα." ἢ καὶ τὰ χέρια, ἁλάκερο θένα σὲ γδάρουν ὄξω.”
  ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
     Αὐτὰ εἶπε, κι ὅλους ἄξαφνα θυμὸς πολὺς τοὺς πῆρε·
κι ἀπὸ τοὺς ξιππασμένους νιοὺς ἕνας αὐτὰ λαλοῦσε·
  "Ἀντίνο᾽, οὐ μὲν κάλ᾽ ἔβαλες δύστηνον ἀλήτην,
οὐλόμεν᾽, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
     “Κακὰ ἔκαμες τὸ ζήτουλα, ὦ Ἀντίνε, νὰ βαρέσης,
κακόμοιρε, ποὺ κάποιος θεὸς μπορεῖ ἐπουράνιος νά 'ναι.
485 καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι,
παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας,
ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες."
Τὶ μοιάζοντας οἱ θεοὶ συχνὰ μ' ἀλλομερῖτες ξένους
μορφὲς ἀλλάζουν, καὶ γυρνοῦν στὶς χῶρες τῶν ἀνθρώπων,
νὰ ἰδοῦν ποιοί φέρνονται ἄνομα καὶ ποιοὶ ἔχουν δίκιους νόμους.”
  ὣς ἄρ᾽ ἔφαν μνηστῆρες, ὁ δ᾽ οὐκ ἐμπάζετο μύθων.
Τηλέμαχος δ᾽ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε
     Αὐτὰ οἱ μνηστῆρες λέγανε, μὰ ἐκεῖνος τ' ἀψηφοῦσε.
Πικράθηκε ὁ Τηλέμαχος τὸ βάρεμα τηρώντας,
490 βλημένου, οὐδ᾽ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν,
ἀλλ᾽ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
τοῦ δ᾽ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια
βλημένου ἐν μεγάρῳ, μετ᾽ ἄρα δμῳῇσιν ἔειπεν·
"αἴθ᾽ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων."
μὰ δάκρυο ἀπὸ τὸ μάτι του δὲ χύθη, μόν' σωπώντας
τὴν κεφαλή του κούνησε, τ' εἶχε κακὸ στὸ νοῦ του.
Κι ἡ Πηνελόπη ἡ φρόνιμη σὰν ἔμαθε τοῦ Ἀντίνου
τὸ κάμωμα, εἶπε στὶς καλὲς ἀγνάντια παρακόρες·
“Κι αὐτὸν ὁ χρυσοδόξαρος ἔτσι ἂς χτυπήση ὁ Φοῖβος.”
495 τὴν δ᾽ αὖτ᾽ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
"εἰ γὰρ ἐπ᾽ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο·
οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο."
     Καὶ τότες ἡ κελάρισσα τῆς κάνει ἡ Εὐρυνόμη·
“Ἂν πιάσουν οἱ κατάρες μας, ἀπ' αὐτονοὺς κανένας
νὰ ζήση ὡς τὴ χρυσόθρονη δὲ σώνει τὴν Αὐγούλα.”
  τὴν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"μαῖ᾽, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
     Κι ἡ Πηνελόπη ἡ φρόνιμη γυρίζει καὶ τῆς κρένει·
“Ὅλ' εἶναι ὀχτροί μας, μάνα μου, τὶ τὸ κακό μας θένε·
500 Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα
ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει·
ἔνθ᾽ ἄλλοι μὲν πάντες ἐνέπλησάν τ᾽ ἔδοσάν τε,
οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον."
μὰ αὐτὸς ἀκόμα πιότερο τὸ μαῦρο χάρο μοιάζει.
Ξένος βαριόμοιρος γυρνάει στὸν πύργο, κι ἀπ' τοὺς ἄντρες
ψωμοζητάει, γιατὶ πολλὴ τὸν ἀναγκάζει φτώχεια·
κάθε ἄλλος τοῦ 'δωσε θροφὴ καὶ πόρεψη περίσσια,
κι αὐτὸς σκαμνὶ τοῦ πέταξε πὰς στὸ δεξὶ τὸν ὦμο.”
505 ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν,
ἡμένη ἐν θαλάμῳ· ὁ δ᾽ ἐδείπνεε δῖος Ὀδυσσεύς·
ἡ δ᾽ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
     Αὐτὰ στὶς παρακόρες της στὸ θάλαμο καθόταν
ἡ Πηνελόπη κι ἔλεγε· κι ἔτρωγε ὁ θεῖος Δυσσέας.
Τότες ἐκείνη φώναξε τὸν Εὔμαιο, καὶ τοῦ εἶπε·
  "ἔρχεο, δῖ᾽ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδ᾽ ἐρέωμαι
     “Ἄμε, ὦ καλὲ κυρούλη μου, προσκάλεσε τὸν ξένο,
νὰ τὸν καλωσορίσω ἐγώ, καὶ νὰ τόνε ρωτήξω
510 εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται
ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε."
μήπως τοῦ καρτερόψυχου Δυσσέα μαντάτα ξέρη
ἢ μὴν τὸν εἶδε σὰν πολὺ ταξιδεμένος μοιάζει.”
  τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
"εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
οἷ᾽ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
     Κι ὁ ἄξιος χοιροβοσκὸς τῆς ἀποκρίθη κι εἶπε·
“Ἂς σώπαιναν οἱ Ἀχαιοί, βασίλισσα, ν' ἀκούσης
τὰ ὅσα συντυχαίνει αὐτός, καὶ νὰ χαρῆ ἡ καρδιά σου.
515 τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δ᾽ ἤματ᾽ ἔρυξα
ἐν κλισίῃ· πρῶτον γὰρ ἔμ᾽ ἵκετο νηὸς ἀποδράς·
ἀλλ᾽ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
ὡς δ᾽ ὅτ᾽ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ
ἀείδει δεδαὼς ἔπε᾽ ἱμερόεντα βροτοῖσι,
Τρία σωστὰ μερόνυχτα τὸν εἶχα στὴν καλύβα,
τὶ ἐκεῖ μοῦ πρωτοφάνηκε σὰν ξέφυγε ἀπ' τὸ πλοῖο,
ὅμως δὲν πρόφταξε ὅλα του νὰ δηγηθῆ τὰ πάθια.
Καθὼς καλὸς τραγουδιστής, ποὺ θεοὶ τόνε διδάξαν,
βγαίνει καὶ τραγουδάει γλυκὰ τραγούδια στούς ἀνθρώπους,
520 τοῦ δ᾽ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότ᾽ ἀείδῃ·
ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
φησὶ δ᾽ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι,
Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
ἔνθεν δὴ νῦν δεῦρο τόδ᾽ ἵκετο πήματα πάσχων,
κι ὅλοι κοιτώντας τον ἀκοῦν μ' ἀχόρταγη λαχτάρα,
ὅμοια κι αὐτὸς μὲ μάγευε σιμά μου καθισμένος.
Καὶ μοῦ 'πε φίλος πατρικὸς πὼς εἶναι τοῦ Ὀδυσσέα,
καὶ πὼς στὴν Κρήτη κατοικεῖ, τοῦ Μίνωα τὴν πατρίδα.
Ἀπὸ τὰ κεῖθε τώρα ἐδῶ τὸν πέταξαν τὰ πάθια,
525 προπροκυλινδόμενος· στεῦται δ᾽ Ὀδυσῆος ἀκοῦσαι,
ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ,
ζωοῦ· πολλὰ δ᾽ ἄγει κειμήλια ὅνδε δόμονδε."
καὶ λέει καὶ γιὰ τὸ θεϊκὸ πὼς ἄκουσε Ὀδυσσέα,
ἐδῶ σιμά, πρὸς τὴν παχειὰ τῶν Θεσπρωτῶνε χώρα,
πὼς ζῆ, καὶ φέρνει θησαυροὺς στοὺς πύργους του περίσσους.”
  τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"ἔρχεο, δεῦρο κάλεσσον, ἵν᾽ ἀντίον αὐτὸς ἐνίσπῃ.
     Κι ἡ Πηνελόπη ἡ φρόνιμη σ' ἐκεῖνον ἀποκρίθη·
“Πήγαινε, κάλεσ' τον ἐδῶ, γιὰ νὰ τὰ πῆ μπροστά μου,
530 οὗτοι δ᾽ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων.
ἢ αὐτοῦ κατὰ δώματ᾽, ἐπεί σφισι θυμὸς ἐΰφρων.
αὐτῶν μὲν γὰρ κτήματ᾽ ἀκήρατα κεῖτ᾽ ἐνὶ οἴκῳ,
σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν,
οἱ δ᾽ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα,
κι ἐκεῖνοι ἂς παίζουν, ἢ ὀμπροστὰ στὶς θύρες καθισμένοι,
ἢ μὲς στοὺς πύργους αὐτουδά, μιὰς κι εἶναι ἀναπαμένοι,
ποὺ μνήσκουνε στὰ σπίτια τους ἀκέρια τὰ καλά τους,
σιτάρι καὶ γλυκὸ κρασὶ, καὶ μόνε οἱ δοῦλοι τρῶνε.
Ὅμως ἐκεῖνοι ὁλοκαιρὶς σ' αὐτὸ τὸ σπίτι ζοῦνε,
535 βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας,
εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπ᾽ ἀνήρ,
οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
εἰ δ᾽ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτ᾽ ἐς πατρίδα γαῖαν,
καὶ βόδια σφάζοντας κι ἀρνιὰ καὶ τὰ παχιά μας γίδια,
κάθουνται τρῶνε, καὶ μαζὶ κρασὶ φλογάτο πίνουν,
τοῦ κάκου, καὶ τὰ σπαταλοῦν· τὶ δὲν εἶναι κανένας
σὰν τὸ Δυσσέα, ἀπ' τὴν πληγὴ τὸ σπίτι νὰ γλυτώση.
Μιὰς νά 'ρθη στὴν ἀγαπητὴ πατρίδα του ὁ Δυσσέας,
540 αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν." καὶ μὲ τὸ γιό του γδικιωμὸ θὰ βρῆ τῆς ἀνομιᾶς τους.”
  ὣς φάτο, Τηλέμαχος δὲ μέγ᾽ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια,
αἶψα δ᾽ ἄρ᾽ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·
     Αὐτὰ εἶπε, κι ὁ Τηλέμαχος φτερνίστηκε μὲ κρότο,
κι ὅλος ὁ πύργος βούηξε· γελάει ἡ Πηνελόπη,
καὶ κρένει τοῦ χοιροβοσκοῦ μὲ λόγια φτερωμένα·
  "ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον.      “Πήγαινε, κάλεσε, Εὔμαιε, τὸν ξένο ἐδῶ μπροστά μου.
545 οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι;
τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο
πᾶσι μάλ᾽, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει.
ἄλλο δέ τοι ἐρέω, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
αἴ κ᾽ αὐτὸν γνώω νημερτέα πάντ᾽ ἐνέποντα,
Δὲ βλέπεις πῶς φτερνίστηκε μ' αὐτὰ τὰ λόγια ὁ γιός μου;
Θὰ πῆ πὼς βέβαιος θάνατος θὰ βρῆ κάθε μνηστήρα·
μήτ' ἕνας ἀπ' τὴ μαύρη του δὲ θὰ γλυτώση μοῖρα.
Κι ἕνα ἄλλο λόγο θὰ σοῦ πῶ, κι ἐσὺ νὰ τὸν θυμᾶσαι·
ἂ δῶ πῶς ὅλα βγαίνουνε σωστὰ ποὺ μᾶς δηγέται,
550 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά." θὰ τόνε ντύσω μὲ ὄμορφη χλαμύδα καὶ χιτώνα.”
  ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν·
ἀγχοῦ δ᾽ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα·
"ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια,
μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς
     Αὐτὰ ὁ καλὸς χοιροβοσκὸς σὰν ἄκουσε, πηγαίνει
σιμὰ στὸν ξένο, στέκεται, καὶ τοῦ λαλεῖ· “Πατέρα,
ἡ μάνα τοῦ Τηλέμαχου σὲ κράζει, ἡ Πηνελόπη·
Ὅσο πολλὰ κι ἂν ἔπαθε, κι ὅσο ἂν πονῆ ἡ καρδιά της,
555 ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ.
εἰ δέ κέ σε γνώῃ νημερτέα πάντ᾽ ἐνέποντα,
ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα
χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον
γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κ᾽ ἐθέλῃσι."
νὰ σὲ ρωτήξη λαχταρεῖ γιὰ τὸν καλό της ἄντρα.
Κι ἂ δῆ πὼς ὅλα βγαίνουνε σωστὰ ποὺ μᾶς δηγέσαι,
χιτώνα καὶ χλαμύδα αὐτὴ νὰ βάλης θὰ σοῦ δώκη,
ποὺ ἔχεις ἀνάγκη· θὰ μπορῆς καὶ νὰ ζητᾶς παντοῦθε
ψωμὶ νὰ βόσκης τὴν κοιλιά, καὶ θὰ σοῦ δίνουν ὅλοι.”
560 τὸν δ᾽ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·
"Εὔμαι᾽, αἶψά κ᾽ ἐγὼ νημερτέα πάντ᾽ ἐνέποιμι
κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ·
οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δ᾽ ἀνεδέγμεθ᾽ ὀϊζύν.
ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδι᾽ ὅμιλον,
     Κι ἀπολογιέται του ὁ τρανός, πολύπαθος Δυσσέας·
“Εὔμαιε, σωστὰ μεμιὰς ἐγὼ θὰ τὰ δηγόμουν ὅλα
στὴν Πηνελόπη τὴ σεμνὴ τοῦ Ἰκάριου θυγατέρα,
τὶ γνώρισα τὰ πάθια του μαζί του σὰν πλανιόμουν.
Ὅμως φοβᾶμαι τῶν κακῶν μνηστήρων τὸ κοπάδι,
565 τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.
καὶ γὰρ νῦν, ὅτε μ᾽ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα
οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν,
οὔτε τι Τηλέμαχος τό γ᾽ ἐπήρκεσεν οὔτε τις ἄλλος.
τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι
ποὺ τ' ἄχτι τους κι ἡ ἀδιαντροπιὰ στὰ οὐράνια ἀπάνω φτάνει.
Γιατὶ καὶ τώρα ποὺ ἕνας τους, στὸν πύργο σὰ γυρνοῦσα,
μὲ πόνεσε βαρώντας με, χωρὶς κακὸ νὰ πράξω,
βοηθὸς μήτ' ὁ Τηλέμαχος μήτ' ἄλλος δὲ μοῦ στάθη.
Πὲς τῆς λοιπὸν τῆς φρόνιμης κερᾶς νὰ περιμείνη,
570 μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα·
καὶ τότε μ᾽ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ,
ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι
λύγρ᾽ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθ᾽ ἱκέτευσα."
βιάση κι ἂν ἔχη περισσή, νὰ γείρη πρῶτα ὁ ἥλιος,
καὶ τότες γιὰ τὸ γυρισμὸ τοῦ ἀντρός της ἂς ρωτήξη,
καθίζοντάς με ἐκεῖ στὴ στιά, τὶ εἶμαι κακοντυμένος,
καθὼς γνωρίζεις κι ἴδιος σου, πού 'ρθα σ' ἐσένα πρῶτα.”
  ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε.      Ξεκίνησε ὁ χοιροβοσκὸς σὰν τοῦ 'πε αὐτὰ ὁ Δυσσέας·
575 τὸν δ᾽ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· κι ἅμ' ἀπ' τὴ θύρα πέρασε, τοῦ κρένει ἡ Πηνελόπη·
  "οὐ σύ γ᾽ ἄγεις, Εὔμαιε· τί τοῦτ᾽ ἐνόησεν ἀλήτης;
ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως
αἰδεῖται κατὰ δῶμα; κακὸς δ᾽ αἰδοῖο; ἀλήτης."
     “Δὲ μοῦ τὸν ἔφερες, βοσκέ; ,τί κρένει ὁ διακονιάρης;
ἢ κάποιος τόνε τρόμαξε; ἢ καὶ ντροπὴ τὸν πῆρε
μέσα στὸν πύργο; Εἶναι κακὸς ὁ ντροπαλὸς ζητιάνος.”
  τὴν δ᾽ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·      Κι ἐσὺ, Εὔμαιε χοιροβοσκέ, τῆς ἀποκρίθης κι εἶπες·
580 "μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κ᾽ οἴοιτο καὶ ἄλλος,
ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων.
ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα.
καὶ δὲ σοὶ ὧδ᾽ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια,
οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδ᾽ ἐπακοῦσαι."
“Καλὰ στοχάζεται, ὦ κερά, κι ἔτσι θὰ κάναν ἄλλοι,
τῶν ἔρμων τὴν ἀποκοτιὰ μνηστήρω νὰ ξεφύγουν·
καὶ νὰ προσμείνης σοῦ μηνάει ὥσπου νὰ γείρη ὁ ἥλιος.
Καλύτερο, ὦ βασίλισσα, θαρρῶ 'ναι καὶ γιὰ σένα,
μονάχη σου νὰ τοῦ μιλᾶς, νὰ τὸν ἀκοῦς μονάχη.”
585 τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
"οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη·
οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων
ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται."
     Κι ἡ Πηνελόπη ἡ φρόνιμη γυρίζει καὶ τοῦ κρένει·
“Ὁ ξένος δὲν εἶν' ἄμυαλος· σωστὰ τὰ βλέπει ὁ νοῦς του·
τὶ ἄλλους δὲν ἔχει ἐδῶ θνητοὺς ἀνθρώπους σὰν ἐτούτους,
νὰ συλλογιένται τὸ κακό, καὶ ν' ἀδικοῦν τὸν κόσμο.”
  ἡ μὲν ἄρ᾽ ὣς ἀγόρευεν, ὁ δ᾽ ᾤχετο δῖος ὑφορβὸς      Αὐτὰ εἶπε· κι ὁ χοιροβοσκὸς πρὸς τῶν μνηστήρων πῆγε
590 μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα.
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα,
ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι·
τὸ πλῆθος, ἅμα τέλειωσε μὲ τὴν κερὰ τὸ λόγο.
Καὶ τοῦ Τηλέμαχου λαλεῖ μὲ φτερωμένα λόγια,
σιμώνοντας τὴν κεφαλή, νὰ μὴν ἀκούσουν ἄλλοι·
  "ὦ φίλ᾽, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων,
σὸν καὶ ἐμὸν βίοτον· σοὶ δ᾽ ἐνθάδε πάντα μελόντων.
     “Ἐγὼ πηγαίνω τώρα ἐκεῖ τοὺς χοίρους νὰ φυλάξω
καὶ τ' ἄλλα, πού 'ναι τὸ ἔχει σου, καὶ τὸ δικό μου τὸ ἔχει·
595 αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ
μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν,
τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι."
κι ἐδῶ ἐσὺ τοῦτα φρόντιζε, καὶ πρῶτα τὸν ἑαυτό σου,
νὰ μὴ μᾶς πάθης τίποτα, τὶ ἔχουν πολλοὶ ἀπ' ἐτουτους
κακὸ σκοπὸ γιὰ λόγου σου· ποὺ ὁ Δίας νὰ τοὺς λυώση
πρὶ νὰ μᾶς ἔρθη τὸ κακὸ καὶ πρὶ μᾶς ξολοθρέψουν.”
  τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
"ἔσσεται οὕτως, ἄττα· σὺ δ᾽ ἔρχεο δειελιήσας·
     Κι ὁ γνωστικὸς Τηλέμαχος ἀπάντησέ του κι εἶπε·
“Κυρούλη μου, ἔτσι θὰ γενῆ· ξεκίνα ἐσὺ τὸ γέρμα,
600 ἠῶθεν δ᾽ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά·
αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει."
καὶ γύρισε αὔριο τὴν αὐγὴ μὲ τὰ καλὰ σφαχτά σου·
τὰ ἐδῶ θὰ τὰ φροντίσω ἐγὼ κι οἱ ἀθάνατοι σιμά μου.”
  ὣς φάθ᾽, ὁ δ᾽ αὖτις ἄρ᾽ ἕζετ᾽ ἐϋξέστου ἐπὶ δίφρου,
πλησάμενος δ᾽ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος
βῆ ῥ᾽ ἴμεναι μεθ᾽ ὕας, λίπε δ᾽ ἕρκεά τε μέγαρόν τε,
     Καὶ στὸ καλόφτιαστο θρονὶ κάθισε πάλε ἐκεῖνος·
κι ἀπὸ φαῒ κι ἀπὸ πιοτὸ σὰ χόρτασε ἡ καρδιά του,
στὴ χοιρομάντρα γύρισε, κι ἀφῆκε τὰ παλάτια,
605 πλεῖον δαιτυμόνων· οἱ δ᾽ ὀρχηστυῖ καὶ ἀοιδῇ
τέρποντ᾽· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ.
γεμάτα κόσμο, ποὺ ἔτρωγαν καὶ ποὺ χαροκοποῦσαν
μὲ τὸ τραγούδι, μὲ χορούς, τὶ κόντευε τὸ βράδυ.

 
 
 
Μικρός Απόπλους
http://www.mikrosapoplous.gr/
Μάρτιος 2001